TITUS
Novum Testamentum graece
Part No. 86
Previous part

Chapter: 18 
Verse: 1    Ταῦτα εἰπὼν ᾽Ιησοῦς ἐξῆλϑεν σὺν τοῖς μαϑηταῖς αὐτοῦ πέραν τοῦ χειμάρρου τοῦ Κεδρὼν ὅπου ἦν κῆπος, εἰς ὃν εἰσῆλϑεν αὐτὸς καὶ οἱ μαϑηταὶ αὐτοῦ.
Verse: 2    
ᾔδει δὲ καὶ ᾽Ιούδας παραδιδοὺς αὐτὸν τὸν τόπον, ὅτι πολλάκις συνήχϑη ᾽Ιησοῦς ἐκεῖ μετὰ τῶν μαϑητῶν αὐτοῦ.
Verse: 3    
οὖν ᾽Ιούδας λαβὼν τὴν σπεῖραν καὶ ἐκ τῶν ἀρχιερέων καὶ [ἐκ] τῶν Φαρισαίων ὑπηρέτας ἔρχεται ἐκεῖ μετὰ ϕανῶν καὶ λαμπάδων καὶ ὅπλων.
Verse: 4    
᾽Ιησοῦς οὖν εἰδὼς πάντα τὰ ἐρχόμενα ἐπ' αὐτὸν ἐξῆλϑεν καὶ λέγει αὐτοῖς, Τίνα ζητεῖτε;
Verse: 5    
ἀπεκρίϑησαν αὐτῷ, ᾽Ιησοῦν τὸν Ναζωραῖον. λέγει αὐτοῖς, ᾽Εγώ εἰμι. εἱστήκει δὲ καὶ ᾽Ιούδας παραδιδοὺς αὐτὸν μετ' αὐτῶν.
Verse: 6    
ὡς οὖν εἶπεν αὐτοῖς, ᾽Εγώ εἰμι, ἀπῆλϑον εἰς τὰ ὀπίσω καὶ ἔπεσαν χαμαί.
Verse: 7    
πάλιν οὖν ἐπηρώτησεν αὐτούς, Τίνα ζητεῖτε; οἱ δὲ εἶπαν, ᾽Ιησοῦν τὸν Ναζωραῖον.
Verse: 8    
ἀπεκρίϑη ᾽Ιησοῦς, Εἶπον ὑμῖν ὅτι ἐγώ εἰμι· εἰ οὖν ἐμὲ ζητεῖτε, ἄϕετε τούτους ὑπάγειν·
Verse: 9    
ἵνα πληρωϑῇ λόγος ὃν εἶπεν ὅτι Οὓς δέδωκάς μοι οὐκ ἀπώλεσα ἐξ αὐτῶν οὐδένα.
Verse: 10    
Σίμων οὖν Πέτρος ἔχων μάχαιραν εἵλκυσεν αὐτὴν καὶ ἔπαισεν τὸν τοῦ ἀρχιερέως δοῦλον καὶ ἀπέκοψεν αὐτοῦ τὸ ὠτάριον τὸ δεξιόν. ἦν δὲ ὄνομα τῷ δούλῳ Μάλχος.
Verse: 11    
εἶπεν οὖν ᾽Ιησοῦς τῷ Πέτρῳ, Βάλε τὴν μάχαιραν εἰς τὴν ϑήκην· τὸ ποτήριον δέδωκέν μοι πατὴρ οὐ μὴ πίω αὐτό;
Verse: 12    
῾Η οὖν σπεῖρα καὶ χιλίαρχος καὶ οἱ ὑπηρέται τῶν ᾽Ιουδαίων συνέλαβον τὸν ᾽Ιησοῦν καὶ ἔδησαν αὐτὸν
Verse: 13    
καὶ ἤγαγον πρὸς ῞Ανναν πρῶτον· ἦν γὰρ πενϑερὸς τοῦ Καϊάϕα, ὃς ἦν ἀρχιερεὺς τοῦ ἐνιαυτοῦ ἐκείνου·
Verse: 14    
ἦν δὲ Καϊάϕας συμβουλεύσας τοῖς ᾽Ιουδαίοις ὅτι συμϕέρει ἕνα ἄνϑρωπον ἀποϑανεῖν ὑπὲρ τοῦ λαοῦ.
