TITUS
Novum Testamentum graece
Part No. 87
Previous part

Chapter: 19 
Verse: 1    Τότε οὖν ἔλαβεν Πιλᾶτος τὸν ᾽Ιησοῦν καὶ ἐμαστίγωσεν.
Verse: 2    
καὶ οἱ στρατιῶται πλέξαντες στέϕανον ἐξ ἀκανϑῶν ἐπέϑηκαν αὐτοῦ τῇ κεϕαλῇ, καὶ ἱμάτιον πορϕυροῦν περιέβαλον αὐτόν,
Verse: 3    
καὶ ἤρχοντο πρὸς αὐτὸν καὶ ἔλεγον, Χαῖρε, βασιλεὺς τῶν ᾽Ιουδαίων· καὶ ἐδίδοσαν αὐτῷ ῥαπίσματα.
Verse: 4    
Καὶ ἐξῆλϑεν πάλιν ἔξω Πιλᾶτος καὶ λέγει αὐτοῖς, ῎Ιδε ἄγω ὑμῖν αὐτὸν ἔξω, ἵνα γνῶτε ὅτι οὐδεμίαν αἰτίαν εὑρίσκω ἐν αὐτῷ.
Verse: 5    
ἐξῆλϑεν οὖν ᾽Ιησοῦς ἔξω, ϕορῶν τὸν ἀκάνϑινον στέϕανον καὶ τὸ πορϕυροῦν ἱμάτιον. καὶ λέγει αὐτοῖς, ᾽Ιδοὺ ἄνϑρωπος.
Verse: 6    
ὅτε οὖν εἶδον αὐτὸν οἱ ἀρχιερεῖς καὶ οἱ ὑπηρέται ἐκραύγασαν λέγοντες, Σταύρωσον σταύρωσον. λέγει αὐτοῖς Πιλᾶτος, Λάβετε αὐτὸν ὑμεῖς καὶ σταυρώσατε, ἐγὼ γὰρ οὐχ εὑρίσκω ἐν αὐτῷ αἰτίαν.
Verse: 7    
ἀπεκρίϑησαν αὐτῷ οἱ ᾽Ιουδαῖοι, ῾Ημεῖς νόμον ἔχομεν, καὶ κατὰ τὸν νόμον ὀϕείλει ἀποϑανεῖν, ὅτι υἱὸν ϑεοῦ ἑαυτὸν ἐποίησεν.
Verse: 8    
῞Οτε οὖν ἤκουσεν Πιλᾶτος τοῦτον τὸν λόγον, μᾶλλον ἐϕοβήϑη,
Verse: 9    
καὶ εἰσῆλϑεν εἰς τὸ πραιτώριον πάλιν καὶ λέγει τῷ ᾽Ιησοῦ, Πόϑεν εἶ σύ; δὲ ᾽Ιησοῦς ἀπόκρισιν οὐκ ἔδωκεν αὐτῷ.
Verse: 10    
λέγει οὖν αὐτῷ Πιλᾶτος, ᾽Εμοὶ οὐ λαλεῖς; οὐκ οἶδας ὅτι ἐξουσίαν ἔχω ἀπολῦσαί σε καὶ ἐξουσίαν ἔχω σταυρῶσαί σε;
Verse: 11    
ἀπεκρίϑη αὐτῷ ᾽Ιησοῦς, Οὐκ εἶχες ἐξουσίαν κατ' ἐμοῦ οὐδεμίαν εἰ μὴ ἦν δεδομένον σοι ἄνωϑεν· διὰ τοῦτο παραδούς μέ σοι μείζονα ἁμαρτίαν ἔχει.
Verse: 12    
ἐκ τούτου Πιλᾶτος ἐζήτει ἀπολῦσαι αὐτόν· οἱ δὲ ᾽Ιουδαῖοι ἐκραύγαζον λέγοντες, ᾽Εὰν τοῦτον ἀπολύσῃς, οὐκ εἶ ϕίλος τοῦ Καίσαρος· πᾶς βασιλέα ἑαυτὸν ποιῶν ἀντιλέγει τῷ Καίσαρι.
Verse: 13    
῾Ο οὖν Πιλᾶτος ἀκούσας τῶν λόγων τούτων ἤγαγεν ἔξω τὸν ᾽Ιησοῦν, καὶ ἐκάϑισεν ἐπὶ βήματος εἰς τόπον λεγόμενον Λιϑόστρωτον, ῾Εβραϊστὶ δὲ Γαββαϑα.
