TITUS
Novum Testamentum graece
Part No. 107
Previous part

Chapter: 16 
Verse: 1    Κατήντησεν δὲ εἰς Δέρβην καὶ εἰς Λύστραν. καὶ ἰδοὺ μαϑητής τις ἦν ἐκεῖ ὀνόματι Τιμόϑεος, υἱὸς γυναικὸς ᾽Ιουδαίας πιστῆς πατρὸς δὲ ῞Ελληνος,
Verse: 2    
ὃς ἐμαρτυρεῖτο ὑπὸ τῶν ἐν Λύστροις καὶ ᾽Ικονίῳ ἀδελϕῶν.
Verse: 3    
τοῦτον ἠϑέλησεν Παῦλος σὺν αὐτῷ ἐξελϑεῖν, καὶ λαβὼν περιέτεμεν αὐτὸν διὰ τοὺς ᾽Ιουδαίους τοὺς ὄντας ἐν τοῖς τόποις ἐκείνοις, ᾔδεισαν γὰρ ἅπαντες τὸν πατέρα αὐτοῦ ὅτι ῞Ελλην ὑπῆρχεν.
Verse: 4    
ὡς δὲ διεπορεύοντο τὰς πόλεις, παρεδίδοσαν αὐτοῖς ϕυλάσσειν τὰ δόγματα τὰ κεκριμένα ὑπὸ τῶν ἀποστόλων καὶ πρεσβυτέρων τῶν ἐν ῾Ιεροσολύμοις.
Verse: 5    
αἱ μὲν οὖν ἐκκλησίαι ἐστερεοῦντο τῇ πίστει καὶ ἐπερίσσευον τῷ ἀριϑμῷ καϑ' ἡμέραν.
Verse: 6    
Διῆλϑον δὲ τὴν Φρυγίαν καὶ Γαλατικὴν χώραν, κωλυϑέντες ὑπὸ τοῦ ἁγίου πνεύματος λαλῆσαι τὸν λόγον ἐν τῇ ᾽Ασίᾳ·
Verse: 7    
ἐλϑόντες δὲ κατὰ τὴν Μυσίαν ἐπείραζον εἰς τὴν Βιϑυνίαν πορευϑῆναι, καὶ οὐκ εἴασεν αὐτοὺς τὸ πνεῦμα ᾽Ιησοῦ·
Verse: 8    
παρελϑόντες δὲ τὴν Μυσίαν κατέβησαν εἰς Τρῳάδα.
Verse: 9    
καὶ ὅραμα διὰ [τῆς] νυκτὸς τῷ Παύλῳ ὤϕϑη, ἀνὴρ Μακεδών τις ἦν ἑστὼς καὶ παρακαλῶν αὐτὸν καὶ λέγων, Διαβὰς εἰς Μακεδονίαν βοήϑησον ἡμῖν.
Verse: 10    
ὡς δὲ τὸ ὅραμα εἶδεν, εὐϑέως ἐζητήσαμεν ἐξελϑεῖν εἰς Μακεδονίαν, συμβιβάζοντες ὅτι προσκέκληται ἡμᾶς ϑεὸς εὐαγγελίσασϑαι αὐτούς.
Verse: 11    
᾽Αναχϑέντες δὲ ἀπὸ Τρῳάδος εὐϑυδρομήσαμεν εἰς Σαμοϑρᾴκην, τῇ δὲ ἐπιούσῃ εἰς Νέαν Πόλιν,
Verse: 12    
κἀκεῖϑεν εἰς Φιλίππους, ἥτις ἐστὶν πρώτης μερίδος τῆς Μακεδονίας πόλις, κολωνία. ἦμεν δὲ ἐν ταύτῃ τῇ πόλει διατρίβοντες ἡμέρας τινάς.
Verse: 13    
τῇ τε ἡμέρᾳ τῶν σαββάτων ἐξήλϑομεν ἔξω τῆς πύλης παρὰ ποταμὸν οὗ ἐνομίζομεν προσευχὴν εἶναι, καὶ καϑίσαντες ἐλαλοῦμεν ταῖς συνελϑούσαις γυναιξίν.
