TITUS
Novum Testamentum graece
Part No. 119
Previous part

Chapter: 28 
Verse: 1    Καὶ διασωϑέντες τότε ἐπέγνωμεν ὅτι Μελίτη νῆσος καλεῖται.
Verse: 2    
οἵ τε βάρβαροι παρεῖχον οὐ τὴν τυχοῦσαν ϕιλανϑρωπίαν ἡμῖν, ἅψαντες γὰρ πυρὰν προσελάβοντο πάντας ἡμᾶς διὰ τὸν ὑετὸν τὸν ἐϕεστῶτα καὶ διὰ τὸ ψῦχος.
Verse: 3    
συστρέψαντος δὲ τοῦ Παύλου ϕρυγάνων τι πλῆϑος καὶ ἐπιϑέντος ἐπὶ τὴν πυράν, ἔχιδνα ἀπὸ τῆς ϑέρμης ἐξελϑοῦσα καϑῆψεν τῆς χειρὸς αὐτοῦ.
Verse: 4    
ὡς δὲ εἶδον οἱ βάρβαροι κρεμάμενον τὸ ϑηρίον ἐκ τῆς χειρὸς αὐτοῦ, πρὸς ἀλλήλους ἔλεγον, Πάντως ϕονεύς ἐστιν ἄνϑρωπος οὗτος ὃν διασωϑέντα ἐκ τῆς ϑαλάσσης δίκη ζῆν οὐκ εἴασεν.
Verse: 5    
μὲν οὖν ἀποτινάξας τὸ ϑηρίον εἰς τὸ πῦρ ἔπαϑεν οὐδὲν κακόν·
Verse: 6    
οἱ δὲ προσεδόκων αὐτὸν μέλλειν πίμπρασϑαι καταπίπτειν ἄϕνω νεκρόν. ἐπὶ πολὺ δὲ αὐτῶν προσδοκώντων καὶ ϑεωρούντων μηδὲν ἄτοπον εἰς αὐτὸν γινόμενον, μεταβαλόμενοι ἔλεγον αὐτὸν εἶναι ϑεόν.
Verse: 7    
᾽Εν δὲ τοῖς περὶ τὸν τόπον ἐκεῖνον ὑπῆρχεν χωρία τῷ πρώτῳ τῆς νήσου ὀνόματι Ποπλίῳ, ὃς ἀναδεξάμενος ἡμᾶς τρεῖς ἡμέρας ϕιλοϕρόνως ἐξένισεν.
Verse: 8    
ἐγένετο δὲ τὸν πατέρα τοῦ Ποπλίου πυρετοῖς καὶ δυσεντερίῳ συνεχόμενον κατακεῖσϑαι, πρὸς ὃν Παῦλος εἰσελϑὼν καὶ προσευξάμενος ἐπιϑεὶς τὰς χεῖρας αὐτῷ ἰάσατο αὐτόν.
Verse: 9    
τούτου δὲ γενομένου καὶ οἱ λοιποὶ οἱ ἐν τῇ νήσῳ ἔχοντες ἀσϑενείας προσήρχοντο καὶ ἐϑεραπεύοντο,
Verse: 10    
οἳ καὶ πολλαῖς τιμαῖς ἐτίμησαν ἡμᾶς καὶ ἀναγομένοις ἐπέϑεντο τὰ πρὸς τὰς χρείας.
Verse: 11    
Μετὰ δὲ τρεῖς μῆνας ἀνήχϑημεν ἐν πλοίῳ παρακεχειμακότι ἐν τῇ νήσῳ ᾽Αλεξανδρίνῳ, παρασήμῳ Διοσκούροις.
Verse: 12    
καὶ καταχϑέντες εἰς Συρακούσας ἐπεμείναμεν ἡμέρας τρεῖς,
Verse: 13    
ὅϑεν περιελόντες κατηντήσαμεν εἰς ῾Ρήγιον. καὶ μετὰ μίαν ἡμέραν ἐπιγενομένου νότου δευτεραῖοι ἤλϑομεν εἰς Ποτιόλους,
Verse: 14    
οὗ εὑρόντες ἀδελϕοὺς παρεκλήϑημεν παρ' αὐτοῖς ἐπιμεῖναι ἡμέρας ἑπτά· καὶ οὕτως εἰς τὴν ῾Ρώμην ἤλϑαμεν.
Verse: 15    
κἀκεῖϑεν οἱ ἀδελϕοὶ ἀκούσαντες τὰ περὶ ἡμῶν ἦλϑαν εἰς ἀπάντησιν ἡμῖν ἄχρι ᾽Αππίου Φόρου καὶ Τριῶν Ταβερνῶν, οὓς ἰδὼν Παῦλος εὐχαριστήσας τῷ ϑεῷ ἔλαβε ϑάρσος.
Verse: 16    
῞Οτε δὲ εἰσήλϑομεν εἰς ῾Ρώμην, ἐπετράπη τῷ Παύλῳ μένειν καϑ' ἑαυτὸν σὺν τῷ ϕυλάσσοντι αὐτὸν στρατιώτῃ.
