TITUS
Novum Testamentum graece
Part No. 121
Previous part

Chapter: 2 
Verse: 1    Διὸ ἀναπολόγητος εἶ, ἄνϑρωπε πᾶς κρίνων· ἐν γὰρ κρίνεις τὸν ἕτερον, σεαυτὸν κατακρίνεις, τὰ γὰρ αὐτὰ πράσσεις κρίνων.
Verse: 2    
οἴδαμεν δὲ ὅτι τὸ κρίμα τοῦ ϑεοῦ ἐστιν κατὰ ἀλήϑειαν ἐπὶ τοὺς τὰ τοιαῦτα πράσσοντας.
Verse: 3    
λογίζῃ δὲ τοῦτο, ἄνϑρωπε κρίνων τοὺς τὰ τοιαῦτα πράσσοντας καὶ ποιῶν αὐτά, ὅτι σὺ ἐκϕεύξῃ τὸ κρίμα τοῦ ϑεοῦ;
Verse: 4    
τοῦ πλούτου τῆς χρηστότητος αὐτοῦ καὶ τῆς ἀνοχῆς καὶ τῆς μακροϑυμίας καταϕρονεῖς, ἀγνοῶν ὅτι τὸ χρηστὸν τοῦ ϑεοῦ εἰς μετάνοιάν σε ἄγει;
Verse: 5    
κατὰ δὲ τὴν σκληρότητά σου καὶ ἀμετανόητον καρδίαν ϑησαυρίζεις σεαυτῷ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς καὶ ἀποκαλύψεως δικαιοκρισίας τοῦ ϑεοῦ,
Verse: 6    
ὃς ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ,
Verse: 7    
τοῖς μὲν καϑ' ὑπομονὴν ἔργου ἀγαϑοῦ δόξαν καὶ τιμὴν καὶ ἀϕϑαρσίαν ζητοῦσιν, ζωὴν αἰώνιον·
Verse: 8    
τοῖς δὲ ἐξ ἐριϑείας καὶ ἀπειϑοῦσι τῇ ἀληϑείᾳ πειϑομένοις δὲ τῇ ἀδικίᾳ, ὀργὴ καὶ ϑυμός
Verse: 9    
ϑλῖψις καὶ στενοχωρία ἐπὶ πᾶσαν ψυχὴν ἀνϑρώπου τοῦ κατεργαζομένου τὸ κακόν, ᾽Ιουδαίου τε πρῶτον καὶ ῞Ελληνος·
Verse: 10    
δόξα δὲ καὶ τιμὴ καὶ εἰρήνη παντὶ τῷ ἐργαζομένῳ τὸ ἀγαϑόν, ᾽Ιουδαίῳ τε πρῶτον καὶ ῞Ελληνι·
Verse: 11    
οὐ γάρ ἐστιν προσωπολημψία παρὰ τῷ ϑεῷ.
Verse: 12    
ὅσοι γὰρ ἀνόμως ἥμαρτον, ἀνόμως καὶ ἀπολοῦνται· καὶ ὅσοι ἐν νόμῳ ἥμαρτον, διὰ νόμου κριϑήσονται·
Verse: 13    
οὐ γὰρ οἱ ἀκροαταὶ νόμου δίκαιοι παρὰ τῷ ϑεῷ, ἀλλ' οἱ ποιηταὶ νόμου δικαιωϑήσονται.
Verse: 14    
ὅταν γὰρ ἔϑνη τὰ μὴ νόμον ἔχοντα ϕύσει τὰ τοῦ νόμου ποιῶσιν, οὗτοι νόμον μὴ ἔχοντες ἑαυτοῖς εἰσιν νόμος·
Verse: 15    
οἵτινες ἐνδείκνυνται τὸ ἔργον τοῦ νόμου γραπτὸν ἐν ταῖς καρδίαις αὐτῶν, συμμαρτυρούσης αὐτῶν τῆς συνειδήσεως καὶ μεταξὺ ἀλλήλων τῶν λογισμῶν κατηγορούντων καὶ ἀπολογουμένων,
Verse: 16    
ἐν ἡμέρᾳ κρίνει ϑεὸς τὰ κρυπτὰ τῶν ἀνϑρώπων κατὰ τὸ εὐαγγέλιόν μου διὰ ᾽Ιησοῦ Χριστοῦ.
Verse: 17    
Εἰ δὲ σὺ ᾽Ιουδαῖος ἐπονομάζῃ καὶ ἐπαναπαύῃ νόμῳ καὶ καυχᾶσαι ἐν ϑεῷ
Verse: 18    
καὶ γινώσκεις τὸ ϑέλημα καὶ δοκιμάζεις τὰ διαϕέροντα κατηχούμενος ἐκ τοῦ νόμου,
Verse: 19    
πέποιϑάς τε σεαυτὸν ὁδηγὸν εἶναι τυϕλῶν, ϕῶς τῶν ἐν σκότει,
Verse: 20    
παιδευτὴν ἀϕρόνων, διδάσκαλον νηπίων, ἔχοντα τὴν μόρϕωσιν τῆς γνώσεως καὶ τῆς ἀληϑείας ἐν τῷ νόμῳ
Verse: 21    
οὖν διδάσκων ἕτερον σεαυτὸν οὐ διδάσκεις; κηρύσσων μὴ κλέπτειν κλέπτεις;
Verse: 22    
λέγων μὴ μοιχεύειν μοιχεύεις; βδελυσσόμενος τὰ εἴδωλα ἱεροσυλεῖς;
Verse: 23    
ὃς ἐν νόμῳ καυχᾶσαι, διὰ τῆς παραβάσεως τοῦ νόμου τὸν ϑεὸν ἀτιμάζεις;
Verse: 24    
τὸ γὰρ ὄνομα τοῦ ϑεοῦ δι' ὑμᾶς βλασϕημεῖται ἐν τοῖς ἔϑνεσιν, καϑὼς γέγραπται.
Verse: 25    
περιτομὴ μὲν γὰρ ὠϕελεῖ ἐὰν νόμον πράσσῃς· ἐὰν δὲ παραβάτης νόμου ᾖς, περιτομή σου ἀκροβυστία γέγονεν.
Verse: 26    
ἐὰν οὖν ἀκροβυστία τὰ δικαιώματα τοῦ νόμου ϕυλάσσῃ, οὐχὶ ἀκροβυστία αὐτοῦ εἰς περιτομὴν λογισϑήσεται;
Verse: 27    
καὶ κρινεῖ ἐκ ϕύσεως ἀκροβυστία τὸν νόμον τελοῦσα σὲ τὸν διὰ γράμματος καὶ περιτομῆς παραβάτην νόμου.
Verse: 28    
οὐ γὰρ ἐν τῷ ϕανερῷ ᾽Ιουδαῖός ἐστιν, οὐδὲ ἐν τῷ ϕανερῷ ἐν σαρκὶ περιτομή·
Verse: 29    
ἀλλ' ἐν τῷ κρυπτῷ ᾽Ιουδαῖος, καὶ περιτομὴ καρδίας ἐν πνεύματι οὐ γράμματι, οὗ ἔπαινος οὐκ ἐξ ἀνϑρώπων ἀλλ' ἐκ τοῦ ϑεοῦ.

Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.