TITUS
Novum Testamentum graece
Part No. 117
Previous part

Chapter: 26 
Verse: 1    ᾽Αγρίππας δὲ πρὸς τὸν Παῦλον ἔϕη, ᾽Επιτρέπεταί σοι περὶ σεαυτοῦ λέγειν. τότε Παῦλος ἐκτείνας τὴν χεῖρα ἀπελογεῖτο,
Verse: 2    
Περὶ πάντων ὧν ἐγκαλοῦμαι ὑπὸ ᾽Ιουδαίων, βασιλεῦ ᾽Αγρίππα, ἥγημαι ἐμαυτὸν μακάριον ἐπὶ σοῦ μέλλων σήμερον ἀπολογεῖσϑαι,
Verse: 3    
μάλιστα γνώστην ὄντα σε πάντων τῶν κατὰ ᾽Ιουδαίους ἐϑῶν τε καὶ ζητημάτων· διὸ δέομαι μακροϑύμως ἀκοῦσαί μου.
Verse: 4    
Τὴν μὲν οὖν βίωσίν μου ἐκ νεότητος τὴν ἀπ' ἀρχῆς γενομένην ἐν τῷ ἔϑνει μου ἔν τε ῾Ιεροσολύμοις ἴσασι πάντες ᾽Ιουδαῖοι,
Verse: 5    
προγινώσκοντές με ἄνωϑεν, ἐὰν ϑέλωσι μαρτυρεῖν, ὅτι κατὰ τὴν ἀκριβεστάτην αἵρεσιν τῆς ἡμετέρας ϑρησκείας ἔζησα Φαρισαῖος.
Verse: 6    
καὶ νῦν ἐπ' ἐλπίδι τῆς εἰς τοὺς πατέρας ἡμῶν ἐπαγγελίας γενομένης ὑπὸ τοῦ ϑεοῦ ἕστηκα κρινόμενος,
Verse: 7    
εἰς ἣν τὸ δωδεκάϕυλον ἡμῶν ἐν ἐκτενείᾳ νύκτα καὶ ἡμέραν λατρεῦον ἐλπίζει καταντῆσαι· περὶ ἧς ἐλπίδος ἐγκαλοῦμαι ὑπὸ ᾽Ιουδαίων, βασιλεῦ.
Verse: 8    
τί ἄπιστον κρίνεται παρ' ὑμῖν εἰ ϑεὸς νεκροὺς ἐγείρει;
Verse: 9    
ἐγὼ μὲν οὖν ἔδοξα ἐμαυτῷ πρὸς τὸ ὄνομα ᾽Ιησοῦ τοῦ Ναζωραίου δεῖν πολλὰ ἐναντία πρᾶξαι·
Verse: 10    
καὶ ἐποίησα ἐν ῾Ιεροσολύμοις, καὶ πολλούς τε τῶν ἁγίων ἐγὼ ἐν ϕυλακαῖς κατέκλεισα τὴν παρὰ τῶν ἀρχιερέων ἐξουσίαν λαβών, ἀναιρουμένων τε αὐτῶν κατήνεγκα ψῆϕον,
Verse: 11    
καὶ κατὰ πάσας τὰς συναγωγὰς πολλάκις τιμωρῶν αὐτοὺς ἠνάγκαζον βλασϕημεῖν, περισσῶς τε ἐμμαινόμενος αὐτοῖς ἐδίωκον ἕως καὶ εἰς τὰς ἔξω πόλεις.
Verse: 12    
᾽Εν οἷς πορευόμενος εἰς τὴν Δαμασκὸν μετ' ἐξουσίας καὶ ἐπιτροπῆς τῆς τῶν ἀρχιερέων
Verse: 13    
ἡμέρας μέσης κατὰ τὴν ὁδὸν εἶδον, βασιλεῦ, οὐρανόϑεν ὑπὲρ τὴν λαμπρότητα τοῦ ἡλίου περιλάμψαν με ϕῶς καὶ τοὺς σὺν ἐμοὶ πορευομένους·
Verse: 14    
πάντων τε καταπεσόντων ἡμῶν εἰς τὴν γῆν ἤκουσα ϕωνὴν λέγουσαν πρός με τῇ ῾Εβραίδι διαλέκτῳ, Σαοὺλ Σαούλ, τί με διώκεις; σκληρόν σοι πρὸς κέντρα λακτίζειν.
Verse: 15    
ἐγὼ δὲ εἶπα, Τίς εἶ, κύριε; δὲ κύριος εἶπεν, ᾽Εγώ εἰμι ᾽Ιησοῦς ὃν σὺ διώκεις.
