TITUS
Legendae Sanctorum militarium
Part No. 46
Previous part

Chapter: 15  
Line of edition: 12    15. Οὕτως οὖν κοινολογησάμενοι καὶ τὰ τῆς βουλῆς ὥσπερ
Line of edition: 13    
εἶχον δεινότατα σκαιωρήσαντες, εὐέλπιδες ἦσαν αἱρήσειν χριστιανοὺς
Line of edition: 14    
οἰόμενοι· ἀλλ' οὐκ ἦν τοῦτο τῆς Χριστοῦ ἄκρας χρηστότητος
Line of edition: 15    
οὐδὲ κηδεμονίας ἐκείνου τῆς πρὸς ἡμᾶς, τὸ παριδεῖν
Line of edition: 16    
οὕτω τὴν ἀνομίαν ὑψῶσαι κεϕαλὴν καθ' ἡμῶν καὶ τῆς εὐσεβείας
Line of edition: 17    
κατακαυχήσασθαι· διὰ ταῦτα κινδύνῳ περιπίπτουσιν ἡμῖν ἀϕανεῖ
Line of edition: 18    
τὸν λαμπρὸν ἐν μάρτυσιν ἐπιπέμπει, τὴν ἄμαχον προστασίαν,
Line of edition: 19    
τὴν ὀξεῖαν βοήθειαν, τὸ Θεοῦ δῶρον, τὸν μέγαν Θεόδωρον· ὃς
Line of edition: 20    
ἐπιστὰς τῷ τηνικαῦτα τῆς ἐκκλησίας ἀρχιερέα καὶ ἐπισκόπῳ,
Line of edition: 21    
οὐκ ὄναρ ἀλλ' ὕπαρ ἐπιϕαινόμενος, "᾽Ιουλιανος μιαρὸς"
Line of edition: 22    
ἔϕη "διετάξατο βασιλεὺς κατὰ τὴν πρώτην ἑβδομάδα τῶν
Line of edition: 23    
νηστειῶν περιαιρεθῆναι μὲν τὴν κατὰ τὴν ἀγορὰν προβεβλημένην
Line of edition: 24    
καθαρὰν βρῶσιν, προτεθῆναι δὲ μεμιασμένην αἵματι καὶ λύθρῳ
Line of edition: 25    
τῶν ἐναγῶν θυσιῶν· ἀλλὰ σὺ τοῦτο εἰς νοῦν βαλόμενος 2 διαμάρτυραι
Line of edition: 26    
τῷ λαῷ μηδένα τῶν τῇ ἀγορᾷ προτεθέντων βρωμάτων
Line of edition: 27    
πομάτων μηδ' ὁτιοῦν ὠνήσασθαι." Τοῦ δὲ "καὶ πῶς ἔσται
Line of edition: 28    
δυνατὸν" ἐρομένου "τοῖς ἐνδεέσι καὶ μηδεμιᾶς ἡμέρας προαποτεθειμένην
Line of edition: 29    
ἔχουσι τὴν τροϕήν·" μάρτυς ἅμα μὲν τὴν ἀπορίαν
Line of edition: 30    
ἰώμενος, ἅμα δὲ καὶ γνωρίσαι βουλόμενος, ὅστις εἴη "κόλυβα,
Line of edition: 31    
ϕησίν, αὐτοῖς παρασχόμενος, ταύτῃ τὴν ἔνδειαν παραμυθήσασθαι
Page of edition: 150  Line of edition: 1    
σπούδασον." Εἶτα τοῦ πατριάρχου πάλιν 1 πυθομένου, τί δ' ἂν
Line of edition: 2    
εἴη τὰ κόλυβα ταῦτα, "οὐδὲ γὰρ ἔγνωσταί μοι, ϕησίν, τὸ
Line of edition: 3    
ὄνομα," ἅγιος· "Σῖτον ἑψήσας" ἔϕη "διάνειμαι τοῦτον εἰς
Line of edition: 4    
βρῶσιν· -- οὕτω γὰρ ἐγχωρίως τὸν ἑϕθὸν σῖτον ἐν Εὐχαίτοις
Line of edition: 5    
καλεῖν σύνηθες -- ἐμὲ δὲ εἶναι Θεόδωρον ἴσθι τὸν κατὰ τὴν
Line of edition: 6    
'Αμάσειαν τὴν πρὸς Πόντον ὑπὲρ Χριστοῦ μαρτυρήσαντα· ὑϕ' οὗ
Line of edition: 7    
καὶ ἀπέσταλμαι νῦν σωτὴρ ὑμέτερος, τῆς τοῦ πονηροῦ ἐνέδρας
Line of edition: 8    
καὶ μηχανῆς ῥυσόμενος."

Next part



This text is part of the TITUS edition of Legendae Sanctorum militarium.

Copyright TITUS Project, Frankfurt a/M, 30.11.2024. No parts of this document may be republished in any form without prior permission by the copyright holder.