TITUS
Legendae Sanctorum militarium
Part No. 40
Previous part

Chapter: 9  
Line of edition: 24    9. ῞Εωθεν δὲ δικαστὴς κελεύσας 3 ἀχθῆναι τὸν ἅγιον,
Line of edition: 25    
λόγοις αὐτὸν ἡμέροις καὶ ἀγαθῶν ἐπαγγελίαις ἑλεῖν ἐπειρᾶτο
Line of edition: 26    
"πείσθητί μοι πρὸ τῶν βασάνων, Θεόδωρε," λέγων· "καὶ
Line of edition: 27    
εὐθὺς γράϕω τοῖς βασιλεῦσιν, ἀρχιερέα τε τῶν θεῶν χειροτονῆσαί
Line of edition: 28    
σε καὶ τιμῶν ἀξιῶσαι μεγάλων καὶ σύνθρονον ἡμῖν καταστῆσαι."
Line of edition: 29    
Τούτων ἀκούσαντι τῷ ἁγίῳ πρῶτον μὲν περὶ τῆς ἀρχιερωσύνης
Line of edition: 30    
καὶ γελάσαι ϕαιδρὸν ἐπῆλθε καὶ τῆς δωρεᾶς μυκτηρίσαι τοὺς
Line of edition: 31    
ἀνοήτους, ἔπειτα δὲ καὶ πρὸς τὸν δικαστὴν μετὰ πολλῆς ϕάναι
Page of edition: 144  Line of edition: 1    
τῆς παρρησίας "εἰ καὶ πυρὶ τὰς σάρκας μου τήξεις, εἰ βασάνων
Line of edition: 2    
πλήθει καταναλώσεις, εἰ καὶ τὸν διὰ ξίϕους θάνατον εὐθὺς ἐπαγάγῃς,
Line of edition: 3    
ἕως ἃν ἐν ἐμοὶ πνεῦμα ζωῆς , οὐκ ἄν ἔξαρνος ὀϕθείην τοῦ
Line of edition: 4    
ἐμοῦ Θεοῦ τε καὶ βασιλέων· "᾽Επεὶ ταῦτα ἀκοῦσαι τὸν τύραννον·
Line of edition: 5    
πολλὰ τῷ πραιποσίτῳ διαλεχθέντα κελεῦσαι τοῖς δημίοις ἐπὶ
Line of edition: 6    
ξύλου τὸν ἅγιον αἰωρήσαντας ὄνυξι τὰς πλευρὰς αὐτοῦ καταξέειν·
Line of edition: 7    
οὗπερ εἰς ἔργον ἐκβάντος, θέαμα ἦν χαλεπὸν ἡμέροις ὀϕθαλμοῖς
Line of edition: 8    
τὸ γινόμενον· εἰς τοῦτο γὰρ ὠμότητος οἱ ξέοντες παρηνέχθησαν,
Line of edition: 9    
ὡς μηδένα οἶκτον αὐτοὺς τῆς κοινῆς λαβεῖν ϕύσεως, ἄλλῳ οἶον
Line of edition: 10    
ἀψύχῳ τινὶ προσϕέρεσθαι καὶ δι' ὅλου 1 γυμνὰ σαρκῶν τὰ ὀστᾶ
Line of edition: 11    
ἐκείνου καταλιπεῖν. ῾Ο μέντοι μάρτυς οὐδὲν ἔλαττον οἱ ξέοντες
Line of edition: 12    
τοῦ οἰκείου σώματος ἀμελῶν καὶ νικῆσαι ϕιλονεικῶν τῇ αὐτοῦ
Line of edition: 13    
ἀνδρείᾳ τὴν ἐκείνων θηριωδίαν, πρὸς μὲν τὸν τύραννον οὐδὲ
Line of edition: 14    
βραχύ τι ἐϕθέγγετο, ὑπέψαλλε δὲ ἡσύχως· "Εὐλογήσω τὸν
Line of edition: 15    
κύριον ἐν παντὶ καιρῷ, διὰ παντὸς αἴνεσις αὐτοῦ ἐν τῷ στόματί
Line of edition: 16    
μου." ᾽Εκπλαγεὶς οὖν τύραννος τῆς καρτερίας τὸν ἅγιον, "εἶτα
Line of edition: 17    
οὐκ αἰσχύνῃ, ἔϕης πάντων ἀνθρώπων ἀθλιώτατε σύ, ἐπ' ἀνθρώπῳ
Line of edition: 18    
τὰς ἐλπίδας ἔχων, καὶ τούτῳ βιαίῳ τέλει καταλύσαντι τὴν ζωήν,
Line of edition: 19    
ἀλλ' οὕτως σεαυτὸν ἀλογίστως παραδίδως τοῖς αἰκισμοῖς῾Ο δὲ
Line of edition: 20    
λίαν πεποιθότως καὶ ἀνδρικῶς καὶ ὥσπερ ἐπ' αὐτῷ μᾶλλον
Line of edition: 21    
δικάζων ἐπὶ τῷ βήματι σεμνυνόμενος· "Αὕτη μοι αἰσχύνη,
Line of edition: 22    
ἔϕη, καὶ πᾶσι τοῖς ἐπικαλουμένοις τὸ τοῦ Χριστοῦ ὄνομα."

Next part



This text is part of the TITUS edition of Legendae Sanctorum militarium.

Copyright TITUS Project, Frankfurt a/M, 30.11.2024. No parts of this document may be republished in any form without prior permission by the copyright holder.