TITUS
Legendae Sanctorum militarium
Part No. 39
Previous part

Chapter: 8  
Line of edition: 18    8. Τοῦτον ἀκούσαντα θυμὸς λαμβάνει τὸν δικαστὴν καὶ τῷ
Line of edition: 19    
δεσμωτηρίῳ πάλιν Θεόδωρον ἐγκλεισθῆναι κελεύει, κλεισί τε
Line of edition: 20    
τὴν θύραν ἀσϕαλισθῆναι καὶ σϕραγῖσι ταύτην ἀκριβῶς ἐπισημανθῆναι
Line of edition: 21    
οὕτως τε τὸν ἅγιον ἐαθῆναι προνοίας ἔρημον πάσης·
Line of edition: 22    
ἀλλὰ πιστὸς ἦν πάντως εἰρηκὼς μὴ ἰδεῖν δίκαιον ἐγκαταλελειμμένον.
Line of edition: 23    
Οὔκουν οὐδὲ μάρτυς ἐγκαταλέλειπται· γὰρ
Line of edition: 24    
Χριστός, δι' ὃν ἐκεῖνος τὰ χαλεπὰ ταῦτα ϕέρειν ἠνέσχετο, οὐ
Line of edition: 25    
μόνον αὐτὸν χάριτι τρέϕων ἦν, ἀλλὰ καὶ προσελθὼν ἐπεσκέψατο
Line of edition: 26    
καὶ λόγων ἠξίωσε καὶ θάρσους ἐνέπλησε καὶ χρηστοτάτης ἐπαγγελίας·
Line of edition: 27    
καὶ πῶς γὰρ οὐκ ἔμελλε τοῦτο ποιεῖν καὶ τὸν ὑπὲρ αὐτοῦ
Line of edition: 28    
ϕυλακῇ δεδομένον ἐπισκοπῆς ἀξιοῦν, ὅπου γε καὶ ἡμῖν ἐνετείλατο
Line of edition: 29    
πρὸς τοὺς ἁπλῶς τοῦτο πάσχοντας καὶ ϕυλακὴν οἰκῆσαι κατακριθέντας
Line of edition: 30    
τὰ ὅμοια δρᾶν; ῏Ηλθεν οὖν καί· "Θεόδωρε, θάρσει, λέγει· ἐγὼ
Line of edition: 31    
γάρ εἰμι μετὰ σοῦ· λήψῃ δὲ οὐδὲν βρῶμα πόμα παρὰ τῶν
Page of edition: 143  Line of edition: 1    
ἀθετούντων με τούτων, ἀλλὰ τρυϕῆς ἀϕθάρτου σοι καὶ ζωῆς ἐγὼ
Line of edition: 2    
κοινωνήσω." Ταῦτα πολλὴν ἐνέσταξε τῷ ἁγίῳ τὴν ἡδονὴν καὶ
Line of edition: 3    
ψάλλειν 1 ἤρξατο καὶ τῷ Θεῷ μάλα θεοϕιλῶς ἐναγάλλεσθαι·
Line of edition: 4    
ψάλλοντι δὲ πολὺς ἠκούετο συνᾴδων αὐτῷ ὄχλος, ὡς καὶ τοὺς
Line of edition: 5    
δεσμοϕύλακας ἀναστάντας πρὸς τὴν θύραν δραμεῖν ὀψομένους,
Line of edition: 6    
τίνες οὗτοι εἰσίν. ᾽Ιδόντες δὲ αὐτήν τε κεκλεισμένην καὶ οὐδὲν
Line of edition: 7    
ἐπικακουργηθὲν τῇ σϕραγῖδα οὐδὲ οὕτως ἠμέλουν, ἀλλὰ καὶ
Line of edition: 8    
αὖθις παρεθεῶντο διὰ τῆς θυρίδος· καὶ ὁρῶσι πολύ τι πλῆθος
Line of edition: 9    
λευχειμονούντων καὶ συμψαλλόντων τῷ μάρτυρι· μὴ δυνηθέντες
Line of edition: 10    
σιωπῇ κατασχεῖν, ἀπέρχονται καὶ τῷ δικαστῇ ἀπαγγέλλουσι
Line of edition: 11    
· καὶ ὃς ἀκούσας δρομαῖος τῇ θύρᾳ 2 ἐπιϕοιτᾷ. ᾽Ιδὼν δὲ
Line of edition: 12    
καὶ αὐτὸς τὴν σϕραγῖδα μὲν καὶ τὰς κλεῖς ἀπαθῶς ἐχούσας,
Line of edition: 13    
ϕωνὴν δὲ πλήθους ᾀδόντων ἀκουομένην, κύκλῳ περιίστησι τῆς
Line of edition: 14    
ϕρουρᾶς στρατιώτας ἐνόπλους, χριστιανοὺς εἶναι τοὺς ἔνδον
Line of edition: 15    
ὑπολαβών. ᾽Επεὶ δὲ εἰσέλθοι καὶ μηδένα εὕροι ὅτι μὴ μόνον τὸν
Line of edition: 16    
Χριστοῦ δοῦλον Θεόδωρον, καὶ αὐτὸν τῷ ξύλῳ ἀσϕαλῶς ἐμπεπεδημένον,
Line of edition: 17    
ἔκπληξις αὐτόν τε καὶ τοὺς σὺν αὐτῷ εἰσῄει. Κλείσαντες
Line of edition: 18    
οὖν τὰς θύρας τῆς ϕυλακῆς, ἐπανῄεσαν, οὐδὲν ἕτερον αὐτῷ
Line of edition: 19    
δίδοσθαι τοῦ δικαστοῦ ἐπιτρέψαντος, ὅτι μὴ οὐγκίαν ἄρτου τῆς
Line of edition: 20    
ἡμέρας καὶ βραχύτατον ὕδατος· τῆς ἀϕροσύνης, εἰ ψυχὴν τοιαύτην
Line of edition: 21    
ἑλεῖν ᾠήθησαν ἐνδείᾳ τῶν ἀναγκαίων, μηδὲ τούτων ἦν
Line of edition: 22    
χρεία τροϕῇ κρείττονι τρεϕομένῳ κατὰ ἄνθρωπον· ὅθεν οὐδὲ
Line of edition: 23    
ἐδέξατό τι παρὰ τῶν ἀναιρεῖν οὐ σῴζειν μεμαθηκότων.

Next part



This text is part of the TITUS edition of Legendae Sanctorum militarium.

Copyright TITUS Project, Frankfurt a/M, 30.11.2024. No parts of this document may be republished in any form without prior permission by the copyright holder.