TITUS
Homer, Odyssee
Part No. 16
Previous part

Chapter: 16    
ΟΔΥΣΣΕΙΑΣ Π


Verse: 1       Τὼ δ' αὖτ' ἐν κλισίῃ ᾽Οδυσεὺς καὶ δῖος ὑϕορβὸς
Verse: 2    
ἐντύνοντο ἄριστον ἅμ' ἠοῖ, κηαμένω πῦρ,
Verse: 3    
ἔκπεμψάν τε νομῆας ἅμ' ἀγρομένοισι σύεσσι.
Verse: 4    
Τηλέμαχον δὲ περίσσαινον κύνες ὑλακόμωροι,
Verse: 5    
οὐδ' ὕλαον προσιόντα. νόησε δὲ δῖος ᾽Οδυσσεὺς
Verse: 6    
σαίνοντάς τε κύνας, περί τε κτύπος ἦλθε ποδοῖιν.
Verse: 7    
αἶψα δ' ἄρ' Εὔμαιον ἔπεα πτερόεντα προσηύδα·

Verse: 8       
"Εὔμαι', μάλα τίς τοι ἐλεύσεται ἐνθάδ' ἑταῖρος
Verse: 9    
καὶ γνώριμος ἄλλος, ἐπεὶ κύνες οὐχ ὑλάουσιν,
Verse: 10    
ἀλλὰ περισσαίνουσι· ποδῶν δ' ὑπὸ δοῦπον ἀκούω."
Verse: 11    
οὔ πω πᾶν εἴρητο ἔπος, ὅτε οἱ ϕίλος υἱὸς
Verse: 12    
ἔστη ἐνὶ προθύροισι. ταϕὼν δ' ἀνόρουσε συβώτης,
Verse: 13    
ἐκ δ' ἄρα οἱ χειρῶν πέσον ἄγγεα, τοῖς ἐπονεῖτο
Verse: 14    
κιρνὰς αἴθοπα οἶνον. δ' ἀντίος ἦλθεν ἄνακτος,
Verse: 15    
κύσσε δέ μιν κεϕαλήν τε καὶ ἄμϕω ϕάεα καλὰ
Verse: 16    
χεῖράς τ' ἀμϕοτέρας: θαλερὸν δέ οἱ ἔκπεσε δάκρυ.
Verse: 17    
ὡς δὲ πατὴρ ὃν παῖδα ϕίλα ϕρονέων ἀγαπάζῃ
Verse: 18    
ἐλθόντ' ἐξ ἀπίης γαίης δεκάτῳ ἐνιαυτῷ,
Verse: 19    
μοῦνον τηλύγετον, τῷ ἐπ' ἄλγεα πολλὰ μογήσῃ,
Verse: 20    
ὣς τότε Τηλέμαχον θεοειδέα δῖος ὑϕορβὸς
Verse: 21    
πάντα κύσεν περιϕύς, ὡς ἐκ θανάτοιο ϕυγόντα·
Verse: 22    
καί ' ὀλοϕυρόμενος ἔπεα πτερόεντα προσηύδα·

Verse: 23       
"ἦλθες, Τηλέμαχε, γλυκερὸν ϕάος: οὔ σ' ἔτ' ἔγωγε
Verse: 24    
ὄψεσθαι ἐϕάμην, ἐπεὶ ᾤχεο νηὶ Πύλον δέ.
Verse: 25    
ἀλλ' ἄγε νῦν εἴσελθε, ϕίλον τέκος, ὄϕρά σε θυμῷ
Verse: 26    
τέρψομαι εἰσορόων νέον ἄλλοθεν ἔνδον ἐόντα.
Verse: 27    
οὐ μὲν γάρ τι θάμ' ἀγρὸν ἐπέρχεαι οὐδὲ νομῆας,
Verse: 28    
ἀλλ' ἐπιδημεύεις: ὣς γάρ νύ τοι εὔαδε θυμῷ,
Verse: 29    
ἀνδρῶν μνηστήρων ἐσορᾶν ἀί:δηλον ὅμιλον."

Verse: 30       
τὸν δ' αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·

Verse: 31       
"ἔσσεται οὕτως, ἄττα· σέθεν δ' ἕνεκ' ἐνθάδ' ἱκάνω,
Verse: 32    
ὄϕρά σέ τ' ὀϕθαλμοῖσιν ἴδω καὶ μῦθον ἀκούσω,
Verse: 33    
μοι ἔτ' ἐν μεγάροις μήτηρ μένει, ἦέ τις ἤδη
Verse: 34    
ἀνδρῶν ἄλλος ἔγημεν, ᾽Οδυσσῆος δέ που εὐνὴ
Verse: 35    
χήτει ἐνευναίων κάκ' ἀράχνια κεῖται ἔχουσα."

