TITUS
Novum Testamentum graece
Part No. 118
Previous part

Chapter: 27 
Verse: 1    ῾Ως δὲ ἐκρίϑη τοῦ ἀποπλεῖν ἡμᾶς εἰς τὴν ᾽Ιταλίαν, παρεδίδουν τόν τε Παῦλον καί τινας ἑτέρους δεσμώτας ἑκατοντάρχῃ ὀνόματι ᾽Ιουλίῳ σπείρης Σεβαστῆς.
Verse: 2    
ἐπιβάντες δὲ πλοίῳ ᾽Αδραμυττηνῷ μέλλοντι πλεῖν εἰς τοὺς κατὰ τὴν ᾽Ασίαν τόπους ἀνήχϑημεν, ὄντος σὺν ἡμῖν ᾽Αριστάρχου Μακεδόνος Θεσσαλονικέως·
Verse: 3    
τῇ τε ἑτέρᾳ κατήχϑημεν εἰς Σιδῶνα, ϕιλανϑρώπως τε ᾽Ιούλιος τῷ Παύλῳ χρησάμενος ἐπέτρεψεν πρὸς τοὺς ϕίλους πορευϑέντι ἐπιμελείας τυχεῖν.
Verse: 4    
κἀκεῖϑεν ἀναχϑέντες ὑπεπλεύσαμεν τὴν Κύπρον διὰ τὸ τοὺς ἀνέμους εἶναι ἐναντίους,
Verse: 5    
τό τε πέλαγος τὸ κατὰ τὴν Κιλικίαν καὶ Παμϕυλίαν διαπλεύσαντες κατήλϑομεν εἰς Μύρα τῆς Λυκίας.
Verse: 6    
κἀκεῖ εὑρὼν ἑκατοντάρχης πλοῖον ᾽Αλεξανδρῖνον πλέον εἰς τὴν ᾽Ιταλίαν ἐνεβίβασεν ἡμᾶς εἰς αὐτό.
Verse: 7    
ἐν ἱκαναῖς δὲ ἡμέραις βραδυπλοοῦντες καὶ μόλις γενόμενοι κατὰ τὴν Κνίδον, μὴ προσεῶντος ἡμᾶς τοῦ ἀνέμου, ὑπεπλεύσαμεν τὴν Κρήτην κατὰ Σαλμώνην,
Verse: 8    
μόλις τε παραλεγόμενοι αὐτὴν ἤλϑομεν εἰς τόπον τινὰ καλούμενον Καλοὺς Λιμένας, ἐγγὺς πόλις ἦν Λασαία.
Verse: 9    
῾Ικανοῦ δὲ χρόνου διαγενομένου καὶ ὄντος ἤδη ἐπισϕαλοῦς τοῦ πλοὸς διὰ τὸ καὶ τὴν νηστείαν ἤδη παρεληλυϑέναι, παρῄνει Παῦλος
Verse: 10    
λέγων αὐτοῖς, ῎Ανδρες, ϑεωρῶ ὅτι μετὰ ὕβρεως καὶ πολλῆς ζημίας οὐ μόνον τοῦ ϕορτίου καὶ τοῦ πλοίου ἀλλὰ καὶ τῶν ψυχῶν ἡμῶν μέλλειν ἔσεσϑαι τὸν πλοῦν.
Verse: 11    
δὲ ἑκατοντάρχης τῷ κυβερνήτῃ καὶ τῷ ναυκλήρῳ μᾶλλον ἐπείϑετο τοῖς ὑπὸ Παύλου λεγομένοις.
Verse: 12    
ἀνευϑέτου δὲ τοῦ λιμένος ὑπάρχοντος πρὸς παραχειμασίαν οἱ πλείονες ἔϑεντο βουλὴν ἀναχϑῆναι ἐκεῖϑεν, εἴ πως δύναιντο καταντήσαντες εἰς Φοίνικα παραχειμάσαι, λιμένα τῆς Κρήτης βλέποντα κατὰ λίβα καὶ κατὰ χῶρον.
Verse: 13    
῾Υποπνεύσαντος δὲ νότου δόξαντες τῆς προϑέσεως κεκρατηκέναι, ἄραντες ἆσσον παρελέγοντο τὴν Κρήτην.