Verse: 15    
᾽Ηκολούϑει δὲ τῷ ᾽Ιησοῦ Σίμων Πέτρος καὶ ἄλλος μαϑητής. δὲ μαϑητὴς ἐκεῖνος ἦν γνωστὸς τῷ ἀρχιερεῖ, καὶ συνεισῆλϑεν τῷ ᾽Ιησοῦ εἰς τὴν αὐλὴν τοῦ ἀρχιερέως,
Verse: 16    
δὲ Πέτρος εἱστήκει πρὸς τῇ ϑύρᾳ ἔξω. ἐξῆλϑεν οὖν μαϑητὴς ἄλλος γνωστὸς τοῦ ἀρχιερέως καὶ εἶπεν τῇ ϑυρωρῷ καὶ εἰσήγαγεν τὸν Πέτρον.
Verse: 17    
λέγει οὖν τῷ Πέτρῳ παιδίσκη ϑυρωρός, Μὴ καὶ σὺ ἐκ τῶν μαϑητῶν εἶ τοῦ ἀνϑρώπου τούτου; λέγει ἐκεῖνος, Οὐκ εἰμί.
Verse: 18    
εἱστήκεισαν δὲ οἱ δοῦλοι καὶ οἱ ὑπηρέται ἀνϑρακιὰν πεποιηκότες, ὅτι ψῦχος ἦν, καὶ ἐϑερμαίνοντο· ἦν δὲ καὶ Πέτρος μετ' αὐτῶν ἑστὼς καὶ ϑερμαινόμενος.
Verse: 19    
῾Ο οὖν ἀρχιερεὺς ἠρώτησεν τὸν ᾽Ιησοῦν περὶ τῶν μαϑητῶν αὐτοῦ καὶ περὶ τῆς διδαχῆς αὐτοῦ.
Verse: 20    
ἀπεκρίϑη αὐτῷ ᾽Ιησοῦς, ᾽Εγὼ παρρησίᾳ λελάληκα τῷ κόσμῳ· ἐγὼ πάντοτε ἐδίδαξα ἐν συναγωγῇ καὶ ἐν τῷ ἱερῷ, ὅπου πάντες οἱ ᾽Ιουδαῖοι συνέρχονται, καὶ ἐν κρυπτῷ ἐλάλησα οὐδέν.
Verse: 21    
τί με ἐρωτᾷς; ἐρώτησον τοὺς ἀκηκοότας τί ἐλάλησα αὐτοῖς· ἴδε οὗτοι οἴδασιν εἶπον ἐγώ.
Verse: 22    
ταῦτα δὲ αὐτοῦ εἰπόντος εἷς παρεστηκὼς τῶν ὑπηρετῶν ἔδωκεν ῥάπισμα τῷ ᾽Ιησοῦ εἰπών, Οὕτως ἀποκρίνῃ τῷ ἀρχιερεῖ;
Verse: 23    
ἀπεκρίϑη αὐτῷ ᾽Ιησοῦς, Εἰ κακῶς ἐλάλησα, μαρτύρησον περὶ τοῦ κακοῦ· εἰ δὲ καλῶς, τί με δέρεις;
Verse: 24    
ἀπέστειλεν οὖν αὐτὸν ῞Αννας δεδεμένον πρὸς Καϊάϕαν τὸν ἀρχιερέα.
Verse: 25    
῏Ην δὲ Σίμων Πέτρος ἑστὼς καὶ ϑερμαινόμενος. εἶπον οὖν αὐτῷ, Μὴ καὶ σὺ ἐκ τῶν μαϑητῶν αὐτοῦ εἶ; ἠρνήσατο ἐκεῖνος καὶ εἶπεν, Οὐκ εἰμί.
Verse: 26    
λέγει εἷς ἐκ τῶν δούλων τοῦ ἀρχιερέως, συγγενὴς ὢν οὗ ἀπέκοψεν Πέτρος τὸ ὠτίον, Οὐκ ἐγώ σε εἶδον ἐν τῷ κήπῳ μετ' αὐτοῦ;
Verse: 27    
πάλιν οὖν ἠρνήσατο Πέτρος· καὶ εὐϑέως ἀλέκτωρ ἐϕώνησεν.
Verse: 28    
῎Αγουσιν οὖν τὸν ᾽Ιησοῦν ἀπὸ τοῦ Καϊάϕα εἰς τὸ πραιτώριον· ἦν δὲ πρωί· καὶ αὐτοὶ οὐκ εἰσῆλϑον εἰς τὸ πραιτώριον, ἵνα μὴ μιανϑῶσιν ἀλλὰ ϕάγωσιν τὸ πάσχα.
