TITUS
Legendae Sanctorum militarium
Part No. 47
Previous part

Chapter: 16  
Line of edition: 9    16. Ταῦτα τὸν ἀρχιερέα μαθόντα ἡδονῆς ἅμα καὶ θαύματος
Line of edition: 10    
ἔμπλεω γενέσθαι καὶ τοὺς τὴν βασιλίδα ταύτην πόλιν οἰκοῦντας
Line of edition: 11    
χριστιανοὺς μετακαλεσάμενον, τὰ τοῦ ἁγίου αὐτοῖς ὡς ἤκουσεν,
Line of edition: 12    
ἐπισκῆψαι· κἀκείνους ἀκριβῶς ϕυλάξαι τὰ κελευσθέντα. Πέρας
Line of edition: 13    
οὖν ἤδη τῆς ἑβδομάδος ἐχούσης, ἐπεὶ τύραννος ἔγνω εἰς οὐδὲν
Line of edition: 14    
τὰ τῆς ἐπινοίας χωρήσαντα, ἐξαιρεθῆναι μὲν τῆς ἀγορᾶς τὰ
Line of edition: 15    
μεμιασμένα βρώματα, προτεθῆναι δὲ τὰ συνήθη πάλιν προστάττει,
Line of edition: 16    
πολὺν ἐκεῖνος γέλωτα τῆς ἀποτυχίας ὀϕλήσας, ὥσπερ
Line of edition: 17    
ἄρα καὶ ἦν ἄξιον. ᾽Εκ τούτου τί συνέβαινεν; ἐκεῖνον μὲν ἀθυμίας
Line of edition: 18    
πάσης πληρωθῆναι καὶ σκυθρωπότητος, τοὺς δὲ τῆς αὐτοῦ
Line of edition: 19    
ἐνέδρας αἰσθομένους χριστιανοὺς καὶ κρείττους ὀϕθέντας αὐτοὺς
Line of edition: 20    
τῇ βοηθείᾳ τοῦ μάρτυρος, ὡς κηδεμόνι τὴν σωτηρίαν λογιζομένους
Line of edition: 21    
πάνδημον αὐτῷ συστήσασθαι τὴν πανήγυριν· καὶ οὕτως
Line of edition: 22    
ἐπικρατῆσαι ἄχρι καὶ τήμερον δι' ἔτους ἡμᾶς τὴν καλὴν ταύτην
Line of edition: 23    
ἑορτὴν ἐκτελεῖν οἷα σωτῆρι τῷ μάρτυρι κατὰ τὴν ἕκτην ἡμέραν
Line of edition: 24    
τῆς πρώτης ἑβδομάδος τῶν νηστειῶν, εὐχαριστήρια ἑορτάζοντας
Line of edition: 25    
εἰς δόξαν τοῦ τοῖς αὐτοῦ μέλεσιν ἐνδοξασθέντος Χριστοῦ τοῦ
Line of edition: 26    
Θεοῦ ἡμῶν, πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις νῦν καὶ
Line of edition: 27    
ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.




Next part



This text is part of the TITUS edition of Legendae Sanctorum militarium.

Copyright TITUS Project, Frankfurt a/M, 30.11.2024. No parts of this document may be republished in any form without prior permission by the copyright holder.