TITUS
Novum Testamentum graece
Part No. 104
Previous part

Chapter: 13 
Verse: 1    ῏Ησαν δὲ ἐν ᾽Αντιοχείᾳ κατὰ τὴν οὖσαν ἐκκλησίαν προϕῆται καὶ διδάσκαλοι τε Βαρναβᾶς καὶ Συμεὼν καλούμενος Νίγερ, καὶ Λούκιος Κυρηναῖος, Μαναήν τε ῾Ηρῴδου τοῦ τετραάρχου σύντροϕος καὶ Σαῦλος.
Verse: 2    
λειτουργούντων δὲ αὐτῶν τῷ κυρίῳ καὶ νηστευόντων εἶπεν τὸ πνεῦμα τὸ ἅγιον, ᾽Αϕορίσατε δή μοι τὸν Βαρναβᾶν καὶ Σαῦλον εἰς τὸ ἔργον προσκέκλημαι αὐτούς.
Verse: 3    
τότε νηστεύσαντες καὶ προσευξάμενοι καὶ ἐπιϑέντες τὰς χεῖρας αὐτοῖς ἀπέλυσαν.
Verse: 4    
Αὐτοὶ μὲν οὖν ἐκπεμϕϑέντες ὑπὸ τοῦ ἁγίου πνεύματος κατῆλϑον εἰς Σελεύκειαν, ἐκεῖϑέν τε ἀπέπλευσαν εἰς Κύπρον,
Verse: 5    
καὶ γενόμενοι ἐν Σαλαμῖνι κατήγγελλον τὸν λόγον τοῦ ϑεοῦ ἐν ταῖς συναγωγαῖς τῶν ᾽Ιουδαίων· εἶχον δὲ καὶ ᾽Ιωάννην ὑπηρέτην.
Verse: 6    
διελϑόντες δὲ ὅλην τὴν νῆσον ἄχρι Πάϕου εὗρον ἄνδρα τινὰ μάγον ψευδοπροϕήτην ᾽Ιουδαῖον ὄνομα Βαριησοῦ,
Verse: 7    
ὃς ἦν σὺν τῷ ἀνϑυπάτῳ Σεργίῳ Παύλῳ, ἀνδρὶ συνετῷ. οὗτος προσκαλεσάμενος Βαρναβᾶν καὶ Σαῦλον ἐπεζήτησεν ἀκοῦσαι τὸν λόγον τοῦ ϑεοῦ·
Verse: 8    
ἀνϑίστατο δὲ αὐτοῖς ᾽Ελύμας μάγος, οὕτως γὰρ μεϑερμηνεύεται τὸ ὄνομα αὐτοῦ, ζητῶν διαστρέψαι τὸν ἀνϑύπατον ἀπὸ τῆς πίστεως.
Verse: 9    
Σαῦλος δέ, καὶ Παῦλος, πλησϑεὶς πνεύματος ἁγίου ἀτενίσας εἰς αὐτὸν
Verse: 10    
εἶπεν, ῏Ω πλήρης παντὸς δόλου καὶ πάσης ῥᾳδιουργίας, υἱὲ διαβόλου, ἐχϑρὲ πάσης δικαιοσύνης, οὐ παύσῃ διαστρέϕων τὰς ὁδοὺς [τοῦ] κυρίου τὰς εὐϑείας;
Verse: 11    
καὶ νῦν ἰδοὺ χεὶρ κυρίου ἐπὶ σέ, καὶ ἔσῃ τυϕλὸς μὴ βλέπων τὸν ἥλιον ἄχρι καιροῦ. παραχρῆμά τε ἔπεσεν ἐπ' αὐτὸν ἀχλὺς καὶ σκότος, καὶ περιάγων ἐζήτει χειραγωγούς.
Verse: 12    
τότε ἰδὼν ἀνϑύπατος τὸ γεγονὸς ἐπίστευσεν ἐκπλησσόμενος ἐπὶ τῇ διδαχῇ τοῦ κυρίου.