Verse: 36       
τὸν δ' αὖτε προσέειπε συβώτης, ὄρχαμος ἀνδρῶν·

Verse: 37       
"καὶ λίην κείνη γε μένει τετληότι θυμῷ
Verse: 38    
σοῖσιν ἐνὶ μεγάροισιν· ὀιζυραὶ δέ οἱ αἰεὶ
Verse: 39    
ϕθίνουσιν νύκτες τε καὶ ἤματα δάκρυ χεούσῃ."

Verse: 40       
ὣς ἄρα ϕωνήσας οἱ ἐδέξατο χάλκεον ἔγχος:
Verse: 41    
αὐτὰρ γ' εἴσω ἴεν καὶ ὑπέρβη λάινον οὐδόν.
Verse: 42    
τῷ δ' ἕδρης ἐπιόντι πατὴρ ὑπόειξεν ᾽Οδυσσεύς:
Verse: 43    
Τηλέμαχος δ' ἑτέρωθεν ἐρήτυε ϕώνησέν τε·

Verse: 44       
"ἧσο, ξεῖνἡμεῖς δὲ καὶ ἄλλοθι δήομεν ἕδρην
Verse: 45    
σταθμῷ ἐν ἡμετέρῳ· παρὰ δ' ἀνήρ, ὃς καταθήσει."

Verse: 46       
ὣς ϕάθ', δ' αὖτις ἰὼν κατ' ἄρ' ἑζετο· τῷ δὲ συβώτης
Verse: 47    
χεῦεν ὕπο χλωρὰς ῥῶπας καὶ κῶας ὕπερθεν·
Verse: 48    
ἔνθα καθέζετ' ἔπειτα ᾽Οδυσσῆος ϕίλος υἱός.
Verse: 49    
τοῖσιν δὲ κρειῶν πίνακας παρέθηκε συβώτης
Verse: 50    
ὀπταλέων, ῥα τῇ προτέρῃ ὑπέλειπον ἔδοντες,
Verse: 51    
σῖτον δ' ἐσσυμένως παρενήεεν ἐν κανέοισιν,
Verse: 52    
ἐν δ' ἄρα κισσυβίῳ κίρνη μελιηδέα οἶνον·
Verse: 53    
αὐτὸς δ' ἀντίον ἷζεν ᾽Οδυσσῆος θείοιο.
Verse: 54    
οἱ δ' ἐπ' ὀνείαθ' ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.
Verse: 55    
αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
Verse: 56    
δὴ τότε Τηλέμαχος προσεϕώνεε δῖον ὑϕορβόν·

Verse: 57       
"ἄττα, πόθεν τοι ξεῖνος ὅδ' ἵκετο; πῶς δέ ναῦται
Verse: 58    
ἤγαγον εἰς ᾽Ιθάκην; τίνες ἔμμεναι εὐχετόωντο;
Verse: 59    
οὐ μὲν γάρ τί πεζὸν ὀίομαι ἐνθάδ' ἱκέσθαι."

Verse: 60       
τὸν δ' ἀπαμειβόμενος προσέϕης, Εὔμαιε συβῶτα·

Verse: 61       
"τοιγὰρ ἐγώ τοι, τέκνον, ἀληθέα πάντ' ἀγορεύσω.
Verse: 62    
ἐκ μὲν Κρητάων γένος εὔχεται εὐρειάων,
Verse: 63    
ϕησὶ δὲ πολλὰ βροτῶν ἐπὶ ἄστεα δινηθῆναι
Verse: 64    
πλαζόμενος: ὣς γάρ οἱ ἐπέκλωσεν τά γε δαίμων.
Verse: 65    
νῦν αὖ Θεσπρωτῶν ἀνδρῶν παρὰ νηὸς ἀποδρὰς
Verse: 66    
ἤλυθ' ἐμὸν πρὸς σταθμόν, ἐγὼ δέ τοι ἐγγυαλίξω.
Verse: 67    
ἕρξον ὅπως ἐθέλεις: ἱκέτης δέ τοι εὔχεται εἶναι."

