TITUS
Legendae Sanctorum militarium
Part No. 45
Previous part

Chapter: 14  
Line of edition: 24    14. Κωνσταντίνου γάρ, οὗπερ ἄρτι μνήμην ἐθέμεθα, καὶ τῶν
Line of edition: 25    
ἄλλων τῶν ἐπ' εὐσεβείᾳ γνωριζομένων τὸν βίον μεταθεμένων, οὐ
Line of edition: 26    
πολὺ τὸ ἐν μέσῳ καὶ βασιλεὺς ἀναδείκνυται, εἴ γε δεῖ βασιλέα
Line of edition: 27    
καλεῖν ἐκεῖνον τὸν δραπέτην οἴμοι τῆς εὐσεβείας γενόμενον καὶ
Line of edition: 28    
κακίας ὑπηρέτην πάσης καὶ ἀσεβείας παρ' ὁντιναοῦν ἄλλον
Line of edition: 29    
ἀναϕανέντα καὶ τοῦ ἰδίου δεσπότου καὶ Θεοῦ καταϕρυαξάμενον,
Line of edition: 30    
τὸν θεομισῆ λέγω καὶ πάντολμον ᾽Ιουλιανόν· ὃς τὴν ἀληθῆ χριστιανῶν
Line of edition: 31    
πίστιν ἐξαρνησάμενος, ὥσπερ οὐδὲν κοινὸν πρὸς τοιαύτην
Page of edition: 148  Line of edition: 1    
ψυχὴν καὶ γνώμην ἔχουσαν, τῇ ματαίᾳ τῶν εἰδώλων προστίθεται
Line of edition: 2    
πλάνῃ· ἣν εὖ κειμένην ἐκεῖνος κακῶς ἀνιστᾷ καὶ καλῶς παυθεῖσαν
Line of edition: 3    
ἀνανεοῖ πάλιν μετὰ πολλοῦ τοῦ πόνου καὶ τῆς ἐπιμελείας, ὥσπερ
Line of edition: 4    
ἀναπληρῶν αὐτῇ τὸ μεταξὺ τῶν χρόνων ὑστέρημα καὶ μαρᾶνα.
Line of edition: 5    
ϕιλονεικῶν τὰ θεῖα τῆς εὐσεβείας νεόϕυτα καὶ τὴν ἀρτιθαλῆ
Line of edition: 6    
πίστιν τό γε εἰς αὐτὸν ἧκον ῥίζαις αὐταῖς ἐξελεῖν βουλόμενος·
Line of edition: 7    
ταύτῃ τοι καὶ διωγμὸν ἐγείρει τῶν πώποτε μνημονευομένων
Line of edition: 8    
ἀγριώτερον καὶ κακοτεχνότερον· ᾽Επεὶ δὲ πολλοὺς πολλαῖς
Line of edition: 9    
τιμωρίαις ὑποβαλὼν ἥκιστα πειθομένους ἑώρα καὶ τοῖς αὐτοῦ
Line of edition: 10    
θελήμασιν εἴκοντας, ἐπὶ τὸν δόλον καὶ τὰς τέχνας ἐχώρει καὶ
Line of edition: 11    
τῆς λεοντῆς, λέγεται, μὴ ἐξικνουμένης, καὶ τὴν ἀλωπεκῆν
Line of edition: 12    
προσετίθει· πολλὰ μὲν οὖν καὶ ἄλλα ἐπιτηδεύει, γονιμώτατός τε
Line of edition: 13    
καὶ ϕιλοτιμότατος ὤν τοῖς τεχνάσμασιν, ἔπειτα δὲ καὶ τοιοῦτόν τι
Line of edition: 14    
ἐπινοεῖ, καὶ μόνον πραχθὲν ἱκανὸν ἦν αὐτοῦ τὴν πανουργίαν
Line of edition: 15    
ἀποδεῖξαι ἀμίμητον καὶ οἶον τι γεῦμα γενέσθαι ψυχῆς οὐδὲν
Line of edition: 16    
ἐλεύθερον ἐχούσης οὐδὲ γενναῖον· εἰδὼς γὰρ βδελυρὸς ἐκεῖνος,
Line of edition: 17    
ἃς ἀϕιεροῦσι Θεῷ οἱ χριστιανοί τῶν νηστειῶν ἡμέρας ὅπως 1
Line of edition: 18    
οἶον τε καθαρὰς αὐτὰς διαϕυλάττειν σπουδάζουσιν, οὐδενὸς τῶν
