TITUS
Novum Testamentum graece
Part No. 91
Previous part

Chapter: 8 
Verse: 1    ᾽Ιησοῦς δὲ ἐπορεύϑη εἰς τὸ ῎Ορος τῶν ᾽Ελαιῶν.
Verse: 2    
῎Ορϑρου δὲ πάλιν παρεγένετο εἰς τὸ ἱερόν, καὶ πᾶς λαὸς ἤρχετο πρὸς αὐτόν, καὶ καϑίσας ἐδίδασκεν αὐτούς.
Verse: 3    
ἄγουσιν δὲ οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι γυναῖκα ἐπὶ μοιχείᾳ κατειλημμένην, καὶ στήσαντες αὐτὴν ἐν μέσῳ
Verse: 4    
λέγουσιν αὐτῷ, Διδάσκαλε, αὕτη γυνὴ κατείληπται ἐπ' αὐτοϕώρῳ μοιχευομένη·
Verse: 5    
ἐν δὲ τῷ νόμῳ ἡμῖν Μωϋσῆς ἐνετείλατο τὰς τοιαύτας λιϑάζειν· σὺ οὖν τί λέγεις;
Verse: 6    
τοῦτο δὲ ἔλεγον πειράζοντες αὐτόν, ἵνα ἔχωσιν κατηγορεῖν αὐτοῦ. δὲ ᾽Ιησοῦς κάτω κύψας τῷ δακτύλῳ κατέγραϕεν εἰς τὴν γῆν.
Verse: 7    
ὡς δὲ ἐπέμενον ἐρωτῶντες [αὐτόν], ἀνέκυψεν καὶ εἶπεν αὐτοῖς, ῾Ο ἀναμάρτητος ὑμῶν πρῶτος ἐπ' αὐτὴν βαλέτω λίϑον·
Verse: 8    
καὶ πάλιν κατακύψας ἔγραϕεν εἰς τὴν γῆν.
Verse: 9    
οἱ δὲ ἀκούσαντες ἐξήρχοντο εἷς καϑ' εἷς ἀρξάμενοι ἀπὸ τῶν πρεσβυτέρων, καὶ κατελείϕϑη μόνος, καὶ γυνὴ ἐν μέσῳ οὖσα.
Verse: 10    
ἀνακύψας δὲ ᾽Ιησοῦς εἶπεν αὐτῇ, Γύναι, ποῦ εἰσιν; οὐδείς σε κατέκρινεν;
Verse: 11    
δὲ εἶπεν, Οὐδείς, κύριε. εἶπεν δὲ ᾽Ιησοῦς, Οὐδὲ ἐγώ σε κατακρίνω· πορεύου, [καὶ] ἀπὸ τοῦ νῦν μηκέτι ἁμάρτανε.]





Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.