Verse: 13    
᾽Αναχϑέντες δὲ ἀπὸ τῆς Πάϕου οἱ περὶ Παῦλον ἦλϑον εἰς Πέργην τῆς Παμϕυλίας· ᾽Ιωάννης δὲ ἀποχωρήσας ἀπ' αὐτῶν ὑπέστρεψεν εἰς ῾Ιεροσόλυμα.
Verse: 14    
αὐτοὶ δὲ διελϑόντες ἀπὸ τῆς Πέργης παρεγένοντο εἰς ᾽Αντιόχειαν τὴν Πισιδίαν, καὶ εἰσελϑόντες εἰς τὴν συναγωγὴν τῇ ἡμέρᾳ τῶν σαββάτων ἐκάϑισαν.
Verse: 15    
μετὰ δὲ τὴν ἀνάγνωσιν τοῦ νόμου καὶ τῶν προϕητῶν ἀπέστειλαν οἱ ἀρχισυνάγωγοι πρὸς αὐτοὺς λέγοντες, ῎Ανδρες ἀδελϕοί, εἴ τίς ἐστιν ἐν ὑμῖν λόγος παρακλήσεως πρὸς τὸν λαόν, λέγετε.
Verse: 16    
ἀναστὰς δὲ Παῦλος καὶ κατασείσας τῇ χειρὶ εἶπεν· ῎Ανδρες ᾽Ισραηλῖται καὶ οἱ ϕοβούμενοι τὸν ϑεόν, ἀκούσατε.
Verse: 17    
ϑεὸς τοῦ λαοῦ τούτου ᾽Ισραὴλ ἐξελέξατο τοὺς πατέρας ἡμῶν, καὶ τὸν λαὸν ὕψωσεν ἐν τῇ παροικίᾳ ἐν γῇ Αἰγύπτου, καὶ μετὰ βραχίονος ὑψηλοῦ ἐξήγαγεν αὐτοὺς ἐξ αὐτῆς,
Verse: 18    
καὶ ὡς τεσσαρακονταετῆ χρόνον ἐτροποϕόρησεν αὐτοὺς ἐν τῇ ἐρήμῳ,
Verse: 19    
καὶ καϑελὼν ἔϑνη ἑπτὰ ἐν γῇ Χανάαν κατεκληρονόμησεν τὴν γῆν αὐτῶν
Verse: 20    
ὡς ἔτεσιν τετρακοσίοις καὶ πεντήκοντα. καὶ μετὰ ταῦτα ἔδωκεν κριτὰς ἕως Σαμουὴλ [τοῦ] προϕήτου.
Verse: 21    
κἀκεῖϑεν ᾐτήσαντο βασιλέα, καὶ ἔδωκεν αὐτοῖς ϑεὸς τὸν Σαοὺλ υἱὸν Κίς, ἄνδρα ἐκ ϕυλῆς Βενιαμείν, ἔτη τεσσαράκοντα.
Verse: 22    
καὶ μεταστήσας αὐτὸν ἤγειρεν τὸν Δαυὶδ αὐτοῖς εἰς βασιλέα, καὶ εἶπεν μαρτυρήσας, Εὗρον Δαυὶδ τὸν τοῦ ᾽Ιεσσαί, ἄνδρα κατὰ τὴν καρδίαν μου, ὃς ποιήσει πάντα τὰ ϑελήματά μου.
Verse: 23    
τούτου ϑεὸς ἀπὸ τοῦ σπέρματος κατ' ἐπαγγελίαν ἤγαγεν τῷ ᾽Ισραὴλ σωτῆρα ᾽Ιησοῦν,
Verse: 24    
προκηρύξαντος ᾽Ιωάννου πρὸ προσώπου τῆς εἰσόδου αὐτοῦ βάπτισμα μετανοίας παντὶ τῷ λαῷ ᾽Ισραήλ.