Verse: 68       
τὸν δ' αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·

Verse: 69       
"Εὔμαι', μάλα τοῦτο ἔπος θυμαλγὲς ἔειπες:
Verse: 70    
πῶς γὰρ δὴ τὸν ξεῖνον ἐγὼν ὑποδέξομαι οἴκῳ;
Verse: 71    
αὐτὸς μὲν νέος εἰμὶ καὶ οὔ πω χερσὶ πέποιθα
Verse: 72    
ἄνδρ' ἀπαμύνασθαι, ὅτε τις πρότερος χαλεπήνῃ·
Verse: 73    
μητρὶ δ' ἐμῇ δίχα θυμὸς ἐνὶ ϕρεσὶ μερμηρίζει,
Verse: 74    
αὐτοῦ παρ' ἐμοί τε μένῃ καὶ δῶμα κομίζῃ,
Verse: 75    
εὐνήν τ' αἰδομένη πόσιος δήμοιό τε ϕῆμιν,
Verse: 76    
ἤδη ἅμ' ἕπηται, ᾽Αχαιῶν ὅς τις ἄριστος
Verse: 77    
μνᾶται ἐνὶ μεγάροισιν ἀνὴρ καὶ πλεῖστα πόρῃσιν.
Verse: 78    
ἀλλ' ἤτοι τὸν ξεῖνον, ἐπεὶ τεὸν ἵκετο δῶμα,
Verse: 79    
ἕσσω μιν χλαῖνάν τε χιτῶνά τε, εἵματα καλά,
Verse: 80    
δώσω δὲ ξίϕος ἄμϕηκες καὶ ποσσὶ πέδιλα,
Verse: 81    
πέμψω δ' ὅππῃ μιν κραδίη θυμός τε κελεύει.
Verse: 82    
εἰ δ' ἐθέλεις, σὺ κόμισσον ἐνὶ σταθμοῖσιν ἐρύξας:
Verse: 83    
εἵματα δ' ἐνθάδ' ἐγὼ πέμψω καὶ σῖτον ἅπαντα
Verse: 84    
ἔδμεναι, ὡς ἂν μή σε κατατρύχῃ καὶ ἑταίρους.
Verse: 85    
κεῖσε δ' ἂν οὔ μιν ἔγωγε μετὰ μνηστῆρας ἐῷμι
Verse: 86    
ἔρχεσθαι· λίην γὰρ ἀτάσθαλον ὕβριν ἔχουσι·
Verse: 87    
μή μιν κερτομέωσιν· ἐμοὶ δ' ἄχος ἔσσεται αἰνόν.
Verse: 88    
πρῆξαι δ' ἀργαλέον τι μετὰ πλεόνεσσιν ἐόντα
Verse: 89    
ἄνδρα καὶ ἴϕθιμον, ἐπεὶ πολὺ ϕέρτεροί εἰσι."

Verse: 90       
τὸν δ' αὖτε προσέειπε πολύτλας δῖος ᾽Οδυσσεύς:

Verse: 91       
"ὦ ϕίλ', ἐπεί θήν μοι καὶ ἀμείψασθαι θέμις ἐστίν,
Verse: 92    
μάλα μευ καταδάπτετ' ἀκούοντος ϕίλον ἦτορ,
Verse: 93    
οἷά ϕατε μνηστῆρας ἀτάσθαλα μηχανάασθαι
Verse: 94    
ἐν μεγάροις, ἀέκητι σέθεν τοιούτου ἐόντος.
Verse: 95    
εἰπέ μοι, ἠὲ ἑκὼν ὑποδάμνασαι, σέγε λαοὶ
Verse: 96    
ἐχθαίρουσ' ἀνὰ δῆμον ἐπισπόμενοι θεοῦ ὀμϕῇ,
Verse: 97    
τι κασιγνήτοις ἐπιμέμϕεαι, οἷσί περ ἀνὴρ
Verse: 98    
μαρναμένοισι πέποιθε, καὶ εἰ μέγα νεῖκος ὄρηται.
Verse: 99    
αἲ γὰρ ἐγὼν οὕτω νέος εἴην τῷδ' ἐπὶ θυμῷ,
Verse: 100    
παῖς ἐξ ᾽Οδυσῆος ἀμύμονος ἠὲ καὶ αὐτὸς
Verse: 101    
ἔλθοι ἀλητεύων· ἔτι γὰρ καὶ ἐλπίδος αἶσα·
Verse: 102    
αὐτίκ' ἔπειτ' ἀπ' ἐμεῖο κάρη τάμοι ἀλλότριος ϕῶς,
Verse: 103    
εἰ μὴ ἐγὼ κείνοισι κακὸν πάντεσσι γενοίμην
Verse: 104    
ἐλθὼν ἐς μέγαρον Λαερτιάδεω ᾽Οδυσῆος.
Verse: 105    
εἰ δ' αὖ με πληθυῖ δαμασαίατο μοῦνον ἐόντα,
Verse: 106    
βουλοίμην κ' ἐν ἐμοῖσι κατακτάμενος μεγάροισι
Verse: 107    
τεθνάμεν τάδε γ' αἰὲν ἀεικέα ἔργ' ὁράασθαι,
Verse: 108    
ξείνους τε στυϕελιζομένους δμῳάς τε γυναῖκας
Verse: 109    
ῥυστάζοντας ἀεικελίως κατὰ δώματα καλά,
Verse: 110    
καὶ οἶνον διαϕυσσόμενον, καὶ σῖτον ἔδοντας
Verse: 111    
μὰψ αὔτως, ἀτέλεστον, ἀνηνύστῳ ἐπὶ ἔργῳ."