Verse: 14    
ἦν δὲ παρασκευὴ τοῦ πάσχα, ὥρα ἦν ὡς ἕκτη. καὶ λέγει τοῖς ᾽Ιουδαίοις, ῎Ιδε βασιλεὺς ὑμῶν.
Verse: 15    
ἐκραύγασαν οὖν ἐκεῖνοι, ῏Αρον ἆρον, σταύρωσον αὐτόν. λέγει αὐτοῖς Πιλᾶτος, Τὸν βασιλέα ὑμῶν σταυρώσω; ἀπεκρίϑησαν οἱ ἀρχιερεῖς, Οὐκ ἔχομεν βασιλέα εἰ μὴ Καίσαρα.
Verse: 16    
τότε οὖν παρέδωκεν αὐτὸν αὐτοῖς ἵνα σταυρωϑῇ.
   
/ Παρέλαβον οὖν τὸν ᾽Ιησοῦν·
Verse: 17    
καὶ βαστάζων αὑτῷ τὸν σταυρὸν ἐξῆλϑεν εἰς τὸν λεγόμενον Κρανίου Τόπον, λέγεται ῾Εβραϊστὶ Γολγοϑᾶ,
Verse: 18    
ὅπου αὐτὸν ἐσταύρωσαν, καὶ μετ' αὐτοῦ ἄλλους δύο ἐντεῦϑεν καὶ ἐντεῦϑεν, μέσον δὲ τὸν ᾽Ιησοῦν.
Verse: 19    
ἔγραψεν δὲ καὶ τίτλον Πιλᾶτος καὶ ἔϑηκεν ἐπὶ τοῦ σταυροῦ· ἦν δὲ γεγραμμένον, ᾽Ιησοῦς Ναζωραῖος βασιλεὺς τῶν ᾽Ιουδαίων.
Verse: 20    
τοῦτον οὖν τὸν τίτλον πολλοὶ ἀνέγνωσαν τῶν ᾽Ιουδαίων, ὅτι ἐγγὺς ἦν τόπος τῆς πόλεως ὅπου ἐσταυρώϑη ᾽Ιησοῦς· καὶ ἦν γεγραμμένον ῾Εβραϊστί, ῾Ρωμαϊστί, ῾Ελληνιστί.
Verse: 21    
ἔλεγον οὖν τῷ Πιλάτῳ οἱ ἀρχιερεῖς τῶν ᾽Ιουδαίων, Μὴ γράϕε, ῾Ο βασιλεὺς τῶν ᾽Ιουδαίων, ἀλλ' ὅτι ἐκεῖνος εἶπεν, Βασιλεύς εἰμι τῶν ᾽Ιουδαίων.
Verse: 22    
ἀπεκρίϑη Πιλᾶτος, ῝Ο γέγραϕα, γέγραϕα.
Verse: 23    
Οἱ οὖν στρατιῶται ὅτε ἐσταύρωσαν τὸν ᾽Ιησοῦν ἔλαβον τὰ ἱμάτια αὐτοῦ καὶ ἐποίησαν τέσσαρα μέρη, ἑκάστῳ στρατιώτῃ μέρος, καὶ τὸν χιτῶνα. ἦν δὲ χιτὼν ἄραϕος, ἐκ τῶν ἄνωϑεν ὑϕαντὸς δι' ὅλου.
Verse: 24    
εἶπαν οὖν πρὸς ἀλλήλους, Μὴ σχίσωμεν αὐτόν, ἀλλὰ λάχωμεν περὶ αὐτοῦ τίνος ἔσται· ἵνα γραϕὴ πληρωϑῇ λέγουσα, Διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον. Οἱ μὲν οὖν στρατιῶται ταῦτα ἐποίησαν.
Verse: 25    
εἱστήκεισαν δὲ παρὰ τῷ σταυρῷ τοῦ ᾽Ιησοῦ μήτηρ αὐτοῦ καὶ ἀδελϕὴ τῆς μητρὸς αὐτοῦ, Μαρία τοῦ Κλωπᾶ καὶ Μαρία Μαγδαληνή.
Verse: 26    
᾽Ιησοῦς οὖν ἰδὼν τὴν μητέρα καὶ τὸν μαϑητὴν παρεστῶτα ὃν ἠγάπα, λέγει τῇ μητρί, Γύναι, ἴδε υἱός σου.
Verse: 27    
εἶτα λέγει τῷ μαϑητῇ, ῎Ιδε μήτηρ σου. καὶ ἀπ' ἐκείνης τῆς ὥρας ἔλαβεν αὐτὴν μαϑητὴς εἰς τὰ ἴδια.