Line of edition: 19    
περιττῶν ὅτι μὴ μόνον τῶν ἀναγκαίων ἀπογευόμενοι καὶ μάλιστα
Line of edition: 20    
κατὰ τὴν πρώτην τῶν νηστειῶν τούτων ἑβδομάδα, καθ' ἣν οἱ
Line of edition: 21    
πλείους τῶν ϕιλαρέτων καὶ ἄσιτοι τὸ παράπαν διατελοῦσιν, ἐπεὶ
Line of edition: 22    
καὶ πᾶς ἁπτόμενοι πράγματος θερμότερον αὐτῷ τὴν ἀρχὴν προσβάλλει,
Line of edition: 23    
-- τοῦτο ἐκεῖνος εἰδὼς τὸν τῆς πόλεως ἔπαρχον μετακαλεσάμενος,
Line of edition: 24    
τῆς αὐτῆς αὐτῷ κοινωνοῦντα θρησκείας· "᾽Επεί,
Line of edition: 25    
ϕησίν, τά τε ἄλλα κακοδαιμονοῦντας Βυζαντίους καὶ εἰς τοὺς θεοὺς
Line of edition: 26    
ἐξυβρίζοντας οὐδένα τρόπον αὐτοὺς μεταπείσειν οἷοί τε γεγόναμεν,
Line of edition: 27    
οὔτε γὰρ ἀπειλαῖς ἐϕοβήσαμεν, οὐ βασάνοις ἐνδοῦναι παρεσκευάσαμεν,
Line of edition: 28    
οὐ τιμαῖς τε καὶ δωρεαῖς αποστῆσαι τῶν δεδογμένων
Line of edition: 29    
ἰσχύσαμεν, οὐκ ἄλλο τι πρὸς θεραπείαν τῆς νόσου ταύτης ἐϕευρεῖν
Line of edition: 30    
ἠδυνήθημεν, εἰς νοῦν ἐπῆλθέ μοι νῦν, καὶ μὴ βουλομένους
Line of edition: 31    
πείσει τῶν θυσιῶν ἀπογεύσασθαι· ἐπεὶ γὰρ αἱ ἀποτεταγμέναι
Page of edition: 149  Line of edition: 1    
τούτοις εἰς νηστείαν ἡμέραι πάρεισι, νῦν γενέσθω 1 σοι σϕόδρα
Line of edition: 2    
ἐπιμελὲς μηδ' ὁτιοῦν ἐϕεῖναι μηδενὶ βρωτὸν ποτὸν ὤνιον εἰς
Line of edition: 3    
τὴν ἀγορὰν προθεῖναι, ἀλλ' ἐκεῖνα μὲν πάντα περιελεῖν, ἐκ δὲ
Line of edition: 4    
τῶν εἰς θυσίαν ἡμῖν προσϕερομένων ἐκθεῖναι καὶ εὐώνως ταῦτα
Line of edition: 5    
λαμβάνειν τοὺς βουλομένους παρασκευάσαι· ὅπερ ὡς ἔϕημεν
Line of edition: 6    
γεγονός, ἀνάγκη πάντας τῶν θυσιῶν αὐτοὺς ἀπογεύσασθαι
Line of edition: 7    
ἐπιγνόντας καὶ μὴ χρήσασθαι βουλομένους θήραμα τοῦ λιμοῦ
Line of edition: 8    
γενέσθαι, μηδαμόθεν ἄλλοθεν ἐπισιτίσασθαι δυναμένους." Ταῦτα
Line of edition: 9    
τὸν τοῦ παρανόμου βασιλέως παρανομώτερον ὑπηρέτην ἀκηκοότα
Line of edition: 10    
ϕάναι λέγεται· "θεόθεν σοι, βασιλεῦ, καὶ οὐκ ἄλλοθεν ἀτεχνῶς
Line of edition: 11    
τὸ ἐνθύμημα."

Next part



This text is part of the TITUS edition of Legendae Sanctorum militarium.

Copyright TITUS Project, Frankfurt a/M, 30.11.2024. No parts of this document may be republished in any form without prior permission by the copyright holder.