Verse: 112       
τὸν δ' αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·

Verse: 113       
"τοὶ γὰρ ἐγώ τοι, ξεῖνε, μάλ' ἀτρεκέως ἀγορεύσω.
Verse: 114    
οὔτε τί μοι πᾶς δῆμος ἀπεχθόμενος χαλεπαίνει,
Verse: 115    
οὔτε κασιγνήτοις ἐπιμέμϕομαι, οἷσί περ ἀνὴρ
Verse: 116    
μαρναμένοισι πέποιθε, καὶ εἰ μέγα νεῖκος ὄρηται.
Verse: 117    
ὧδε γὰρ ἡμετέρην γενεὴν μούνωσε Κρονίων·
Verse: 118    
μοῦνον Λαέρτην ᾽Αρκείσιος υἱὸν ἔτικτε,
Verse: 119    
μοῦνον δ' αὖτ' ᾽Οδυσῆα πατὴρ τέκεν· αὐτὰρ ᾽Οδυσσεὺς
Verse: 120    
μοῦνον ἔμ' ἐν μεγάροισι τεκὼν λίπεν, οὐδ' ἀπόνητο.
Verse: 121    
τῶ νῦν δυσμενέες μάλα μυρίοι εἴσ' ἐνὶ οἴκῳ.
Verse: 122    
ὅσσοι γὰρ νήσοισιν ἐπικρατέουσιν ἄριστοι,
Verse: 123    
Δουλιχίῳ τε Σάμῃ τε καὶ ὑλήεντι Ζακύνθῳ,
Verse: 124    
ἠδ' ὅσσοι κραναὴν ᾽Ιθάκην κάτα κοιρανέουσι,
Verse: 125    
τόσσοι μητέρ' ἐμὴν μνῶνται, τρύχουσι δὲ οἶκον.
Verse: 126    
δ' οὔτ' ἀρνεῖται στυγερὸν γάμον οὔτε τελευτὴν
Verse: 127    
ποιῆσαι δύναται· τοὶ δὲ ϕθινύθουσιν ἔδοντες
Verse: 128    
οἶκον ἐμόν· τάχα δή με διαραίσουσι καὶ αὐτόν.
Verse: 129    
ἀλλ' ἤτοι μὲν ταῦτα θεῶν ἐν γούνασι κεῖται·
Verse: 130    
ἄττα, σὺ δ' ἔρχεο θᾶσσον, ἐχέϕρονι Πηνελοπείῃ
Verse: 131    
εἴϕ', ὅτι οἱ σῶς εἰμι καὶ ἐκ Πύλου εἰλήλουθα.
Verse: 132    
αὐτὰρ ἐγὼν αὐτοῦ μενέω, σὺ δὲ δεῦρο νέεσθαι
Verse: 133    
οἴη ἀπαγγείλας: τῶν δ' ἄλλων μή τις ᾽Αχαιῶν
Verse: 134    
πευθέσθω· πολλοὶ γὰρ ἐμοὶ κακὰ μηχανόωνται."

Verse: 135       
τὸν δ' ἀπαμειβόμενος προσέϕης, Εὔμαιε συβῶτα·

Verse: 136       
"γινώσκω, ϕρονέω· τά γε δὴ νοέοντι κελεύεις.
Verse: 137    
ἀλλ' ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,
Verse: 138    
καὶ Λαέρτῃ αὐτὴν ὁδὸν ἄγγελος ἔλθω
Verse: 139    
δυσμόρῳ, ὃς τείως μὲν ᾽Οδυσσῆος μέγ' ἀχεύων
Verse: 140    
ἔργα τ' ἐποπτεύεσκε μετὰ δμώων τ' ἐνὶ οἴκῳ
Verse: 141    
πῖνε καὶ ἦσθ', ὅτε θυμὸς ἐνὶ στήθεσσιν ἀνώγοι·
Verse: 142    
αὐτὰρ νῦν, ἐξ οὗ σύγε ᾤχεο νηὶ Πύλον δέ,
Verse: 143    
οὔ πώ μίν ϕασιν ϕαγέμεν καὶ πιέμεν αὔτως,
Verse: 144    
οὐδ' ἐπὶ ἔργα ἰδεῖν, ἀλλὰ στοναχῇ τε γόῳ τε
Verse: 145    
ἧσται ὀδυρόμενος, ϕθινύθει δ' ἀμϕ' ὀστεόϕι χρώς."

