TITUS
Novum Testamentum graece
Part No. 122
Previous part

Chapter: 3 
Verse: 1    Τί οὖν τὸ περισσὸν τοῦ ᾽Ιουδαίου, τίς ὠϕέλεια τῆς περιτομῆς;
Verse: 2    
πολὺ κατὰ πάντα τρόπον. πρῶτον μὲν [γὰρ] ὅτι ἐπιστεύϑησαν τὰ λόγια τοῦ ϑεοῦ.
Verse: 3    
τί γὰρ εἰ ἠπίστησάν τινες; μὴ ἀπιστία αὐτῶν τὴν πίστιν τοῦ ϑεοῦ καταργήσει;
Verse: 4    
μὴ γένοιτο· γινέσϑω δὲ ϑεὸς ἀληϑής, πᾶς δὲ ἄνϑρωπος ψεύστης, καϑὼς γέγραπται, ῞Οπως ἂν δικαιωϑῇς ἐν τοῖς λόγοις σου καὶ νικήσεις ἐν τῷ κρίνεσϑαί σε.
Verse: 5    
εἰ δὲ ἀδικία ἡμῶν ϑεοῦ δικαιοσύνην συνίστησιν, τί ἐροῦμεν; μὴ ἄδικος ϑεὸς ἐπιϕέρων τὴν ὀργήν; κατὰ ἄνϑρωπον λέγω.
Verse: 6    
μὴ γένοιτο· ἐπεὶ πῶς κρινεῖ ϑεὸς τὸν κόσμον;
Verse: 7    
εἰ γὰρ ἀλήϑεια τοῦ ϑεοῦ ἐν τῷ ἐμῷ ψεύσματι ἐπερίσσευσεν εἰς τὴν δόξαν αὐτοῦ, τί ἔτι κἀγὼ ὡς ἁμαρτωλὸς κρίνομαι;
Verse: 8    
καὶ μὴ καϑὼς βλασϕημούμεϑα καὶ καϑώς ϕασίν τινες ἡμᾶς λέγειν ὅτι Ποιήσωμεν τὰ κακὰ ἵνα ἔλϑῃ τὰ ἀγαϑά; ὧν τὸ κρίμα ἔνδικόν ἐστιν.
Verse: 9    
Τί οὖν; προεχόμεϑα; οὐ πάντως, προῃτιασάμεϑα γὰρ ᾽Ιουδαίους τε καὶ ῞Ελληνας πάντας ὑϕ' ἁμαρτίαν εἶναι,
Verse: 10    
καϑὼς γέγραπται ὅτι Οὐκ ἔστιν δίκαιος οὐδὲ εἷς,
Verse: 11    
οὐκ ἔστιν συνίων, οὐκ ἔστιν ἐκζητῶν τὸν ϑεόν.
Verse: 12    
πάντες ἐξέκλιναν, ἅμα ἠχρειώϑησαν· οὐκ ἔστιν ποιῶν χρηστότητα, οὐκ ἔστιν ἕως ἑνός.
Verse: 13    
τάϕος ἀνεῳγμένος λάρυγξ αὐτῶν, ταῖς γλώσσαις αὐτῶν ἐδολιοῦσαν, ἰὸς ἀσπίδων ὑπὸ τὰ χείλη αὐτῶν,
Verse: 14    
ὧν τὸ στόμα ἀρᾶς καὶ πικρίας γέμει·
Verse: 15    
ὀξεῖς οἱ πόδες αὐτῶν ἐκχέαι αἷμα,
Verse: 16    
σύντριμμα καὶ ταλαιπωρία ἐν ταῖς ὁδοῖς αὐτῶν,
Verse: 17    
καὶ ὁδὸν εἰρήνης οὐκ ἔγνωσαν.
Verse: 18    
οὐκ ἔστιν ϕόβος ϑεοῦ ἀπέναντι τῶν ὀϕϑαλμῶν αὐτῶν.
Verse: 19    
Οἴδαμεν δὲ ὅτι ὅσα νόμος λέγει τοῖς ἐν τῷ νόμῳ λαλεῖ, ἵνα πᾶν στόμα ϕραγῇ καὶ ὑπόδικος γένηται πᾶς κόσμος τῷ ϑεῷ·
Verse: 20    
διότι ἐξ ἔργων νόμου οὐ δικαιωϑήσεται πᾶσα σὰρξ ἐνώπιον αὐτοῦ,διὰ γὰρ νόμου ἐπίγνωσις ἁμαρτίας.
Verse: 21    
Νυνὶ δὲ χωρὶς νόμου δικαιοσύνη ϑεοῦ πεϕανέρωται, μαρτυρουμένη ὑπὸ τοῦ νόμου καὶ τῶν προϕητῶν,
Verse: 22    
δικαιοσύνη δὲ ϑεοῦ διὰ πίστεως ᾽Ιησοῦ Χριστοῦ, εἰς πάντας τοὺς πιστεύοντας· οὐ γάρ ἐστιν διαστολή·
Verse: 23    
πάντες γὰρ ἥμαρτον καὶ ὑστεροῦνται τῆς δόξης τοῦ ϑεοῦ,
Verse: 24    
δικαιούμενοι δωρεὰν τῇ αὐτοῦ χάριτι διὰ τῆς ἀπολυτρώσεως τῆς ἐν Χριστῷ ᾽Ιησοῦ·
Verse: 25    
ὃν προέϑετο ϑεὸς ἱλαστήριον διὰ πίστεως ἐν τῷ αὐτοῦ αἵματι εἰς ἔνδειξιν τῆς δικαιοσύνης αὐτοῦ διὰ τὴν πάρεσιν τῶν προγεγονότων ἁμαρτημάτων
Verse: 26    
ἐν τῇ ἀνοχῇ τοῦ ϑεοῦ, πρὸς τὴν ἔνδειξιν τῆς δικαιοσύνης αὐτοῦ ἐν τῷ νῦν καιρῷ, εἰς τὸ εἶναι αὐτὸν δίκαιον καὶ δικαιοῦντα τὸν ἐκ πίστεως ᾽Ιησοῦ.
Verse: 27    
Ποῦ οὖν καύχησις; ἐξεκλείσϑη. διὰ ποίου νόμου; τῶν ἔργων; οὐχί, ἀλλὰ διὰ νόμου πίστεως.
Verse: 28    
λογιζόμεϑα γὰρ δικαιοῦσϑαι πίστει ἄνϑρωπον χωρὶς ἔργων νόμου.
Verse: 29    
᾽Ιουδαίων ϑεὸς μόνον; οὐχὶ καὶ ἐϑνῶν; ναὶ καὶ ἐϑνῶν,
Verse: 30    
εἴπερ εἷς ϑεός, ὃς δικαιώσει περιτομὴν ἐκ πίστεως καὶ ἀκροβυστίαν διὰ τῆς πίστεως.
Verse: 31    
νόμον οὖν καταργοῦμεν διὰ τῆς πίστεως; μὴ γένοιτο, ἀλλὰ νόμον ἱστάνομεν.

Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.