TITUS
Novum Testamentum graece
Part No. 92
Previous part

Book: Act. 
ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ

Actus_Apostolorum




Chapter: 1 
Verse: 1    Τὸν μὲν πρῶτον λόγον ἐποιησάμην περὶ πάντων, Θεόϕιλε, ὧν ἤρξατο ᾽Ιησοῦς ποιεῖν τε καὶ διδάσκειν
Verse: 2    
ἄχρι ἧς ἡμέρας ἐντειλάμενος τοῖς ἀποστόλοις διὰ πνεύματος ἁγίου οὓς ἐξελέξατο ἀνελήμϕθη·
Verse: 3    
οἷς καὶ παρέστησεν ἑαυτὸν ζῶντα μετὰ τὸ παθεῖν αὐτὸν ἐν πολλοῖς τεκμηρίοις, δι' ἡμερῶν τεσσαράκοντα ὀπτανόμενος αὐτοῖς καὶ λέγων τὰ περὶ τῆς βασιλείας τοῦ θεοῦ.
Verse: 4    
καὶ συναλιζόμενος παρήγγειλεν αὐτοῖς ἀπὸ ῾Ιεροσολύμων μὴ χωρίζεσθαι, ἀλλὰ περιμένειν τὴν ἐπαγγελίαν τοῦ πατρὸς ἣν ἠκούσατέ μου·
Verse: 5    
ὅτι ᾽Ιωάννης μὲν ἐβάπτισεν ὕδατι, ὑμεῖς δὲ ἐν πνεύματι βαπτισθήσεσθε ἁγίῳ οὐ μετὰ πολλὰς ταύτας ἡμέρας.
Verse: 6    
Οἱ μὲν οὖν συνελθόντες ἠρώτων αὐτὸν λέγοντες, Κύριε, εἰ ἐν τῷ χρόνῳ τούτῳ ἀποκαθιστάνεις τὴν βασιλείαν τῷ ᾽Ισραήλ;
Verse: 7    
εἶπεν δὲ πρὸς αὐτούς, Οὐχ ὑμῶν ἐστιν γνῶναι χρόνους καιροὺς οὓς πατὴρ ἔθετο ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ·
Verse: 8    
ἀλλὰ λήμψεσθε δύναμιν ἐπελθόντος τοῦ ἁγίου πνεύματος ἐϕ' ὑμᾶς, καὶ ἔσεσθέ μου μάρτυρες ἔν τε ᾽Ιερουσαλὴμ καὶ ἐν πάσῃ τῇ ᾽Ιουδαίᾳ καὶ Σαμαρείᾳ καὶ ἕως ἐσχάτου τῆς γῆς.
Verse: 9    
καὶ ταῦτα εἰπὼν βλεπόντων αὐτῶν ἐπήρθη, καὶ νεϕέλη ὑπέλαβεν αὐτὸν ἀπὸ τῶν ὀϕθαλμῶν αὐτῶν.
Verse: 10    
καὶ ὡς ἀτενίζοντες ἦσαν εἰς τὸν οὐρανὸν πορευομένου αὐτοῦ, καὶ ἰδοὺ ἄνδρες δύο παρειστήκεισαν αὐτοῖς ἐν ἐσθήσεσι λευκαῖς,
Verse: 11    
οἳ καὶ εἶπαν, ῎Ανδρες Γαλιλαῖοι, τί ἑστήκατε βλέποντες εἰς τὸν οὐρανόν; οὗτος ᾽Ιησοῦς ἀναλημϕθεὶς ἀϕ' ὑμῶν εἰς τὸν οὐρανὸν οὕτως ἐλεύσεται ὃν τρόπον ἐθεάσασθε αὐτὸν πορευόμενον εἰς τὸν οὐρανόν.
Verse: 12    
Τότε ὑπέστρεψαν εἰς ᾽Ιερουσαλὴμ ἀπὸ ὄρους τοῦ καλουμένου ᾽Ελαιῶνος, ἐστιν ἐγγὺς ᾽Ιερουσαλὴμ σαββάτου ἔχον ὁδόν.
Verse: 13    
καὶ ὅτε εἰσῆλθον, εἰς τὸ ὑπερῷον ἀνέβησαν οὗ ἦσαν καταμένοντες, τε Πέτρος καὶ ᾽Ιωάννης καὶ ᾽Ιάκωβος καὶ ᾽Ανδρέας, Φίλιππος καὶ Θωμᾶς, Βαρθολομαῖος καὶ Μαθθαῖος, ᾽Ιάκωβος ῾Αλϕαίου καὶ Σίμων ζηλωτὴς καὶ ᾽Ιούδας ᾽Ιακώβου.