Verse: 14    
μετ' οὐ πολὺ δὲ ἔβαλεν κατ' αὐτῆς ἄνεμος τυϕωνικὸς καλούμενος Εὐρακύλων·
Verse: 15    
συναρπασϑέντος δὲ τοῦ πλοίου καὶ μὴ δυναμένου ἀντοϕϑαλμεῖν τῷ ἀνέμῳ ἐπιδόντες ἐϕερόμεϑα.
Verse: 16    
νησίον δέ τι ὑποδραμόντες καλούμενον Καῦδα ἰσχύσαμεν μόλις περικρατεῖς γενέσϑαι τῆς σκάϕης,
Verse: 17    
ἣν ἄραντες βοηϑείαις ἐχρῶντο ὑποζωννύντες τὸ πλοῖον· ϕοβούμενοί τε μὴ εἰς τὴν Σύρτιν ἐκπέσωσιν, χαλάσαντες τὸ σκεῦος, οὕτως ἐϕέροντο.
Verse: 18    
σϕοδρῶς δὲ χειμαζομένων ἡμῶν τῇ ἑξῆς ἐκβολὴν ἐποιοῦντο,
Verse: 19    
καὶ τῇ τρίτῃ αὐτόχειρες τὴν σκευὴν τοῦ πλοίου ἔρριψαν.
Verse: 20    
μήτε δὲ ἡλίου μήτε ἄστρων ἐπιϕαινόντων ἐπὶ πλείονας ἡμέρας, χειμῶνός τε οὐκ ὀλίγου ἐπικειμένου, λοιπὸν περιῃρεῖτο ἐλπὶς πᾶσα τοῦ σῴζεσϑαι ἡμᾶς.
Verse: 21    
Πολλῆς τε ἀσιτίας ὑπαρχούσης τότε σταϑεὶς Παῦλος ἐν μέσῳ αὐτῶν εἶπεν, ῎Εδει μέν, ἄνδρες, πειϑαρχήσαντάς μοι μὴ ἀνάγεσϑαι ἀπὸ τῆς Κρήτης κερδῆσαί τε τὴν ὕβριν ταύτην καὶ τὴν ζημίαν.
Verse: 22    
καὶ τὰ νῦν παραινῶ ὑμᾶς εὐϑυμεῖν, ἀποβολὴ γὰρ ψυχῆς οὐδεμία ἔσται ἐξ ὑμῶν πλὴν τοῦ πλοίου·
Verse: 23    
παρέστη γάρ μοι ταύτῃ τῇ νυκτὶ τοῦ ϑεοῦ οὗ εἰμι [ἐγώ], καὶ λατρεύω, ἄγγελος
Verse: 24    
λέγων, Μὴ ϕοβοῦ, Παῦλε· Καίσαρί σε δεῖ παραστῆναι, καὶ ἰδοὺ κεχάρισταί σοι ϑεὸς πάντας τοὺς πλέοντας μετὰ σοῦ.
Verse: 25    
διὸ εὐϑυμεῖτε, ἄνδρες· πιστεύω γὰρ τῷ ϑεῷ ὅτι οὕτως ἔσται καϑ' ὃν τρόπον λελάληταί μοι.
Verse: 26    
εἰς νῆσον δέ τινα δεῖ ἡμᾶς ἐκπεσεῖν.
Verse: 27    
῾Ως δὲ τεσσαρεσκαιδεκάτη νὺξ ἐγένετο διαϕερομένων ἡμῶν ἐν τῷ ᾽Αδρίᾳ, κατὰ μέσον τῆς νυκτὸς ὑπενόουν οἱ ναῦται προσάγειν τινὰ αὐτοῖς χώραν.
Verse: 28    
καὶ βολίσαντες εὗρον ὀργυιὰς εἴκοσι, βραχὺ δὲ διαστήσαντες καὶ πάλιν βολίσαντες εὗρον ὀργυιὰς δεκαπέντε·
Verse: 29    
ϕοβούμενοί τε μή που κατὰ τραχεῖς τόπους ἐκπέσωμεν, ἐκ πρύμνης ῥίψαντες ἀγκύρας τέσσαρας ηὔχοντο ἡμέραν γενέσϑαι.