Verse: 29    
ἐξῆλϑεν οὖν Πιλᾶτος ἔξω πρὸς αὐτοὺς καὶ ϕησίν, Τίνα κατηγορίαν ϕέρετε κατὰ τοῦ ἀνϑρώπου τούτου;
Verse: 30    
ἀπεκρίϑησαν καὶ εἶπαν αὐτῷ, Εἰ μὴ ἦν οὗτος κακὸν ποιῶν, οὐκ ἄν σοι παρεδώκαμεν αὐτόν.
Verse: 31    
εἶπεν οὖν αὐτοῖς Πιλᾶτος, Λάβετε αὐτὸν ὑμεῖς, καὶ κατὰ τὸν νόμον ὑμῶν κρίνατε αὐτόν. εἶπον [οὖν] αὐτῷ οἱ ᾽Ιουδαῖοι, ῾Ημῖν οὐκ ἔξεστιν ἀποκτεῖναι οὐδένα·
Verse: 32    
ἵνα λόγος τοῦ ᾽Ιησοῦ πληρωϑῇ ὃν εἶπεν σημαίνων ποίῳ ϑανάτῳ ἤμελλεν ἀποϑνῄσκειν.
Verse: 33    
Εἰσῆλϑεν οὖν πάλιν εἰς τὸ πραιτώριον Πιλᾶτος καὶ ἐϕώνησεν τὸν ᾽Ιησοῦν καὶ εἶπεν αὐτῷ, Σὺ εἶ βασιλεὺς τῶν ᾽Ιουδαίων;
Verse: 34    
ἀπεκρίϑη ᾽Ιησοῦς, ᾽Απὸ σεαυτοῦ σὺ τοῦτο λέγεις ἄλλοι εἶπόν σοι περὶ ἐμοῦ;
Verse: 35    
ἀπεκρίϑη Πιλᾶτος, Μήτι ἐγὼ ᾽Ιουδαῖός εἰμι; τὸ ἔϑνος τὸ σὸν καὶ οἱ ἀρχιερεῖς παρέδωκάν σε ἐμοί· τί ἐποίησας;
Verse: 36    
ἀπεκρίϑη ᾽Ιησοῦς, ῾Η βασιλεία ἐμὴ οὐκ ἔστιν ἐκ τοῦ κόσμου τούτου· εἰ ἐκ τοῦ κόσμου τούτου ἦν βασιλεία ἐμή, οἱ ὑπηρέται οἱ ἐμοὶ ἠγωνίζοντο [ἄν], ἵνα μὴ παραδοϑῶ τοῖς ᾽Ιουδαίοις· νῦν δὲ βασιλεία ἐμὴ οὐκ ἔστιν ἐντεῦϑεν.
Verse: 37    
εἶπεν οὖν αὐτῷ Πιλᾶτος, Οὐκοῦν βασιλεὺς εἶ σύ; ἀπεκρίϑη ᾽Ιησοῦς, Σὺ λέγεις ὅτι βασιλεύς εἰμι. ἐγὼ εἰς τοῦτο γεγέννημαι καὶ εἰς τοῦτο ἐλήλυϑα εἰς τὸν κόσμον, ἵνα μαρτυρήσω τῇ ἀληϑείᾳ· πᾶς ὢν ἐκ τῆς ἀληϑείας ἀκούει μου τῆς ϕωνῆς.
Verse: 38    
λέγει αὐτῷ Πιλᾶτος, Τί ἐστιν ἀλήϑεια;
   
/ Καὶ τοῦτο εἰπὼν πάλιν ἐξῆλϑεν πρὸς τοὺς ᾽Ιουδαίους, καὶ λέγει αὐτοῖς, ᾽Εγὼ οὐδεμίαν εὑρίσκω ἐν αὐτῷ αἰτίαν.
Verse: 39    
ἔστιν δὲ συνήϑεια ὑμῖν ἵνα ἕνα ἀπολύσω ὑμῖν ἐν τῷ πάσχα· βούλεσϑε οὖν ἀπολύσω ὑμῖν τὸν βασιλέα τῶν ᾽Ιουδαίων;
Verse: 40    
ἐκραύγασαν οὖν πάλιν λέγοντες, Μὴ τοῦτον ἀλλὰ τὸν Βαραββᾶν. ἦν δὲ Βαραββᾶς λῃστής.

Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.