Verse: 14    
καί τις γυνὴ ὀνόματι Λυδία, πορϕυρόπωλις πόλεως Θυατίρων σεβομένη τὸν ϑεόν, ἤκουεν, ἧς κύριος διήνοιξεν τὴν καρδίαν προσέχειν τοῖς λαλουμένοις ὑπὸ τοῦ Παύλου.
Verse: 15    
ὡς δὲ ἐβαπτίσϑη καὶ οἶκος αὐτῆς, παρεκάλεσεν λέγουσα, Εἰ κεκρίκατέ με πιστὴν τῷ κυρίῳ εἶναι, εἰσελϑόντες εἰς τὸν οἶκόν μου μένετε· καὶ παρεβιάσατο ἡμᾶς.
Verse: 16    
᾽Εγένετο δὲ πορευομένων ἡμῶν εἰς τὴν προσευχὴν παιδίσκην τινὰ ἔχουσαν πνεῦμα πύϑωνα ὑπαντῆσαι ἡμῖν, ἥτις ἐργασίαν πολλὴν παρεῖχεν τοῖς κυρίοις αὐτῆς μαντευομένη.
Verse: 17    
αὕτη κατακολουϑοῦσα τῷ Παύλῳ καὶ ἡμῖν ἔκραζεν λέγουσα, Οὗτοι οἱ ἄνϑρωποι δοῦλοι τοῦ ϑεοῦ τοῦ ὑψίστου εἰσίν, οἵτινες καταγγέλλουσιν ὑμῖν ὁδὸν σωτηρίας.
Verse: 18    
τοῦτο δὲ ἐποίει ἐπὶ πολλὰς ἡμέρας. διαπονηϑεὶς δὲ Παῦλος καὶ ἐπιστρέψας τῷ πνεύματι εἶπεν, Παραγγέλλω σοι ἐν ὀνόματι ᾽Ιησοῦ Χριστοῦ ἐξελϑεῖν ἀπ' αὐτῆς· καὶ ἐξῆλϑεν αὐτῇ τῇ ὥρᾳ.
Verse: 19    
ἰδόντες δὲ οἱ κύριοι αὐτῆς ὅτι ἐξῆλϑεν ἐλπὶς τῆς ἐργασίας αὐτῶν ἐπιλαβόμενοι τὸν Παῦλον καὶ τὸν Σίλαν εἵλκυσαν εἰς τὴν ἀγορὰν ἐπὶ τοὺς ἄρχοντας,
Verse: 20    
καὶ προσαγαγόντες αὐτοὺς τοῖς στρατηγοῖς εἶπαν, Οὗτοι οἱ ἄνϑρωποι ἐκταράσσουσιν ἡμῶν τὴν πόλιν ᾽Ιουδαῖοι ὑπάρχοντες,
Verse: 21    
καὶ καταγγέλλουσιν ἔϑη οὐκ ἔξεστιν ἡμῖν παραδέχεσϑαι οὐδὲ ποιεῖν ῾Ρωμαίοις οὖσιν.
Verse: 22    
καὶ συνεπέστη ὄχλος κατ' αὐτῶν, καὶ οἱ στρατηγοὶ περιρήξαντες αὐτῶν τὰ ἱμάτια ἐκέλευον ῥαβδίζειν,
Verse: 23    
πολλάς τε ἐπιϑέντες αὐτοῖς πληγὰς ἔβαλον εἰς ϕυλακήν, παραγγείλαντες τῷ δεσμοϕύλακι ἀσϕαλῶς τηρεῖν αὐτούς·
Verse: 24    
ὃς παραγγελίαν τοιαύτην λαβὼν ἔβαλεν αὐτοὺς εἰς τὴν ἐσωτέραν ϕυλακὴν καὶ τοὺς πόδας ἠσϕαλίσατο αὐτῶν εἰς τὸ ξύλον.
Verse: 25    
Κατὰ δὲ τὸ μεσονύκτιον Παῦλος καὶ Σίλας προσευχόμενοι ὕμνουν τὸν ϑεόν, ἐπηκροῶντο δὲ αὐτῶν οἱ δέσμιοι·
Verse: 26    
ἄϕνω δὲ σεισμὸς ἐγένετο μέγας ὥστε σαλευϑῆναι τὰ ϑεμέλια τοῦ δεσμωτηρίου, ἠνεῴχϑησαν δὲ παραχρῆμα αἱ ϑύραι πᾶσαι, καὶ πάντων τὰ δεσμὰ ἀνέϑη.
