TITUS
Novum Testamentum graece
Part No. 105
Previous part

Chapter: 14 
Verse: 1    ᾽Εγένετο δὲ ἐν ᾽Ικονίῳ κατὰ τὸ αὐτὸ εἰσελϑεῖν αὐτοὺς εἰς τὴν συναγωγὴν τῶν ᾽Ιουδαίων καὶ λαλῆσαι οὕτως ὥστε πιστεῦσαι ᾽Ιουδαίων τε καὶ ῾Ελλήνων πολὺ πλῆϑος.
Verse: 2    
οἱ δὲ ἀπειϑήσαντες ᾽Ιουδαῖοι ἐπήγειραν καὶ ἐκάκωσαν τὰς ψυχὰς τῶν ἐϑνῶν κατὰ τῶν ἀδελϕῶν.
Verse: 3    
ἱκανὸν μὲν οὖν χρόνον διέτριψαν παρρησιαζόμενοι ἐπὶ τῷ κυρίῳ τῷ μαρτυροῦντι τῷ λόγῳ τῆς χάριτος αὐτοῦ, διδόντι σημεῖα καὶ τέρατα γίνεσϑαι διὰ τῶν χειρῶν αὐτῶν.
Verse: 4    
ἐσχίσϑη δὲ τὸ πλῆϑος τῆς πόλεως, καὶ οἱ μὲν ἦσαν σὺν τοῖς ᾽Ιουδαίοις οἱ δὲ σὺν τοῖς ἀποστόλοις.
Verse: 5    
ὡς δὲ ἐγένετο ὁρμὴ τῶν ἐϑνῶν τε καὶ ᾽Ιουδαίων σὺν τοῖς ἄρχουσιν αὐτῶν ὑβρίσαι καὶ λιϑοβολῆσαι αὐτούς,
Verse: 6    
συνιδόντες κατέϕυγον εἰς τὰς πόλεις τῆς Λυκαονίας Λύστραν καὶ Δέρβην καὶ τὴν περίχωρον,
Verse: 7    
κἀκεῖ εὐαγγελιζόμενοι ἦσαν.
Verse: 8    
Καί τις ἀνὴρ ἀδύνατος ἐν Λύστροις τοῖς ποσὶν ἐκάϑητο, χωλὸς ἐκ κοιλίας μητρὸς αὐτοῦ, ὃς οὐδέποτε περιεπάτησεν.
Verse: 9    
οὗτος ἤκουσεν τοῦ Παύλου λαλοῦντος· ὃς ἀτενίσας αὐτῷ καὶ ἰδὼν ὅτι ἔχει πίστιν τοῦ σωϑῆναι
Verse: 10    
εἶπεν μεγάλῃ ϕωνῇ, ᾽Ανάστηϑι ἐπὶ τοὺς πόδας σου ὀρϑός. καὶ ἥλατο καὶ περιεπάτει.
Verse: 11    
οἵ τε ὄχλοι ἰδόντες ἐποίησεν Παῦλος ἐπῆραν τὴν ϕωνὴν αὐτῶν Λυκαονιστὶ λέγοντες, Οἱ ϑεοὶ ὁμοιωϑέντες ἀνϑρώποις κατέβησαν πρὸς ἡμᾶς·
Verse: 12    
ἐκάλουν τε τὸν Βαρναβᾶν Δία, τὸν δὲ Παῦλον ῾Ερμῆν, ἐπειδὴ αὐτὸς ἦν ἡγούμενος τοῦ λόγου.
Verse: 13    
τε ἱερεὺς τοῦ Διὸς τοῦ ὄντος πρὸ τῆς πόλεως ταύρους καὶ στέμματα ἐπὶ τοὺς πυλῶνας ἐνέγκας σὺν τοῖς ὄχλοις ἤϑελεν ϑύειν.
