TITUS
Legendae Sanctorum militarium
Part No. 48
Previous part

Text: Mart._Theod.Strat.  
Martyrium Theodori Stratelatis

Versio A


On the basis of the edition by
Hippolyte Delehaye,
Les légendes grecques des saints militaires,
Paris 1909,
p. 151-167 (Appendice III)




Page of edition: 151  Line of edition: 1       ΜΑΡΤΥΡΙΟΝ ΤΟΥ ΑΓΙΟΥ ΜΕΓΑΛΟΜΑΡΤΥΡΟΣ
Line of edition: 2       
ΘΕΟΔΩΡΟΥ ΤΟΥ ΣΤΡΑΤΗΑΑΤΟΥ

Chapter: 1  
Line of edition: 3    
1. Λικιννίου τοῦ δυσσεβοῦς ἄρτι παρὰ Μαξιμιανοῦ καὶ τὸ
Line of edition: 4    
σκῆπτρον ὁμοῦ τῆς ῾Ρωμαίων ἀρχῆς καὶ τὴν περὶ τοὺς δαίμονας
Line of edition: 5    
θεραπείαν τε καὶ σπουδὴν καὶ τὴν κατὰ χριστιανῶν διαδεξαμένου
Line of edition: 6    
μανίαν, δεινὸς αὖθις κατὰ τῶν εὐσεβῶν δεινὸς καὶ τῶν προλαβόντων
Line of edition: 7    
βαρύτερος συνεκροτεῖτο πόλεμος· γράμματα δὲ καὶ προθέματα
Line of edition: 8    
κατὰ πᾶσαν τὴν ὑποτελῆ ῾Ρωμαίοις ἐϕοίτα ϕόβου καὶ ἀπειλῆς
Line of edition: 9    
τιμῆς τε ἅμα καὶ δωρεῶν καὶ τῶν ἄλλων ἀγαθῶν καὶ ἐπαγγελιῶν
Line of edition: 10    
μεστά· ἔλεγε γοῦν τὰ προθέματα ὡς, ὅσοι τὸν βασιλέως
Line of edition: 11    
μεν αἰδοῦνται νόμον καὶ τοῖς ἑλληνικοῖς τελοῦνται θεοῖς, τοσούτῳ
Line of edition: 12    
τιμῇ καὶ πλούτῳ καὶ τῇ διὰ πάντων εὐτυχίᾳ τῶν ἄλλων προέξουσιν,
Line of edition: 13    
ὅσῳ καὶ τῇ περὶ ταῦτα σπουδῇ τε καὶ θεραπείᾳ διαϕέρειν
Line of edition: 14    
ἀλλήλων σπουδάζουσιν· ὅσοι δὲ τούτου μὲν καὶ τῶν τούτου
Line of edition: 15    
νόμων τε καὶ θεῶν κατερρᾳθυμήκασι, τὰ δὲ τῶν Γαλιλαίων
Line of edition: 16    
ἀσπάζοιντο, τούτοις μεταμανθάνουσι μὲν τὴν δόξαν καὶ μετατιθεμένοις
Line of edition: 17    
τὴν θεοσέβειαν ἀρχαί τε καὶ ἀξιωμάτων ὑπεροχαὶ καὶ
Line of edition: 18    
πλούτου τι χρῆμα πρὸς βασιλέως ἔσται πολὺ καὶ τὰ πρῶτα τῶν
Line of edition: 19    
αὑτοῦ ϕίλων εἶναι· ἔστι δὲ οἷς καὶ ἔθνος ἐπιτραπῆναι ὅλον καὶ τὸ
Line of edition: 20    
λοιπὸν εὐδαίμονα ζῆσαι τὴν παρ' αὐτοῖς καὶ πανολβίαν ζωήν·
Line of edition: 21    
οἷς δὲ τε λογισμὸς ἔρρωται καὶ οὐδὲν ἧττον καὶ τούτων
Line of edition: 22    
προτεινομένων ἐγκαρτεροῖεν τοῖς δόγμασι, πάντων ἠπείλει τὰ
Line of edition: 23    
ϕρικωδέστατα, βάσανοι πολλαί τε καὶ χαλεπαὶ καὶ μελῶν ἐκκοπαὶ
Line of edition: 24    
καὶ τὸ τελευταῖον θάνατος, μᾶλλον δὲ κέρδος μὲν οὐ σμικρὸν
Page of edition: 152  Line of edition: 1    
θάνατος. ᾽Επεὶ οὖν Λικιννίῳ τοὐναντίον κατὰ νοῦν ἐχώρει τὰ
Line of edition: 2    
πράγματα καὶ καταγέλαστος ὡρᾶτο καὶ κολακεύων καὶ βιαζόμενος,
Line of edition: 3    
ἑτέραν πονηρὸς ἐτράπετο. Τοῦ μὲν γὰρ πολλοῦ πλήθους
Line of edition: 4    
τὸν τούτου πρόθυμον ὑπουργὸν βασιλέα πέπεικε [[ϕείδεσθαι 1]]
Line of edition: 5    
τοὺς δ' ἕκαστα πανταχοῦ προέχοντας ἔν τε στρατιωτικοῖς καὶ
Line of edition: 6    
πολιτικοῖς καταλόγοις ὥσπερ τινὰς τῶν ἀσταχύων προεστηκότας
Line of edition: 7    
ἐκτέμνειν ἤγουν μεταπείθειν κατὰ πᾶσαν ὑποτίθησι μηχανήν·
Line of edition: 8    
ὡς λίαν τοῦτο δεινῶς δόλιος· γὰρ μεγάλους νικᾶν ὑπὸ μεγάλων
Line of edition: 9    
2 ἡττᾶσθαι, ἄλλως τε καὶ τούτων ἐκ μέσου καθ' ὁντιναοῦν
Line of edition: 10    
τρόπον καθισταμένων, οὕτω πάντως ῥᾳδίως καὶ τὸ λοιπὸν εὐχείρωτον
Line of edition: 11    
ἔσεσθαι. Οὕτως γενναῖος χορὸς ἐν Σεβαστείᾳ ἀνήρπαστο
Line of edition: 12    
τῶν τεσσαράκοντα, οὕτως οἱ ἑβδομήκοντα, καὶ πάλιν οἱ τριακόσιοι
Line of edition: 13    
ἐν Μακεδονίᾳ.

Next part



This text is part of the TITUS edition of Legendae Sanctorum militarium.

Copyright TITUS Project, Frankfurt a/M, 30.11.2024. No parts of this document may be republished in any form without prior permission by the copyright holder.