Verse: 27    
ἔξυπνος δὲ γενόμενος δεσμοϕύλαξ καὶ ἰδὼν ἀνεῳγμένας τὰς ϑύρας τῆς ϕυλακῆς, σπασάμενος [τὴν] μάχαιραν ἤμελλεν ἑαυτὸν ἀναιρεῖν, νομίζων ἐκπεϕευγέναι τοὺς δεσμίους.
Verse: 28    
ἐϕώνησεν δὲ Παῦλος μεγάλῃ ϕωνῇ λέγων, Μηδὲν πράξῃς σεαυτῷ κακόν, ἅπαντες γάρ ἐσμεν ἐνϑάδε.
Verse: 29    
αἰτήσας δὲ ϕῶτα εἰσεπήδησεν, καὶ ἔντρομος γενόμενος προσέπεσεν τῷ Παύλῳ καὶ [τῷ] Σίλᾳ,
Verse: 30    
καὶ προαγαγὼν αὐτοὺς ἔξω ἔϕη, Κύριοι, τί με δεῖ ποιεῖν ἵνα σωϑῶ;
Verse: 31    
οἱ δὲ εἶπαν, Πίστευσον ἐπὶ τὸν κύριον ᾽Ιησοῦν, καὶ σωϑήσῃ σὺ καὶ οἶκός σου.
Verse: 32    
καὶ ἐλάλησαν αὐτῷ τὸν λόγον τοῦ κυρίου σὺν πᾶσιν τοῖς ἐν τῇ οἰκίᾳ αὐτοῦ.
Verse: 33    
καὶ παραλαβὼν αὐτοὺς ἐν ἐκείνῃ τῇ ὥρᾳ τῆς νυκτὸς ἔλουσεν ἀπὸ τῶν πληγῶν, καὶ ἐβαπτίσϑη αὐτὸς καὶ οἱ αὐτοῦ πάντες παραχρῆμα,
Verse: 34    
ἀναγαγών τε αὐτοὺς εἰς τὸν οἶκον παρέϑηκεν τράπεζαν, καὶ ἠγαλλιάσατο πανοικεὶ πεπιστευκὼς τῷ ϑεῷ.
Verse: 35    
῾Ημέρας δὲ γενομένης ἀπέστειλαν οἱ στρατηγοὶ τοὺς ῥαβδούχους λέγοντες, ᾽Απόλυσον τοὺς ἀνϑρώπους ἐκείνους.
Verse: 36    
ἀπήγγειλεν δὲ δεσμοϕύλαξ τοὺς λόγους πρὸς τὸν Παῦλον, ὅτι ᾽Απέσταλκαν οἱ στρατηγοὶ ἵνα ἀπολυϑῆτε· νῦν οὖν ἐξελϑόντες πορεύεσϑε ἐν εἰρήνῃ.
Verse: 37    
δὲ Παῦλος ἔϕη πρὸς αὐτούς, Δείραντες ἡμᾶς δημοσίᾳ ἀκατακρίτους, ἀνϑρώπους ῾Ρωμαίους ὑπάρχοντας, ἔβαλαν εἰς ϕυλακήν· καὶ νῦν λάϑρᾳ ἡμᾶς ἐκβάλλουσιν; οὐ γάρ, ἀλλὰ ἐλϑόντες αὐτοὶ ἡμᾶς ἐξαγαγέτωσαν.
Verse: 38    
ἀπήγγειλαν δὲ τοῖς στρατηγοῖς οἱ ῥαβδοῦχοι τὰ ῥήματα ταῦτα. ἐϕοβήϑησαν δὲ ἀκούσαντες ὅτι ῾Ρωμαῖοί εἰσιν,
Verse: 39    
καὶ ἐλϑόντες παρεκάλεσαν αὐτούς, καὶ ἐξαγαγόντες ἠρώτων ἀπελϑεῖν ἀπὸ τῆς πόλεως.
Verse: 40    
ἐξελϑόντες δὲ ἀπὸ τῆς ϕυλακῆς εἰσῆλϑον πρὸς τὴν Λυδίαν, καὶ ἰδόντες παρεκάλεσαν τοὺς ἀδελϕοὺς καὶ ἐξῆλϑαν.

Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.