Verse: 14    
ἀκούσαντες δὲ οἱ ἀπόστολοι Βαρναβᾶς καὶ Παῦλος, διαρρήξαντες τὰ ἱμάτια αὐτῶν ἐξεπήδησαν εἰς τὸν ὄχλον, κράζοντες
Verse: 15    
καὶ λέγοντες, ῎Ανδρες, τί ταῦτα ποιεῖτε; καὶ ἡμεῖς ὁμοιοπαϑεῖς ἐσμεν ὑμῖν ἄνϑρωποι, εὐαγγελιζόμενοι ὑμᾶς ἀπὸ τούτων τῶν ματαίων ἐπιστρέϕειν ἐπὶ ϑεὸν ζῶντα ὃς ἐποίησεν τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν ϑάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς·
Verse: 16    
ὃς ἐν ταῖς παρῳχημέναις γενεαῖς εἴασεν πάντα τὰ ἔϑνη πορεύεσϑαι ταῖς ὁδοῖς αὐτῶν·
Verse: 17    
καίτοι οὐκ ἀμάρτυρον αὑτὸν ἀϕῆκεν ἀγαϑουργῶν, οὐρανόϑεν ὑμῖν ὑετοὺς διδοὺς καὶ καιροὺς καρποϕόρους, ἐμπιπλῶν τροϕῆς καὶ εὐϕροσύνης τὰς καρδίας ὑμῶν.
Verse: 18    
καὶ ταῦτα λέγοντες μόλις κατέπαυσαν τοὺς ὄχλους τοῦ μὴ ϑύειν αὐτοῖς.
Verse: 19    
᾽Επῆλϑαν δὲ ἀπὸ ᾽Αντιοχείας καὶ ᾽Ικονίου ᾽Ιουδαῖοι, καὶ πείσαντες τοὺς ὄχλους καὶ λιϑάσαντες τὸν Παῦλον ἔσυρον ἔξω τῆς πόλεως, νομίζοντες αὐτὸν τεϑνηκέναι.
Verse: 20    
κυκλωσάντων δὲ τῶν μαϑητῶν αὐτὸν ἀναστὰς εἰσῆλϑεν εἰς τὴν πόλιν. καὶ τῇ ἐπαύριον ἐξῆλϑεν σὺν τῷ Βαρναβᾷ εἰς Δέρβην.
Verse: 21    
Εὐαγγελισάμενοί τε τὴν πόλιν ἐκείνην καὶ μαϑητεύσαντες ἱκανοὺς ὑπέστρεψαν εἰς τὴν Λύστραν καὶ εἰς ᾽Ικόνιον καὶ εἰς ᾽Αντιόχειαν,
Verse: 22    
ἐπιστηρίζοντες τὰς ψυχὰς τῶν μαϑητῶν, παρακαλοῦντες ἐμμένειν τῇ πίστει, καὶ ὅτι διὰ πολλῶν ϑλίψεων δεῖ ἡμᾶς εἰσελϑεῖν εἰς τὴν βασιλείαν τοῦ ϑεοῦ.
Verse: 23    
χειροτονήσαντες δὲ αὐτοῖς κατ' ἐκκλησίαν πρεσβυτέρους προσευξάμενοι μετὰ νηστειῶν παρέϑεντο αὐτοὺς τῷ κυρίῳ εἰς ὃν πεπιστεύκεισαν.
Verse: 24    
καὶ διελϑόντες τὴν Πισιδίαν ἦλϑον εἰς τὴν Παμϕυλίαν,
Verse: 25    
καὶ λαλήσαντες ἐν Πέργῃ τὸν λόγον κατέβησαν εἰς ᾽Αττάλειαν.
Verse: 26    
κἀκεῖϑεν ἀπέπλευσαν εἰς ᾽Αντιόχειαν, ὅϑεν ἦσαν παραδεδομένοι τῇ χάριτι τοῦ ϑεοῦ εἰς τὸ ἔργον ἐπλήρωσαν.
Verse: 27    
παραγενόμενοι δὲ καὶ συναγαγόντες τὴν ἐκκλησίαν ἀνήγγελλον ὅσα ἐποίησεν ϑεὸς μετ' αὐτῶν καὶ ὅτι ἤνοιξεν τοῖς ἔϑνεσιν ϑύραν πίστεως.
Verse: 28    
διέτριβον δὲ χρόνον οὐκ ὀλίγον σὺν τοῖς μαϑηταῖς.

Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.