Verse: 146       
τὸν δ' αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·

Verse: 147       
"ἄλγιον, ἀλλ' ἔμπης μιν ἐάσομεν, ἀχνύμενοί περ·
Verse: 148    
εἰ γάρ πως εἴη αὐτάγρετα πάντα βροτοῖσι,
Verse: 149    
πρῶτόν κεν τοῦ πατρὸς ἑλοίμεθα νόστιμον ἦμαρ.
Verse: 150    
ἀλλὰ σύγ' ἀγγείλας ὀπίσω κίε, μηδὲ κατ' ἀγροὺς
Verse: 151    
πλάζεσθαι μετ' ἐκεῖνον· ἀτὰρ πρὸς μητέρα εἰπεῖν
Verse: 152    
ἀμϕίπολον ταμίην ὀτρυνέμεν ὅττι τάχιστα
Verse: 153    
κρύβδην· κείνη γάρ κεν ἀπαγγείλειε γέροντι."

Verse: 154       
ῥα, καὶ ὦρσε συϕορβόν· δ' εἵλετο χερσὶ πέδιλα,
Verse: 155    
δησάμενος δ' ὑπὸ ποσσὶ πόλιν δ' ἴεν. οὐδ' ἄρ' ᾽Αθήνην
Verse: 156    
λῆθεν ἀπὸ σταθμοῖο κιὼν Εὔμαιος ὑϕορβός,
Verse: 157    
ἀλλ' γε σχεδὸν ἦλθε· δέμας δ' ἤικτο γυναικὶ
Verse: 158    
καλῇ τε μεγάλῃ τε καὶ ἀγλαὰ ἔργ' εἰδυίῃ.
Verse: 159    
στῆ δὲ κατ' ἀντίθυρον κλισίης ᾽Οδυσῆιὴ ϕανεῖσα·
Verse: 160    
οὐ δ' ἄρα Τηλέμαχος ἴδεν ἀντίον οὐδὲ νόησεν
Verse: 161    
οὐ γάρ πως πάντεσσι θεοὶ ϕαίνονται ἐναργεῖς ,
Verse: 162    
ἀλλ' ᾽Οδυσεύς τε κύνες τε ἴδον, καί ' οὐχ ὑλάοντο,
Verse: 163    
κνυζηθμῷ δ' ἑτέρωσε διὰ σταθμοῖο ϕόβηθεν.
Verse: 164    
δ' ἄρ' ἐπ' ὀϕρύσι νεῦσε· νόησε δὲ δῖος ᾽Οδυσσεύς,
Verse: 165    
ἐκ δ' ἦλθεν μεγάροιο παρ' ἐκ μέγα τειχίον αὐλῆς,
Verse: 166    
στῆ δὲ πάροιθ' αὐτῆς. τὸν δὲ προσέειπεν ᾽Αθήνη·

Verse: 167       
"Διογενὲς Λαερτιάδη, πολυμήχαν' ᾽Οδυσσεῦ,
Verse: 168    
ἤδη νῦν σῷ παιδὶ ἔπος ϕάο μηδ' ἐπίκευθε,
Verse: 169    
ὡς ἂν μνηστῆρσιν θάνατον καὶ κῆρ' ἀραρόντε
Verse: 170    
ἔρχησθον προτὶ ἄστυ περικλυτόν· οὐδ' ἐγὼ αὐτὴ
Verse: 171    
δηρὸν ἀπὸ σϕῶιν ἔσομαι μεμαυῖα μάχεσθαι."

Verse: 172       
καὶ χρυσείῃ ῥάβδῳ ἐπεμάσσατ' ᾽Αθήνη.
Verse: 173    
ϕᾶρος μέν οἱ πρῶτον ἐυπλυνὲς ἠδὲ χιτῶνα
Verse: 174    
θῆκ' ἀμϕὶ στήθεσσι, δέμας δ' ὤϕελλε καὶ ἥβην.
Verse: 175    
ἂψ δὲ μελαγχροιὴς γένετο, γναθμοὶ δὲ τάνυσθεν,
Verse: 176    
κυάνεαι δ' ἐγένοντο γενειάδες ἀμϕὶ γένειον.
Verse: 177    
μὲν ἄρ' ὣς ἕρξασα πάλιν κίεν· αὐτὰρ ᾽Οδυσσεὺς
Verse: 178    
ἤιὴεν ἐς κλισίην. θάμβησε δέ μιν ϕίλος υἱός,
Verse: 179    
ταρβήσας δ' ἑτέρωσε βάλ' ὄμματα, μὴ θεὸς εἴη,
Verse: 180    
καί μιν ϕωνήσας ἔπεα πτερόεντα προσηύδα·

Verse: 181       
"ἀλλοῖός μοι, ξεῖνε, ϕάνης νέον ἠὲ πάροιθεν,
Verse: 182    
ἄλλα δὲ εἵματ' ἔχεις, καί τοι χρὼς οὐκέθ' ὁμοῖος.
Verse: 183    
μάλα τις θεός ἐσσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν.
Verse: 184    
ἀλλ' ἵληθ', ἵνα τοι κεχαρισμένα δώομεν ἱρὰ
Verse: 185    
ἠδὲ χρύσεα δῶρα, τετυγμένα· ϕείδεο δ' ἡμέων."

