TITUS
Legendae Sanctorum militarium
Part No. 42
Previous part

Chapter: 11  
Line of edition: 19    11. ᾽Επεὶ δὲ ἤδη καὶ τὸ πῦρ ἀνήϕθη, εὐθὺς περιτιθέασιν αὐτῷ
Line of edition: 20    
καὶ ὄργανα τὰ πρὸς τὴν πυρὰν ἐπιτήδεια. Μελλόντων δὲ καὶ
Line of edition: 21    
προσηλοῦν, οὐκ ἀνίει· "῎Αϕετέ με, λέγων· γὰρ δοὺς οὐδὲν
Line of edition: 22    
ἀγεννὲς πρὸς τὴν τοῦ πυρὸς ὑπομεῖναι θέαν, αὐτὸς δώσει
Line of edition: 23    
πάντως καὶ τῆς τῶν ἥλων ἐκτὸς 2 ἀσϕαλείας τὴν τοῦ πυρὸς
Line of edition: 24    
ὑποστῆναι καῦσιν." Ταύτῃ τοι καὶ οὐ καθήλωσαν μέν, προσέδησαν
Line of edition: 25    
δέ· καὶ ὃς τὴν σϕραγῖδα τῷ μετώπῳ ἐπιβαλὼν ἡδύ
Line of edition: 26    
τε ἰδὼν εἰς τὸν οὐρανόν· "Κύριε Θεός, εἶπεν, παντοκράτωρ,
Line of edition: 27    
τοῦ υἱοῦ τοῦ ἀγαπητοῦ σου πατήρ, δι' οὗ τὴν ἐπίγνωσιν
Line of edition: 28    
τε καὶ ἐπαγωγὴν τὴν εἰς σὲ ἐσχήκαμεν, θεὲ τῶν δυνάμεων, θεὲ
Line of edition: 29    
πάσης κτίσεως καὶ παντὸς ἔθνους, οἳ ζῶσιν ἐνώπιόν σου, εὐλογῶ
Line of edition: 30    
σε, ὅτι με κατηξίωσας μερίδα 3 σχεῖν μετὰ τῶν ἁγίων σου
Line of edition: 31    
μαρτύρων 4 ἐν τῷ ποτηρίῳ τοῦ Χριστοῦ σου εἰς ἀνάστασιν ζωῆς
Page of edition: 146  Line of edition: 1    
αἰωνίου ψυχῆς τε καὶ σώματος· διὸ προσδεχθείην ἐνώπιόν σου
Line of edition: 2    
σήμερον ἐν θυσίᾳ πίονι, καθὼς προητοίμασας καὶ ἐπλήρωσας
Line of edition: 3    
ἀψευδὴς καὶ ἀληθινὸς Θεὸς ἡμῶν· δὸς δέ, Κύριε, καὶ τοὺς
Line of edition: 4    
συγκατασχεθέντας μοι τήρωνας τῶν ἴσων ἐμοὶ κοινωνῆσαι
Line of edition: 5    
βραβείων." Οὕτως εὐξάμενος εἰς τὸ πλῆθος ἀπεῖδε· καὶ εὐθὺς
Line of edition: 6    
Κλεόνικον τὸν συλληϕθέντα αὐτῷ τήρωνα ἐπίλυπόν τε καὶ δεδακρυμένον
Line of edition: 7    
ἰδών, μέγα ἐμβοήσας· "Κλεόνικε, περιμένω σε,
Line of edition: 8    
ϕησίν, ἀκολούθει μοι, ἵν' ὥσπερ ἐπὶ ταύτας τῆς προσκαίρου ζωῆς
Line of edition: 9    
οὐ διέστη μεν, οὕτως δὴ καὶ τὴν αἰώνιον ζήσομεν ἀλλήλοις
Line of edition: 10    
συνόντες." Οὕτως εἰπὼν τῇ εὐχῇ πάλιν δίδωσι· "Κύριε,
Line of edition: 11    
λέγων, καὶ θεὲ παντοκράτορ, τὸν ἀγῶνα τόνδε διὰ τοῦ μονογενοῦς
Line of edition: 12    
σοῦ υἱοῦ, κυρίου δὲ ἡμῶν ᾽Ιησοῦ Χριστοῦ τῇ δυνάμει τῇ
Line of edition: 13    
σῇ νικῆσαι με καταξιώσας, πρόσδεξαί μου τὴν ψυχὴν ἐν
Line of edition: 14    
εἰρήνῃ, ὅτι σοι πρέπει δόξα σὺν τῷ υἱῷ καὶ τῷ παναγίῳ σου
Line of edition: 15    
πνεύματι" Διατελέσας δὲ τὴν εὐχὴν ἐϕάλλεται τῇ πυρᾷ καὶ
Line of edition: 16    
ὥσπερ οὐδενὸς αὐτὸν πιέζοντος λυπηροῦ, οὐ μόνον ἄνετός τε καὶ
Line of edition: 17    
ἀτάραχος ἦν, ἀλλὰ καὶ ὕμνον ἐῴκει τινὰ ὑπᾴδειν τοῖς χείλεσι·
Line of edition: 18    
καὶ οὕτως ἡσυχῇ τὸ πνεῦμα παρατίθησι τῷ Θεῷ.

Next part



This text is part of the TITUS edition of Legendae Sanctorum militarium.

Copyright TITUS Project, Frankfurt a/M, 30.11.2024. No parts of this document may be republished in any form without prior permission by the copyright holder.