Verse: 25    
ὡς δὲ ἐπλήρου ᾽Ιωάννης τὸν δρόμον, ἔλεγεν, Τί ἐμὲ ὑπονοεῖτε εἶναι; οὐκ εἰμὶ ἐγώ· ἀλλ' ἰδοὺ ἔρχεται μετ' ἐμὲ οὗ οὐκ εἰμὶ ἄξιος τὸ ὑπόδημα τῶν ποδῶν λῦσαι.
Verse: 26    
῎Ανδρες ἀδελϕοί, υἱοὶ γένους ᾽Αβραὰμ καὶ οἱ ἐν ὑμῖν ϕοβούμενοι τὸν ϑεόν, ἡμῖν λόγος τῆς σωτηρίας ταύτης ἐξαπεστάλη.
Verse: 27    
οἱ γὰρ κατοικοῦντες ἐν ᾽Ιερουσαλὴμ καὶ οἱ ἄρχοντες αὐτῶν τοῦτον ἀγνοήσαντες καὶ τὰς ϕωνὰς τῶν προϕητῶν τὰς κατὰ πᾶν σάββατον ἀναγινωσκομένας κρίναντες ἐπλήρωσαν,
Verse: 28    
καὶ μηδεμίαν αἰτίαν ϑανάτου εὑρόντες ᾐτήσαντο Πιλᾶτον ἀναιρεϑῆναι αὐτόν·
Verse: 29    
ὡς δὲ ἐτέλεσαν πάντα τὰ περὶ αὐτοῦ γεγραμμένα, καϑελόντες ἀπὸ τοῦ ξύλου ἔϑηκαν εἰς μνημεῖον.
Verse: 30    
δὲ ϑεὸς ἤγειρεν αὐτὸν ἐκ νεκρῶν·
Verse: 31    
ὃς ὤϕϑη ἐπὶ ἡμέρας πλείους τοῖς συναναβᾶσιν αὐτῷ ἀπὸ τῆς Γαλιλαίας εἰς ᾽Ιερουσαλήμ, οἵτινες [νῦν] εἰσιν μάρτυρες αὐτοῦ πρὸς τὸν λαόν.
Verse: 32    
καὶ ἡμεῖς ὑμᾶς εὐαγγελιζόμεϑα τὴν πρὸς τοὺς πατέρας ἐπαγγελίαν γενομένην,
Verse: 33    
ὅτι ταύτην ϑεὸς ἐκπεπλήρωκεν τοῖς τέκνοις ἡμῖν ἀναστήσας ᾽Ιησοῦν, ὡς καὶ ἐν τῷ ψαλμῷ γέγραπται τῷ δευτέρῳ, Υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε.
Verse: 34    
ὅτι δὲ ἀνέστησεν αὐτὸν ἐκ νεκρῶν μηκέτι μέλλοντα ὑποστρέϕειν εἰς διαϕϑοράν, οὕτως εἴρηκεν ὅτι Δώσω ὑμῖν τὰ ὅσια Δαυὶδ τὰ πιστά.
Verse: 35    
διότι καὶ ἐν ἑτέρῳ λέγει, Οὐ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαϕϑοράν.
Verse: 36    
Δαυὶδ μὲν γὰρ ἰδίᾳ γενεᾷ ὑπηρετήσας τῇ τοῦ ϑεοῦ βουλῇ ἐκοιμήϑη καὶ προσετέϑη πρὸς τοὺς πατέρας αὐτοῦ καὶ εἶδεν διαϕϑοράν,
Verse: 37    
ὃν δὲ ϑεὸς ἤγειρεν οὐκ εἶδεν διαϕϑοράν.
Verse: 38    
γνωστὸν οὖν ἔστω ὑμῖν, ἄνδρες ἀδελϕοί, ὅτι διὰ τούτου ὑμῖν ἄϕεσις ἁμαρτιῶν καταγγέλλεται[, καὶ] ἀπὸ πάντων ὧν οὐκ ἠδυνήϑητε ἐν νόμῳ Μωϋσέως δικαιωϑῆναι
Verse: 39    
ἐν τούτῳ πᾶς πιστεύων δικαιοῦται.