Verse: 186       
τὸν δ' ἠμείβετ' ἔπειτα πολύτλας δῖος ᾽Οδυσσεύς:

Verse: 187       
"οὔ τίς τοι θεός εἰμι· τί μ' ἀθανάτοισιν ἐίσκεις...
Verse: 188    
ἀλλὰ πατὴρ τεός εἰμι, τοῦ εἵνεκα σὺ στεναχίζων
Verse: 189    
πάσχεις ἄλγεα πολλά, βίας ὑποδέγμενος ἀνδρῶν."

Verse: 190       
ὣς ἄρα ϕωνήσας υἱὸν κύσε, κὰδ δὲ παρειῶν
Verse: 191    
δάκρυον ἧκε χαμᾶζε· πάρος δ' ἔχε νωλεμὲς αἰεί.
Verse: 192    
Τηλέμαχος δ' οὐ γάρ πω ἐπείθετο ὃν πατέρ' εἶναι,
Verse: 193    
ἐξαῦτίς μιν ἔπεσσιν ἀμειβόμενος προσέειπεν·

Verse: 194       
"οὐ σύ γ' ᾽Οδυσσεύς ἐσσι, πατὴρ ἐμός, ἀλλά με δαίμων
Verse: 195    
θέλγει, ὄϕρ' ἔτι μᾶλλον ὀδυρόμενος στεναχίζω.
Verse: 196    
οὐ γάρ πως ἂν θνητὸς ἀνὴρ τάδε μηχανόῳτο
Verse: 197    
αὐτοῦ γε νόῳ, ὅτε μὴ θεὸς αὐτὸς ἐπελθὼν
Verse: 198    
ῥηιὴδίως ἐθέλων θείη νέον ἠὲ γέροντα.
Verse: 199    
γάρ τοι νέον ἦσθα γέρων καὶ ἀεικέα ἕσσο·
Verse: 200    
νῦν δὲ θεοῖσιν ἔοικας, οἳ οὐρανὸν εὐρὺν ἔχουσι."

Verse: 201       
τὸν δ' ἀπαμειβόμενος προσέϕη πολύμητις ᾽Οδυσσεύς:

Verse: 202       
"Τηλέμαχ', οὔ σε ἔοικε ϕίλον πατέρ' ἔνδον ἐόντα
Verse: 203    
οὔτε τι θαυμάζειν περιώσιον οὔτ' ἀγάασθαι·
Verse: 204    
οὐ μὲν γάρ τοι ἔτ' ἄλλος ἐλεύσεται ἐνθάδ' ᾽Οδυσσεύς,
Verse: 205    
ἀλλ' ὅδ' ἐγὼ τοιόσδε, παθὼν κακά, πολλὰ δ' ἀληθείς,
Verse: 206    
ἤλυθον εἰκοστῷ ἔτειὴ ἐς πατρίδα γαῖαν.
Verse: 207    
αὐτάρ τοι τόδε ἔργον ᾽Αθηναίης ἀγελείης,
Verse: 208    
τέ με τοῖον ἔθηκεν, ὅπως ἐθέλει δύναται γάρ ,
Verse: 209    
ἄλλοτε μὲν πτωχῷ ἐναλίγκιον, ἄλλοτε δ' αὖτε
Verse: 210    
ἀνδρὶ νέῳ καὶ καλὰ περὶ χροὶ: εἵματ' ἔχοντι.
Verse: 211    
ῥηίδιον δὲ θεοῖσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν,
Verse: 212    
ἠμὲν κυδῆναι θνητὸν βροτὸν ἠδὲ κακῶσαι."

Verse: 213       
ὣς ἄρα ϕωνήσας κατ' ἄρ' ἕζετο, Τηλέμαχος δὲ
Verse: 214    
ἀμϕιχυθεὶς πατέρ' ἐσθλὸν ὀδύρετο δάκρυα λείβων.
Verse: 215    
ἀμϕοτέροισι δὲ τοῖσιν ὑϕ' ἵμερος ὦρτο γόοιο·
Verse: 216    
κλαῖον δὲ λιγέως, ἁδινώτερον τ' οἰωνοί,
Verse: 217    
ϕῆναι αἰγυπιοὶ γαμψώνυχες, οἷσί τε τέκνα
Verse: 218    
ἀγρόται ἐξείλοντο πάρος πετεηνὰ γενέσθαι·
Verse: 219    
ὣς ἄρα τοί γ' ἐλεεινὸν ὑπ' ὀϕρύσι δάκρυον εἶβον.
Verse: 220    
καί νύ κ' ὀδυρομένοισιν ἔδυ ϕάος ἠελίοιο,
Verse: 221    
εἰ μὴ Τηλέμαχος προσεϕώνεεν ὃν πατέρ' αἶψα·

Verse: 222       
"ποίῃ γὰρ νῦν δεῦρο, πάτερ ϕίλε, νηί σε ναῦται
Verse: 223    
ἤγαγον εἰς ᾽Ιθάκην; τίνες ἔμμεναι εὐχετόωντο;
Verse: 224    
οὐ μὲν γάρ τί σε πεζὸν ὀί:ομαι ἐνθάδ' ἱκέσθαι."

