TITUS
Legendae Sanctorum militarium
Part No. 41
Previous part

Chapter: 10  
Line of edition: 23    10. Τοῦ δήμου τοίνυν ἐπιβοῶντος ὅσον οὔπω τὸν ἅγιον παραπόλλυσθαι,
Line of edition: 24    
ἡγεμὼν ἐπηρώτα διὰ τοῦ κήρυκος· "Τί βούλει;
Line of edition: 25    
θῦσαι μᾶλλον καὶ ἔτι σοὶ τὰς κολάσεις παραταθῆναιΠρὸς ταῦτα
Line of edition: 26    
μάρτυς δεῖξαι βουλόμενος, ὡς οὐ μόνον οὐχ ἥττηται τῶν
Line of edition: 27    
δεινῶν, ἀλλὰ καὶ ϕαιδρύνεται πάσχων καὶ τρυϕὴν ἡγεῖται τὰ
Line of edition: 28    
ἐπαγόμενα, ζήλου πληρωθεὶς τὴν καρδίαν, ὅλῃ γλώττῃ καὶ
Line of edition: 29    
παρρησίας ἔμπλεῳ ψυχῇ· "᾽Ασεβέστατε, ἔϕη, καὶ ἀνομίας πάσης
Line of edition: 30    
πεπληρωμένε υἱὲ διαβόλου, ἀληθῶς ἄξιε τῆς τοῦ ἀντικειμένου
Line of edition: 31    
δαίμονος ἐνεργείας, οὐδὲ ϕοβῇ σὺ τὸν Θεός, ὃς τοσαύτην 2 σοι
Page of edition: 145  Line of edition: 1    
τὴν ἀρχὴν ἐχαρίσατο· δι' αὐτοῦ γὰρ βασιλεῖς βασιλεύουσι καὶ
Line of edition: 2    
τύραννοι κρατοῦσι γῆς· ἀναγκάζεις δέ με 1 ζῶντα Θεὸν ἐγκαταλιπεῖν
Line of edition: 3    
καὶ λίθοις προσκυνεῖν ἀψύχοις" ῾Ο οὖν δικαστὴς πολλῇ
Line of edition: 4    
διασκέψει πρότερον ἐκδοὺς ἑαυτὸν ἔπειτα· "Τί θέλεις· ϕησίν,
Line of edition: 5    
εἶναι μεθ' ἡμῶν μετὰ τοῦ Χριστοῦ σου," Τούτῳ ἐκεῖνος οὐδὲ
Line of edition: 6    
βραχὺν ἀναμείνας χρόνον οὐδὲ τὸ πρᾶγμα σκέψεως εἶναι νομίσας
Line of edition: 7    
ἄξιον, ἀλλ' οἷα δὴ καὶ μεμϕόμενος τὸν ἡγεμόνα τῆς ἐρωτήσεως
Line of edition: 8    
θαρραλέᾳ καὶ ψυχῇ καὶ ϕωνῇ "μετὰ τοῦ Χριστοῦ μου" ἔϕη "καὶ
Line of edition: 9    
ἤμην καί εἰμι καὶ ἔσομαι." Εἰδὼς οὖν δικάζων, ὅτι μηδὲν ἀνύει,
Line of edition: 10    
ἀλλ' ἀπαγορεύει μᾶλλον αὐτὸς τὰς κολάσεις ἐπάγων ἅγιος
Line of edition: 11    
πρὸς τὴν τῶν ἐπαγομένων ὑπομονήν, τὸν διὰ πυρὸς αὐτοῦ
Line of edition: 12    
καταψηϕίζεται θάνατον, οὕτως εἰπών· "Θεόδωρον ἀπειθήσαντα
Line of edition: 13    
μὲν τῷ κράτει τῶν καλλινίκων βασιλέων καὶ τῶν θεῶν, πιστεύσαντα
Line of edition: 14    
δὲ τῷ ἐσταυρωμένῳ, πυρὶ παραδοθῆναι κελεύω." ῾Ως οὖν
Line of edition: 15    
ἀπεϕήνατο μόνον, θᾶττον ἐλέχθη τὸ ἔργον ἠνύετο· τῶν γὰρ
Line of edition: 16    
δημίων ξύλα παραχρῆμα συνενεγκόντων, συλλαβόντες τὸν μακάριον
Line of edition: 17    
οἱ πρὸς ταῦτα κελευσθέντες ὑπηρετεῖν, ἐπὶ τὸν τεταγμένον
Line of edition: 18    
ἤγαγον τόπον.

Next part



This text is part of the TITUS edition of Legendae Sanctorum militarium.

Copyright TITUS Project, Frankfurt a/M, 30.11.2024. No parts of this document may be republished in any form without prior permission by the copyright holder.