Verse: 28    
Μετὰ τοῦτο εἰδὼς ᾽Ιησοῦς ὅτι ἤδη πάντα τετέλεσται, ἵνα τελειωϑῇ γραϕή, λέγει, Διψῶ.
Verse: 29    
σκεῦος ἔκειτο ὄξους μεστόν· σπόγγον οὖν μεστὸν τοῦ ὄξους ὑσσώπῳ περιϑέντες προσήνεγκαν αὐτοῦ τῷ στόματι.
Verse: 30    
ὅτε οὖν ἔλαβεν τὸ ὄξος [ὁ] ᾽Ιησοῦς εἶπεν, Τετέλεσται· καὶ κλίνας τὴν κεϕαλὴν παρέδωκεν τὸ πνεῦμα.
Verse: 31    
Οἱ οὖν ᾽Ιουδαῖοι, ἐπεὶ παρασκευὴ ἦν, ἵνα μὴ μείνῃ ἐπὶ τοῦ σταυροῦ τὰ σώματα ἐν τῷ σαββάτῳ, ἦν γὰρ μεγάλη ἡμέρα ἐκείνου τοῦ σαββάτου, ἠρώτησαν τὸν Πιλᾶτον ἵνα κατεαγῶσιν αὐτῶν τὰ σκέλη καὶ ἀρϑῶσιν.
Verse: 32    
ἦλϑον οὖν οἱ στρατιῶται, καὶ τοῦ μὲν πρώτου κατέαξαν τὰ σκέλη καὶ τοῦ ἄλλου τοῦ συσταυρωϑέντος αὐτῷ·
Verse: 33    
ἐπὶ δὲ τὸν ᾽Ιησοῦν ἐλϑόντες, ὡς εἶδον ἤδη αὐτὸν τεϑνηκότα, οὐ κατέαξαν αὐτοῦ τὰ σκέλη,
Verse: 34    
ἀλλ' εἷς τῶν στρατιωτῶν λόγχῃ αὐτοῦ τὴν πλευρὰν ἔνυξεν, καὶ ἐξῆλϑεν εὐϑὺς αἷμα καὶ ὕδωρ.
Verse: 35    
καὶ ἑωρακὼς μεμαρτύρηκεν, καὶ ἀληϑινὴ αὐτοῦ ἐστιν μαρτυρία, καὶ ἐκεῖνος οἶδεν ὅτι ἀληϑῆ λέγει, ἵνα καὶ ὑμεῖς πιστεύσητε.
Verse: 36    
ἐγένετο γὰρ ταῦτα ἵνα γραϕὴ πληρωϑῇ, ᾽Οστοῦν οὐ συντριβήσεται αὐτοῦ.
Verse: 37    
καὶ πάλιν ἑτέρα γραϕὴ λέγει, ῎Οψονται εἰς ὃν ἐξεκέντησαν.
Verse: 38    
Μετὰ δὲ ταῦτα ἠρώτησεν τὸν Πιλᾶτον ᾽Ιωσὴϕ ἀπὸ ῾Αριμαϑαίας, ὢν μαϑητὴς τοῦ ᾽Ιησοῦ κεκρυμμένος δὲ διὰ τὸν ϕόβον τῶν ᾽Ιουδαίων, ἵνα ἄρῃ τὸ σῶμα τοῦ ᾽Ιησοῦ· καὶ ἐπέτρεψεν Πιλᾶτος. ἦλϑεν οὖν καὶ ἦρεν τὸ σῶμα αὐτοῦ.
Verse: 39    
ἦλϑεν δὲ καὶ Νικόδημος, ἐλϑὼν πρὸς αὐτὸν νυκτὸς τὸ πρῶτον, ϕέρων μίγμα σμύρνης καὶ ἀλόης ὡς λίτρας ἑκατόν.
Verse: 40    
ἔλαβον οὖν τὸ σῶμα τοῦ ᾽Ιησοῦ καὶ ἔδησαν αὐτὸ ὀϑονίοις μετὰ τῶν ἀρωμάτων, καϑὼς ἔϑος ἐστὶν τοῖς ᾽Ιουδαίοις ἐνταϕιάζειν.
Verse: 41    
ἦν δὲ ἐν τῷ τόπῳ ὅπου ἐσταυρώϑη κῆπος, καὶ ἐν τῷ κήπῳ μνημεῖον καινὸν ἐν οὐδέπω οὐδεὶς ἦν τεϑειμένος·
Verse: 42    
ἐκεῖ οὖν διὰ τὴν παρασκευὴν τῶν ᾽Ιουδαίων, ὅτι ἐγγὺς ἦν τὸ μνημεῖον, ἔϑηκαν τὸν ᾽Ιησοῦν.

Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.