Verse: 225       
τὸν δ' αὖτε προσέειπε πολύτλας δῖος ᾽Οδυσσεύς:

Verse: 226       
"τοι γὰρ ἐγώ τοι, τέκνον, ἀληθείην καταλέξω.
Verse: 227    
Φαίηκές μ' ἄγαγον ναυσικλυτοί, οἵ τε καὶ ἄλλους
Verse: 228    
ἀνθρώπους πέμπουσιν, ὅτίς σϕεας εἰσαϕίκηται·
Verse: 229    
καί μ' εὕδοντ' ἐν νηὶ θοῇ ἐπὶ πόντον ἄγοντες
Verse: 230    
κάτθεσαν εἰς ᾽Ιθάκην, ἔπορον δέ μοι ἀγλαὰ δῶρα,
Verse: 231    
χαλκόν τε χρυσόν τε ἅλις ἐσθῆτά θ' ὑϕαντήν.
Verse: 232    
καὶ τὰ μὲν ἐν σπήεσσι θεῶν ἰότητι κέονται·
Verse: 233    
νῦν αὖ δεῦρ' ἱκόμην ὑποθημοσύνῃσιν ᾽Αθήνης,
Verse: 234    
ὄϕρά κε δυσμενέεσσι ϕόνου πέρι βουλεύσωμεν.
Verse: 235    
ἀλλ' ἄγε μοι μνηστῆρας ἀριθμήσας κατάλεξον,
Verse: 236    
ὄϕρ' εἰδέω, ὅσσοι τε καὶ οἵ τινες ἀνέρες εἰσί·
Verse: 237    
καί κεν ἐμὸν κατὰ θυμὸν ἀμύμονα μερμηρίξας
Verse: 238    
ϕράσσομαι, κεν νῶι δυνησόμεθ' ἀντιϕέρεσθαι
Verse: 239    
μούνω ἄνευθ' ἄλλων, καὶ διζησόμεθ' ἄλλους."

Verse: 240       
τὸν δ' αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·

Verse: 241       
"ὦ πάτερ, ἤτοι σεῖο μέγα κλέος αἰὲν ἄκουον,
Verse: 242    
χεῖράς τ' αἰχμητὴν ἔμεναι καὶ ἐπίϕρονα βουλήν·
Verse: 243    
ἀλλὰ λίην μέγα εἶπας: ἄγη μ' ἔχει· οὐδέ κεν εἴη
Verse: 244    
ἄνδρε δύω πολλοῖσι καὶ ἰϕθίμοισι μάχεσθαι.
Verse: 245    
μνηστήρων δ' οὔτ' ἂρ δεκὰς ἀτρεκὲς οὔτε δύ' οἶαι,
Verse: 246    
ἀλλὰ πολὺ πλέονες: τάχα δ' εἴσεαι ἐνθάδ' ἀριθμόν.
Verse: 247    
ἐκ μὲν Δουλιχίοιο δύω καὶ πεντήκοντα
Verse: 248    
κοῦροι κεκριμένοι, ἓξ δὲ δρηστῆρες ἕπονται·
Verse: 249    
ἐκ δὲ Σάμης πίσυρές τε καὶ εἴκοσι ϕῶτες ἔασιν,
Verse: 250    
ἐκ δὲ Ζακύνθου ἔασιν ἐείκοσι κοῦροι ᾽Αχαιῶν,
Verse: 251    
ἐκ δ' αὐτῆς ᾽Ιθάκης δυοκαίδεκα πάντες ἄριστοι,
Verse: 252    
καί σϕιν ἅμ' ἐστὶ Μέδων κῆρυξ καὶ θεῖος ἀοιδὸς
Verse: 253    
καὶ δοιὼ θεράποντε, δαήμονε δαιτροσυνάων.
Verse: 254    
τῶν εἴ κεν πάντων ἀντήσομεν ἔνδον ἐόντων,
Verse: 255    
μὴ πολύπικρα καὶ αἰνὰ βίας ἀποτίσεαι ἐλθών.
Verse: 256    
ἀλλὰ σύγ', εἰ δύνασαί τιν' ἀμύντορα μερμηρίξαι,
Verse: 257    
ϕράζευ, κέν τις νῶιν ἀμύνοι πρόϕρονι θυμῷ."