Verse: 40    
βλέπετε οὖν μὴ ἐπέλϑῃ τὸ εἰρημένον ἐν τοῖς προϕήταις,
Verse: 41    
῎Ιδετε, οἱ καταϕρονηταί, καὶ ϑαυμάσατε καὶ ἀϕανίσϑητε, ὅτι ἔργον ἐργάζομαι ἐγὼ ἐν ταῖς ἡμέραις ὑμῶν, ἔργον οὐ μὴ πιστεύσητε ἐάν τις ἐκδιηγῆται ὑμῖν.
Verse: 42    
᾽Εξιόντων δὲ αὐτῶν παρεκάλουν εἰς τὸ μεταξὺ σάββατον λαληϑῆναι αὐτοῖς τὰ ῥήματα ταῦτα.
Verse: 43    
λυϑείσης δὲ τῆς συναγωγῆς ἠκολούϑησαν πολλοὶ τῶν ᾽Ιουδαίων καὶ τῶν σεβομένων προσηλύτων τῷ Παύλῳ καὶ τῷ Βαρναβᾷ, οἵτινες προσλαλοῦντες αὐτοῖς ἔπειϑον αὐτοὺς προσμένειν τῇ χάριτι τοῦ ϑεοῦ.
Verse: 44    
Τῷ δὲ ἐρχομένῳ σαββάτῳ σχεδὸν πᾶσα πόλις συνήχϑη ἀκοῦσαι τὸν λόγον τοῦ κυρίου.
Verse: 45    
ἰδόντες δὲ οἱ ᾽Ιουδαῖοι τοὺς ὄχλους ἐπλήσϑησαν ζήλου καὶ ἀντέλεγον τοῖς ὑπὸ Παύλου λαλουμένοις βλασϕημοῦντες.
Verse: 46    
παρρησιασάμενοί τε Παῦλος καὶ Βαρναβᾶς εἶπαν, ῾Υμῖν ἦν ἀναγκαῖον πρῶτον λαληϑῆναι τὸν λόγον τοῦ ϑεοῦ· ἐπειδὴ ἀπωϑεῖσϑε αὐτὸν καὶ οὐκ ἀξίους κρίνετε ἑαυτοὺς τῆς αἰωνίου ζωῆς, ἰδοὺ στρεϕόμεϑα εἰς τὰ ἔϑνη.
Verse: 47    
οὕτως γὰρ ἐντέταλται ἡμῖν κύριος, Τέϑεικά σε εἰς ϕῶς ἐϑνῶν τοῦ εἶναί σε εἰς σωτηρίαν ἕως ἐσχάτου τῆς γῆς.
Verse: 48    
ἀκούοντα δὲ τὰ ἔϑνη ἔχαιρον καὶ ἐδόξαζον τὸν λόγον τοῦ κυρίου, καὶ ἐπίστευσαν ὅσοι ἦσαν τεταγμένοι εἰς ζωὴν αἰώνιον·
Verse: 49    
διεϕέρετο δὲ λόγος τοῦ κυρίου δι' ὅλης τῆς χώρας.
Verse: 50    
οἱ δὲ ᾽Ιουδαῖοι παρώτρυναν τὰς σεβομένας γυναῖκας τὰς εὐσχήμονας καὶ τοὺς πρώτους τῆς πόλεως καὶ ἐπήγειραν διωγμὸν ἐπὶ τὸν Παῦλον καὶ Βαρναβᾶν, καὶ ἐξέβαλον αὐτοὺς ἀπὸ τῶν ὁρίων αὐτῶν.
Verse: 51    
οἱ δὲ ἐκτιναξάμενοι τὸν κονιορτὸν τῶν ποδῶν ἐπ' αὐτοὺς ἦλϑον εἰς ᾽Ικόνιον,
Verse: 52    
οἵ τε μαϑηταὶ ἐπληροῦντο χαρᾶς καὶ πνεύματος ἁγίου.

Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.