TITUS
Novum Testamentum graece
Part No. 108
Previous part

Chapter: 17 
Verse: 1    Διοδεύσαντες δὲ τὴν ᾽Αμϕίπολιν καὶ τὴν ᾽Απολλωνίαν ἦλϑον εἰς Θεσσαλονίκην, ὅπου ἦν συναγωγὴ τῶν ᾽Ιουδαίων.
Verse: 2    
κατὰ δὲ τὸ εἰωϑὸς τῷ Παύλῳ εἰσῆλϑεν πρὸς αὐτοὺς καὶ ἐπὶ σάββατα τρία διελέξατο αὐτοῖς ἀπὸ τῶν γραϕῶν,
Verse: 3    
διανοίγων καὶ παρατιϑέμενος ὅτι τὸν Χριστὸν ἔδει παϑεῖν καὶ ἀναστῆναι ἐκ νεκρῶν, καὶ ὅτι οὗτός ἐστιν Χριστός, [ὁ] ᾽Ιησοῦς, ὃν ἐγὼ καταγγέλλω ὑμῖν.
Verse: 4    
καί τινες ἐξ αὐτῶν ἐπείσϑησαν καὶ προσεκληρώϑησαν τῷ Παύλῳ καὶ τῷ Σίλᾳ, τῶν τε σεβομένων ῾Ελλήνων πλῆϑος πολὺ γυναικῶν τε τῶν πρώτων οὐκ ὀλίγαι.
Verse: 5    
Ζηλώσαντες δὲ οἱ ᾽Ιουδαῖοι καὶ προσλαβόμενοι τῶν ἀγοραίων ἄνδρας τινὰς πονηροὺς καὶ ὀχλοποιήσαντες ἐϑορύβουν τὴν πόλιν, καὶ ἐπιστάντες τῇ οἰκίᾳ ᾽Ιάσονος ἐζήτουν αὐτοὺς προαγαγεῖν εἰς τὸν δῆμον.
Verse: 6    
μὴ εὑρόντες δὲ αὐτοὺς ἔσυρον ᾽Ιάσονα καί τινας ἀδελϕοὺς ἐπὶ τοὺς πολιτάρχας, βοῶντες ὅτι Οἱ τὴν οἰκουμένην ἀναστατώσαντες οὗτοι καὶ ἐνϑάδε πάρεισιν,
Verse: 7    
οὓς ὑποδέδεκται ᾽Ιάσων· καὶ οὗτοι πάντες ἀπέναντι τῶν δογμάτων Καίσαρος πράσσουσι, βασιλέα ἕτερον λέγοντες εἶναι ᾽Ιησοῦν.
Verse: 8    
ἐτάραξαν δὲ τὸν ὄχλον καὶ τοὺς πολιτάρχας ἀκούοντας ταῦτα,
Verse: 9    
καὶ λαβόντες τὸ ἱκανὸν παρὰ τοῦ ᾽Ιάσονος καὶ τῶν λοιπῶν ἀπέλυσαν αὐτούς.
Verse: 10    
Οἱ δὲ ἀδελϕοὶ εὐϑέως διὰ νυκτὸς ἐξέπεμψαν τόν τε Παῦλον καὶ τὸν Σίλαν εἰς Βέροιαν, οἵτινες παραγενόμενοι εἰς τὴν συναγωγὴν τῶν ᾽Ιουδαίων ἀπῄεσαν.
Verse: 11    
οὗτοι δὲ ἦσαν εὐγενέστεροι τῶν ἐν Θεσσαλονίκῃ, οἵτινες ἐδέξαντο τὸν λόγον μετὰ πάσης προϑυμίας, καϑ' ἡμέραν ἀνακρίνοντες τὰς γραϕὰς εἰ ἔχοι ταῦτα οὕτως.
Verse: 12    
πολλοὶ μὲν οὖν ἐξ αὐτῶν ἐπίστευσαν, καὶ τῶν ῾Ελληνίδων γυναικῶν τῶν εὐσχημόνων καὶ ἀνδρῶν οὐκ ὀλίγοι.
Verse: 13    
῾Ως δὲ ἔγνωσαν οἱ ἀπὸ τῆς Θεσσαλονίκης ᾽Ιουδαῖοι ὅτι καὶ ἐν τῇ Βεροίᾳ κατηγγέλη ὑπὸ τοῦ Παύλου λόγος τοῦ ϑεοῦ, ἦλϑον κἀκεῖ σαλεύοντες καὶ ταράσσοντες τοὺς ὄχλους.
Verse: 14    
εὐϑέως δὲ τότε τὸν Παῦλον ἐξαπέστειλαν οἱ ἀδελϕοὶ πορεύεσϑαι ἕως ἐπὶ τὴν ϑάλασσαν· ὑπέμεινάν τε τε Σίλας καὶ Τιμόϑεος ἐκεῖ.
Verse: 15    
οἱ δὲ καϑιστάνοντες τὸν Παῦλον ἤγαγον ἕως ᾽Αϑηνῶν, καὶ λαβόντες ἐντολὴν πρὸς τὸν Σίλαν καὶ τὸν Τιμόϑεον ἵνα ὡς τάχιστα ἔλϑωσιν πρὸς αὐτὸν ἐξῄεσαν.
Verse: 16    
᾽Εν δὲ ταῖς ᾽Αϑήναις ἐκδεχομένου αὐτοὺς τοῦ Παύλου, παρωξύνετο τὸ πνεῦμα αὐτοῦ ἐν αὐτῷ ϑεωροῦντος κατείδωλον οὖσαν τὴν πόλιν.