Verse: 30    
τῶν δὲ ναυτῶν ζητούντων ϕυγεῖν ἐκ τοῦ πλοίου καὶ χαλασάντων τὴν σκάϕην εἰς τὴν ϑάλασσαν προϕάσει ὡς ἐκ πρῴρης ἀγκύρας μελλόντων ἐκτείνειν,
Verse: 31    
εἶπεν Παῦλος τῷ ἑκατοντάρχῃ καὶ τοῖς στρατιώταις, ᾽Εὰν μὴ οὗτοι μείνωσιν ἐν τῷ πλοίῳ, ὑμεῖς σωϑῆναι οὐ δύνασϑε.
Verse: 32    
τότε ἀπέκοψαν οἱ στρατιῶται τὰ σχοινία τῆς σκάϕης καὶ εἴασαν αὐτὴν ἐκπεσεῖν.
Verse: 33    
῎Αχρι δὲ οὗ ἡμέρα ἤμελλεν γίνεσϑαι παρεκάλει Παῦλος ἅπαντας μεταλαβεῖν τροϕῆς λέγων, Τεσσαρεσκαιδεκάτην σήμερον ἡμέραν προσδοκῶντες ἄσιτοι διατελεῖτε, μηϑὲν προσλαβόμενοι·
Verse: 34    
διὸ παρακαλῶ ὑμᾶς μεταλαβεῖν τροϕῆς, τοῦτο γὰρ πρὸς τῆς ὑμετέρας σωτηρίας ὑπάρχει· οὐδενὸς γὰρ ὑμῶν ϑρὶξ ἀπὸ τῆς κεϕαλῆς ἀπολεῖται.
Verse: 35    
εἴπας δὲ ταῦτα καὶ λαβὼν ἄρτον εὐχαρίστησεν τῷ ϑεῷ ἐνώπιον πάντων καὶ κλάσας ἤρξατο ἐσϑίειν.
Verse: 36    
εὔϑυμοι δὲ γενόμενοι πάντες καὶ αὐτοὶ προσελάβοντο τροϕῆς.
Verse: 37    
ἤμεϑα δὲ αἱ πᾶσαι ψυχαὶ ἐν τῷ πλοίῳ διακόσιαι ἑβδομήκοντα ἕξ.
Verse: 38    
κορεσϑέντες δὲ τροϕῆς ἐκούϕιζον τὸ πλοῖον ἐκβαλλόμενοι τὸν σῖτον εἰς τὴν ϑάλασσαν.
Verse: 39    
῞Οτε δὲ ἡμέρα ἐγένετο, τὴν γῆν οὐκ ἐπεγίνωσκον, κόλπον δέ τινα κατενόουν ἔχοντα αἰγιαλὸν εἰς ὃν ἐβουλεύοντο εἰ δύναιντο ἐξῶσαι τὸ πλοῖον.
Verse: 40    
καὶ τὰς ἀγκύρας περιελόντες εἴων εἰς τὴν ϑάλασσαν, ἅμα ἀνέντες τὰς ζευκτηρίας τῶν πηδαλίων, καὶ ἐπάραντες τὸν ἀρτέμωνα τῇ πνεούσῃ κατεῖχον εἰς τὸν αἰγιαλόν.
Verse: 41    
περιπεσόντες δὲ εἰς τόπον διϑάλασσον ἐπέκειλαν τὴν ναῦν, καὶ μὲν πρῷρα ἐρείσασα ἔμεινεν ἀσάλευτος, δὲ πρύμνα ἐλύετο ὑπὸ τῆς βίας [τῶν κυμάτων].
Verse: 42    
τῶν δὲ στρατιωτῶν βουλὴ ἐγένετο ἵνα τοὺς δεσμώτας ἀποκτείνωσιν, μή τις ἐκκολυμβήσας διαϕύγῃ·
Verse: 43    
δὲ ἑκατοντάρχης βουλόμενος διασῶσαι τὸν Παῦλον ἐκώλυσεν αὐτοὺς τοῦ βουλήματος, ἐκέλευσέν τε τοὺς δυναμένους κολυμβᾶν ἀπορίψαντας πρώτους ἐπὶ τὴν γῆν ἐξιέναι,
Verse: 44    
καὶ τοὺς λοιποὺς οὓς μὲν ἐπὶ σανίσιν οὓς δὲ ἐπί τινων τῶν ἀπὸ τοῦ πλοίου· καὶ οὕτως ἐγένετο πάντας διασωϑῆναι ἐπὶ τὴν γῆν.

Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.