Verse: 17    
᾽Εγένετο δὲ μετὰ ἡμέρας τρεῖς συγκαλέσασϑαι αὐτὸν τοὺς ὄντας τῶν ᾽Ιουδαίων πρώτους· συνελϑόντων δὲ αὐτῶν ἔλεγεν πρὸς αὐτούς, ᾽Εγώ, ἄνδρες ἀδελϕοί, οὐδὲν ἐναντίον ποιήσας τῷ λαῷ τοῖς ἔϑεσι τοῖς πατρῴοις δέσμιος ἐξ ῾Ιεροσολύμων παρεδόϑην εἰς τὰς χεῖρας τῶν ῾Ρωμαίων,
Verse: 18    
οἵτινες ἀνακρίναντές με ἐβούλοντο ἀπολῦσαι διὰ τὸ μηδεμίαν αἰτίαν ϑανάτου ὑπάρχειν ἐν ἐμοί·
Verse: 19    
ἀντιλεγόντων δὲ τῶν ᾽Ιουδαίων ἠναγκάσϑην ἐπικαλέσασϑαι Καίσαρα, οὐχ ὡς τοῦ ἔϑνους μου ἔχων τι κατηγορεῖν.
Verse: 20    
διὰ ταύτην οὖν τὴν αἰτίαν παρεκάλεσα ὑμᾶς ἰδεῖν καὶ προσλαλῆσαι, ἕνεκεν γὰρ τῆς ἐλπίδος τοῦ ᾽Ισραὴλ τὴν ἅλυσιν ταύτην περίκειμαι.
Verse: 21    
οἱ δὲ πρὸς αὐτὸν εἶπαν, ῾Ημεῖς οὔτε γράμματα περὶ σοῦ ἐδεξάμεϑα ἀπὸ τῆς ᾽Ιουδαίας, οὔτε παραγενόμενός τις τῶν ἀδελϕῶν ἀπήγγειλεν ἐλάλησέν τι περὶ σοῦ πονηρόν.
Verse: 22    
ἀξιοῦμεν δὲ παρὰ σοῦ ἀκοῦσαι ϕρονεῖς, περὶ μὲν γὰρ τῆς αἱρέσεως ταύτης γνωστὸν ἡμῖν ἐστιν ὅτι πανταχοῦ ἀντιλέγεται.
Verse: 23    
Ταξάμενοι δὲ αὐτῷ ἡμέραν ἦλϑον πρὸς αὐτὸν εἰς τὴν ξενίαν πλείονες, οἷς ἐξετίϑετο διαμαρτυρόμενος τὴν βασιλείαν τοῦ ϑεοῦ πείϑων τε αὐτοὺς περὶ τοῦ ᾽Ιησοῦ ἀπό τε τοῦ νόμου Μωϋσέως καὶ τῶν προϕητῶν ἀπὸ πρωὶ ἕως ἑσπέρας.
Verse: 24    
καὶ οἱ μὲν ἐπείϑοντο τοῖς λεγομένοις, οἱ δὲ ἠπίστουν·
Verse: 25    
ἀσύμϕωνοι δὲ ὄντες πρὸς ἀλλήλους ἀπελύοντο, εἰπόντος τοῦ Παύλου ῥῆμα ἓν ὅτι Καλῶς τὸ πνεῦμα τὸ ἅγιον ἐλάλησεν διὰ ᾽Ησαίου τοῦ προϕήτου πρὸς τοὺς πατέρας ὑμῶν
Verse: 26    
λέγων, Πορεύϑητι πρὸς τὸν λαὸν τοῦτον καὶ εἰπόν, ᾽Ακοῇ ἀκούσετε καὶ οὐ μὴ συνῆτε, καὶ βλέποντες βλέψετε καὶ οὐ μὴ ἴδητε·
Verse: 27    
ἐπαχύνϑη γὰρ καρδία τοῦ λαοῦ τούτου, καὶ τοῖς ὠσὶν βαρέως ἤκουσαν, καὶ τοὺς ὀϕϑαλμοὺς αὐτῶν ἐκάμμυσαν· μήποτε ἴδωσιν τοῖς ὀϕϑαλμοῖς καὶ τοῖς ὠσὶν ἀκούσωσιν καὶ τῇ καρδίᾳ συνῶσιν καὶ ἐπιστρέψωσιν, καὶ ἰάσομαι αὐτούς.
Verse: 28    
γνωστὸν οὖν ἔστω ὑμῖν ὅτι τοῖς ἔϑνεσιν ἀπεστάλη τοῦτο τὸ σωτήριον τοῦ ϑεοῦ· αὐτοὶ καὶ ἀκούσονται.
Verse: 30    
᾽Ενέμεινεν δὲ διετίαν ὅλην ἐν ἰδίῳ μισϑώματι, καὶ ἀπεδέχετο πάντας τοὺς εἰσπορευομένους πρὸς αὐτόν,
Verse: 31    
κηρύσσων τὴν βασιλείαν τοῦ ϑεοῦ καὶ διδάσκων τὰ περὶ τοῦ κυρίου ᾽Ιησοῦ Χριστοῦ μετὰ πάσης παρρησίας ἀκωλύτως.





Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.