Verse: 17    
διελέγετο μὲν οὖν ἐν τῇ συναγωγῇ τοῖς ᾽Ιουδαίοις καὶ τοῖς σεβομένοις καὶ ἐν τῇ ἀγορᾷ κατὰ πᾶσαν ἡμέραν πρὸς τοὺς παρατυγχάνοντας.
Verse: 18    
τινὲς δὲ καὶ τῶν ᾽Επικουρείων καὶ Στοϊκῶν ϕιλοσόϕων συνέβαλλον αὐτῷ, καί τινες ἔλεγον, Τί ἂν ϑέλοι σπερμολόγος οὗτος λέγειν; οἱ δέ, Ξένων δαιμονίων δοκεῖ καταγγελεὺς εἶναι· ὅτι τὸν ᾽Ιησοῦν καὶ τὴν ἀνάστασιν εὐηγγελίζετο.
Verse: 19    
ἐπιλαβόμενοί τε αὐτοῦ ἐπὶ τὸν ῎Αρειον Πάγον ἤγαγον, λέγοντες, Δυνάμεϑα γνῶναι τίς καινὴ αὕτη ὑπὸ σοῦ λαλουμένη διδαχή;
Verse: 20    
ξενίζοντα γάρ τινα εἰσϕέρεις εἰς τὰς ἀκοὰς ἡμῶν· βουλόμεϑα οὖν γνῶναι τίνα ϑέλει ταῦτα εἶναι.
Verse: 21    
᾽Αϑηναῖοι δὲ πάντες καὶ οἱ ἐπιδημοῦντες ξένοι εἰς οὐδὲν ἕτερον ηὐκαίρουν λέγειν τι ἀκούειν τι καινότερον.
Verse: 22    
Σταϑεὶς δὲ [ὁ] Παῦλος ἐν μέσῳ τοῦ ᾽Αρείου Πάγου ἔϕη, ῎Ανδρες ᾽Αϑηναῖοι, κατὰ πάντα ὡς δεισιδαιμονεστέρους ὑμᾶς ϑεωρῶ·
Verse: 23    
διερχόμενος γὰρ καὶ ἀναϑεωρῶν τὰ σεβάσματα ὑμῶν εὗρον καὶ βωμὸν ἐν ἐπεγέγραπτο, ᾽Αγνώστῳ ϑεῷ. οὖν ἀγνοοῦντες εὐσεβεῖτε, τοῦτο ἐγὼ καταγγέλλω ὑμῖν.
Verse: 24    
ϑεὸς ποιήσας τὸν κόσμον καὶ πάντα τὰ ἐν αὐτῷ, οὗτος οὐρανοῦ καὶ γῆς ὑπάρχων κύριος οὐκ ἐν χειροποιήτοις ναοῖς κατοικεῖ
Verse: 25    
οὐδὲ ὑπὸ χειρῶν ἀνϑρωπίνων ϑεραπεύεται προσδεόμενός τινος, αὐτὸς διδοὺς πᾶσι ζωὴν καὶ πνοὴν καὶ τὰ πάντα·
Verse: 26    
ἐποίησέν τε ἐξ ἑνὸς πᾶν ἔϑνος ἀνϑρώπων κατοικεῖν ἐπὶ παντὸς προσώπου τῆς γῆς, ὁρίσας προστεταγμένους καιροὺς καὶ τὰς ὁροϑεσίας τῆς κατοικίας αὐτῶν,
Verse: 27    
ζητεῖν τὸν ϑεὸν εἰ ἄρα γε ψηλαϕήσειαν αὐτὸν καὶ εὕροιεν, καί γε οὐ μακρὰν ἀπὸ ἑνὸς ἑκάστου ἡμῶν ὑπάρχοντα.
Verse: 28    
᾽Εν αὐτῷ γὰρ ζῶμεν καὶ κινούμεϑα καὶ ἐσμέν, ὡς καί τινες τῶν καϑ' ὑμᾶς ποιητῶν εἰρήκασιν, Τοῦ γὰρ καὶ γένος ἐσμέν.
Verse: 29    
γένος οὖν ὑπάρχοντες τοῦ ϑεοῦ οὐκ ὀϕείλομεν νομίζειν χρυσῷ ἀργύρῳ λίϑῳ, χαράγματι τέχνης καὶ ἐνϑυμήσεως ἀνϑρώπου, τὸ ϑεῖον εἶναι ὅμοιον.
Verse: 30    
τοὺς μὲν οὖν χρόνους τῆς ἀγνοίας ὑπεριδὼν ϑεὸς τὰ νῦν παραγγέλλει τοῖς ἀνϑρώποις πάντας πανταχοῦ μετανοεῖν,
Verse: 31    
καϑότι ἔστησεν ἡμέραν ἐν μέλλει κρίνειν τὴν οἰκουμένην ἐν δικαιοσύνῃ ἐν ἀνδρὶ ὥρισεν, πίστιν παρασχὼν πᾶσιν ἀναστήσας αὐτὸν ἐκ νεκρῶν.
Verse: 32    
᾽Ακούσαντες δὲ ἀνάστασιν νεκρῶν οἱ μὲν ἐχλεύαζον, οἱ δὲ εἶπαν, ᾽Ακουσόμεϑά σου περὶ τούτου καὶ πάλιν.
Verse: 33    
οὕτως Παῦλος ἐξῆλϑεν ἐκ μέσου αὐτῶν.
Verse: 34    
τινὲς δὲ ἄνδρες κολληϑέντες αὐτῷ ἐπίστευσαν, ἐν οἷς καὶ Διονύσιος ᾽Αρεοπαγίτης καὶ γυνὴ ὀνόματι Δάμαρις καὶ ἕτεροι σὺν αὐτοῖς.

Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.