TITUS
Novum Testamentum graece
Part No. 239
Previous part

Book: 3.Jo. 
ΙΩΑΝΝΟΥ Γ

Epistola catholica beati Ioannis apostoli tertia




Chapter: _ 
Verse: 1    ῾Ο πρεσβύτερος Γαίῳ τῷ ἀγαπητῷ, ὃν ἐγὼ ἀγαπῶ ἐν ἀληϑείᾳ.
Verse: 2    
᾽Αγαπητέ, περὶ πάντων εὔχομαί σε εὐοδοῦσϑαι καὶ ὑγιαίνειν, καϑὼς εὐοδοῦταί σου ψυχή.
Verse: 3    
ἐχάρην γὰρ λίαν ἐρχομένων ἀδελϕῶν καὶ μαρτυρούντων σου τῇ ἀληϑείᾳ, καϑὼς σὺ ἐν ἀληϑείᾳ περιπατεῖς.
Verse: 4    
μειζοτέραν τούτων οὐκ ἔχω χαράν, ἵνα ἀκούω τὰ ἐμὰ τέκνα ἐν τῇ ἀληϑείᾳ περιπατοῦντα.
Verse: 5    
᾽Αγαπητέ, πιστὸν ποιεῖς ἐὰν ἐργάσῃ εἰς τοὺς ἀδελϕοὺς καὶ τοῦτο ξένους,
Verse: 6    
οἳ ἐμαρτύρησάν σου τῇ ἀγάπῃ ἐνώπιον ἐκκλησίας, οὓς καλῶς ποιήσεις προπέμψας ἀξίως τοῦ ϑεοῦ·
Verse: 7    
ὑπὲρ γὰρ τοῦ ὀνόματος ἐξῆλϑον μηδὲν λαμβάνοντες ἀπὸ τῶν ἐϑνικῶν.
Verse: 8    
ἡμεῖς οὖν ὀϕείλομεν ὑπολαμβάνειν τοὺς τοιούτους, ἵνα συνεργοὶ γινώμεϑα τῇ ἀληϑείᾳ.
Verse: 9    
῎Εγραψά τι τῇ ἐκκλησίᾳ· ἀλλ' ϕιλοπρωτεύων αὐτῶν Διοτρέϕης οὐκ ἐπιδέχεται ἡμᾶς.
Verse: 10    
διὰ τοῦτο, ἐὰν ἔλϑω, ὑπομνήσω αὐτοῦ τὰ ἔργα ποιεῖ, λόγοις πονηροῖς ϕλυαρῶν ἡμᾶς· καὶ μὴ ἀρκούμενος ἐπὶ τούτοις οὔτε αὐτὸς ἐπιδέχεται τοὺς ἀδελϕοὺς καὶ τοὺς βουλομένους κωλύει καὶ ἐκ τῆς ἐκκλησίας ἐκβάλλει.
Verse: 11    
᾽Αγαπητέ, μὴ μιμοῦ τὸ κακὸν ἀλλὰ τὸ ἀγαϑόν. ἀγαϑοποιῶν ἐκ τοῦ ϑεοῦ ἐστιν· κακοποιῶν οὐχ ἑώρακεν τὸν ϑεόν.
Verse: 12    
Δημητρίῳ μεμαρτύρηται ὑπὸ πάντων καὶ ὑπὸ αὐτῆς τῆς ἀληϑείας· καὶ ἡμεῖς δὲ μαρτυροῦμεν, καὶ οἶδας ὅτι μαρτυρία ἡμῶν ἀληϑής ἐστιν.
Verse: 13    
Πολλὰ εἶχον γράψαι σοι, ἀλλ' οὐ ϑέλω διὰ μέλανος καὶ καλάμου σοι γράϕειν·
Verse: 14    
ἐλπίζω δὲ εὐϑέως σε ἰδεῖν, καὶ στόμα πρὸς στόμα λαλήσομεν.
Verse: 15    
εἰρήνη σοι. ἀσπάζονταί σε οἱ ϕίλοι. ἀσπάζου τοὺς ϕίλους κατ' ὄνομα.






Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.