Verse: 14    
οὗτοι πάντες ἦσαν προσκαρτεροῦντες ὁμοθυμαδὸν τῇ προσευχῇ σὺν γυναιξὶν καὶ Μαριὰμ τῇ μητρὶ τοῦ ᾽Ιησοῦ καὶ τοῖς ἀδελϕοῖς αὐτοῦ.
Verse: 15    
Καὶ ἐν ταῖς ἡμέραις ταύταις ἀναστὰς Πέτρος ἐν μέσῳ τῶν ἀδελϕῶν εἶπεν [ἦν τε ὄχλος ὀνομάτων ἐπὶ τὸ αὐτὸ ὡς ἑκατὸν εἴκοσι],
Verse: 16    
῎Ανδρες ἀδελϕοί, ἔδει πληρωθῆναι τὴν γραϕὴν ἣν προεῖπεν τὸ πνεῦμα τὸ ἅγιον διὰ στόματος Δαυὶδ περὶ ᾽Ιούδα τοῦ γενομένου ὁδηγοῦ τοῖς συλλαβοῦσιν ᾽Ιησοῦν,
Verse: 17    
ὅτι κατηριθμημένος ἦν ἐν ἡμῖν καὶ ἔλαχεν τὸν κλῆρον τῆς διακονίας ταύτης.
Verse: 18    
Οὗτος μὲν οὖν ἐκτήσατο χωρίον ἐκ μισθοῦ τῆς ἀδικίας, καὶ πρηνὴς γενόμενος ἐλάκησεν μέσος, καὶ ἐξεχύθη πάντα τὰ σπλάγχνα αὐτοῦ.
Verse: 19    
καὶ γνωστὸν ἐγένετο πᾶσι τοῖς κατοικοῦσιν ᾽Ιερουσαλήμ, ὥστε κληθῆναι τὸ χωρίον ἐκεῖνο τῇ [ἰδίᾳ] διαλέκτῳ αὐτῶν ᾽Ακελδαμάχ, τοῦτ' ἔστιν, Χωρίον Αἵματος.
Verse: 20    
Γέγραπται γὰρ ἐν βίβλῳ ψαλμῶν, Γενηθήτω ἔπαυλις αὐτοῦ ἔρημος καὶ μὴ ἔστω κατοικῶν ἐν αὐτῇ, καί, Τὴν ἐπισκοπὴν αὐτοῦ λαβέτω ἕτερος.
Verse: 21    
δεῖ οὖν τῶν συνελθόντων ἡμῖν ἀνδρῶν ἐν παντὶ χρόνῳ εἰσῆλθεν καὶ ἐξῆλθεν ἐϕ' ἡμᾶς κύριος ᾽Ιησοῦς,
Verse: 22    
ἀρξάμενος ἀπὸ τοῦ βαπτίσματος ᾽Ιωάννου ἕως τῆς ἡμέρας ἧς ἀνελήμϕθη ἀϕ' ἡμῶν, μάρτυρα τῆς ἀναστάσεως αὐτοῦ σὺν ἡμῖν γενέσθαι ἕνα τούτων.
Verse: 23    
καὶ ἔστησαν δύο, ᾽Ιωσὴϕ τὸν καλούμενον Βαρσαββᾶν, ὃς ἐπεκλήθη ᾽Ιοῦστος, καὶ Μαθθίαν.
Verse: 24    
καὶ προσευξάμενοι εἶπαν, Σὺ κύριε, καρδιογνῶστα πάντων, ἀνάδειξον ὃν ἐξελέξω ἐκ τούτων τῶν δύο ἕνα
Verse: 25    
λαβεῖν τὸν τόπον τῆς διακονίας ταύτης καὶ ἀποστολῆς, ἀϕ' ἧς παρέβη ᾽Ιούδας πορευθῆναι εἰς τὸν τόπον τὸν ἴδιον.
Verse: 26    
καὶ ἔδωκαν κλήρους αὐτοῖς, καὶ ἔπεσεν κλῆρος ἐπὶ Μαθθίαν, καὶ συγκατεψηϕίσθη μετὰ τῶν ἕνδεκα ἀποστόλων.

Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 30.11.2024. No parts of this document may be republished in any form without prior permission by the copyright holder.