Verse: 16    
ἀλλὰ ἀνάστηϑι καὶ στῆϑι ἐπὶ τοὺς πόδας σου· εἰς τοῦτο γὰρ ὤϕϑην σοι, προχειρίσασϑαί σε ὑπηρέτην καὶ μάρτυρα ὧν τε εἶδές με ὧν τε ὀϕϑήσομαί σοι,
Verse: 17    
ἐξαιρούμενός σε ἐκ τοῦ λαοῦ καὶ ἐκ τῶν ἐϑνῶν, εἰς οὓς ἐγὼ ἀποστέλλω σε
Verse: 18    
ἀνοῖξαι ὀϕϑαλμοὺς αὐτῶν, τοῦ ἐπιστρέψαι ἀπὸ σκότους εἰς ϕῶς καὶ τῆς ἐξουσίας τοῦ Σατανᾶ ἐπὶ τὸν ϑεόν, τοῦ λαβεῖν αὐτοὺς ἄϕεσιν ἁμαρτιῶν καὶ κλῆρον ἐν τοῖς ἡγιασμένοις πίστει τῇ εἰς ἐμέ.
Verse: 19    
῞Οϑεν, βασιλεῦ ᾽Αγρίππα, οὐκ ἐγενόμην ἀπειϑὴς τῇ οὐρανίῳ ὀπτασίᾳ,
Verse: 20    
ἀλλὰ τοῖς ἐν Δαμασκῷ πρῶτόν τε καὶ ῾Ιεροσολύμοις, πᾶσάν τε τὴν χώραν τῆς ᾽Ιουδαίας καὶ τοῖς ἔϑνεσιν ἀπήγγελλον μετανοεῖν καὶ ἐπιστρέϕειν ἐπὶ τὸν ϑεόν, ἄξια τῆς μετανοίας ἔργα πράσσοντας.
Verse: 21    
ἕνεκα τούτων με ᾽Ιουδαῖοι συλλαβόμενοι [ὄντα] ἐν τῷ ἱερῷ ἐπειρῶντο διαχειρίσασϑαι.
Verse: 22    
ἐπικουρίας οὖν τυχὼν τῆς ἀπὸ τοῦ ϑεοῦ ἄχρι τῆς ἡμέρας ταύτης ἕστηκα μαρτυρόμενος μικρῷ τε καὶ μεγάλῳ, οὐδὲν ἐκτὸς λέγων ὧν τε οἱ προϕῆται ἐλάλησαν μελλόντων γίνεσϑαι καὶ Μωϋσῆς,
Verse: 23    
εἰ παϑητὸς Χριστός, εἰ πρῶτος ἐξ ἀναστάσεως νεκρῶν ϕῶς μέλλει καταγγέλλειν τῷ τε λαῷ καὶ τοῖς ἔϑνεσιν.
Verse: 24    
Ταῦτα δὲ αὐτοῦ ἀπολογουμένου Φῆστος μεγάλῃ τῇ ϕωνῇ ϕησιν, Μαίνῃ, Παῦλε· τὰ πολλά σε γράμματα εἰς μανίαν περιτρέπει.
Verse: 25    
δὲ Παῦλος, Οὐ μαίνομαι, ϕησίν, κράτιστε Φῆστε, ἀλλὰ ἀληϑείας καὶ σωϕροσύνης ῥήματα ἀποϕϑέγγομαι.
Verse: 26    
ἐπίσταται γὰρ περὶ τούτων βασιλεύς, πρὸς ὃν καὶ παρρησιαζόμενος λαλῶ· λανϑάνειν γὰρ αὐτὸν τούτων οὐ πείϑομαι οὐϑέν, οὐ γάρ ἐστιν ἐν γωνίᾳ πεπραγμένον τοῦτο.
Verse: 27    
πιστεύεις, βασιλεῦ ᾽Αγρίππα, τοῖς προϕήταις; οἶδα ὅτι πιστεύεις.
Verse: 28    
δὲ ᾽Αγρίππας πρὸς τὸν Παῦλον, ᾽Εν ὀλίγῳ με πείϑεις Χριστιανὸν ποιῆσαι.
Verse: 29    
δὲ Παῦλος, Εὐξαίμην ἂν τῷ ϑεῷ καὶ ἐν ὀλίγῳ καὶ ἐν μεγάλῳ οὐ μόνον σὲ ἀλλὰ καὶ πάντας τοὺς ἀκούοντάς μου σήμερον γενέσϑαι τοιούτους ὁποῖος καὶ ἐγώ εἰμι, παρεκτὸς τῶν δεσμῶν τούτων.
Verse: 30    
᾽Ανέστη τε βασιλεὺς καὶ ἡγεμὼν τε Βερνίκη καὶ οἱ συγκαϑήμενοι αὐτοῖς,
Verse: 31    
καὶ ἀναχωρήσαντες ἐλάλουν πρὸς ἀλλήλους λέγοντες ὅτι Οὐδὲν ϑανάτου δεσμῶν ἄξιον πράσσει ἄνϑρωπος οὗτος.
Verse: 32    
᾽Αγρίππας δὲ τῷ Φήστῳ ἔϕη, ᾽Απολελύσϑαι ἐδύνατο ἄνϑρωπος οὗτος εἰ μὴ ἐπεκέκλητο Καίσαρα.

Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.