Verse: 258       
τὸν δ' αὖτε προσέειπε πολύτλας δῖος ᾽Οδυσσεύς:

Verse: 259       
"τοι γὰρ ἐγὼν ἐρέω, σὺ δὲ σύνθεο καί μευ ἄκουσον,
Verse: 260    
καὶ ϕράσαι, κεν νῶιν ᾽Αθήνη σὺν Διὶ πατρὶ
Verse: 261    
ἀρκέσει, ἦέ τιν' ἄλλον ἀμύντορα μερμηρίξω."

Verse: 262       
τὸν δ' αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·

Verse: 263       
"ἐσθλώ τοι τούτω γ' ἐπαμύντορε, τοὺς ἀγορεύεις,
Verse: 264    
ὕψι περ ἐν νεϕέεσσι καθημένω· τε καὶ ἄλλοις
Verse: 265    
ἀνδράσι τε κρατέουσι καὶ ἀθανάτοισι θεοῖσι."

Verse: 266       
τὸν δ' αὖτε προσέειπε πολύτλας δῖος ᾽Οδυσσεύς:

Verse: 267       
"οὐ μέν τοι κείνω γε πολὺν χρόνον ἀμϕὶς ἔσεσθον
Verse: 268    
ϕυλόπιδος κρατερῆς, ὁπότε μνηστῆρσι καὶ ἡμῖν
Verse: 269    
ἐν μεγάροισιν ἐμοῖσι μένος κρίνηται ῎Αρηος.
Verse: 270    
ἀλλὰ σὺ μὲν νῦν ἔρχευ ἅμ' ἠοῖ ϕαινομένηϕι
Verse: 271    
οἴκαδε, καὶ μνηστῆρσιν ὑπερϕιάλοισιν ὁμίλει·
Verse: 272    
αὐτὰρ ἐμὲ προτὶ ἄστυ συβώτης ὕστερον ἄξει
Verse: 273    
πτωχῷ λευγαλέῳ ἐναλίγκιον ἠδὲ γέροντι.
Verse: 274    
εἰ δέ μ' ἀτιμήσουσι δόμον κάτα, σὸν δὲ ϕίλον κῆρ
Verse: 275    
τετλάτω ἐν στήθεσσι κακῶς πάσχοντος ἐμεῖο,
Verse: 276    
ἤν περ καὶ διὰ δῶμα ποδῶν ἕλκωσι θύραζε
Verse: 277    
βέλεσιν βάλλωσι· σὺ δ' εἰσορόων ἀνέχεσθαι.
Verse: 278    
ἀλλ' ἤτοι παύεσθαι ἀνωγέμεν ἀϕροσυνάων,
Verse: 279    
μειλιχίοις ἐπέεσσι παραυδῶν· οἱ δέ τοι οὔ τι
Verse: 280    
πείσονται· δὴ γάρ σϕι παρίσταται αἴσιμον ἦμαρ.
Verse: 281    
ἄλλο δέ τοι ἐρέω, σὺ δ' ἐνὶ ϕρεσὶ βάλλεο σῇσιν·
Verse: 282    
ὁππότε κεν πολύβουλος ἐνὶ ϕρεσὶ θῇσιν ᾽Αθήνη,
Verse: 283    
νεύσω μέν τοι ἐγὼ κεϕαλῇ, σὺ δ' ἔπειτα νοήσας,
Verse: 284    
ὅσσα τοι ἐν μεγάροισιν 'Αρήια τεύχεα κεῖται,
Verse: 285    
ἐς μυχὸν ὑψηλοῦ θαλάμου καταθεῖναι ἀείρας
Verse: 286    
πάντα μάλαὐτὰρ μνηστῆρας μαλακοῖς ἐπέεσσι
Verse: 287    
παρϕάσθαι, ὅτε κέν σε μεταλλῶσιν ποθέοντες:
Verse: 288    
'ἐκ καπνοῦ κατέθηκ', ἐπεὶ οὐκέτι τοῖσιν ἐῴκει,
Verse: 289    
οἷά ποτε Τροίην δὲ κιὼν κατέλειπεν ᾽Οδυσσεύς,
Verse: 290    
ἀλλὰ κατῄκισται, ὅσσον πυρὸς ἵκετ' ἀυτμή.
Verse: 291    
πρὸς δ' ἔτι καὶ τόδε μεῖζον ἐνὶ ϕρεσὶ θῆκε Κρονίων,
Verse: 292    
μή πως οἰνωθέντες, ἔριν στήσαντες ἐν ὑμῖν,
Verse: 293    
ἀλλήλους τρώσητε καταισχύνητέ τε δαῖτα
Verse: 294    
καὶ μνηστύν· αὐτὸς γὰρ ἐϕέλκεται ἄνδρα σίδηρος.'
Verse: 295    
νῶιν δ' οἴοισιν δύο ϕάσγανα καὶ δύο δοῦρε
Verse: 296    
καλλιπέειν καὶ δοιὰ βοάγρια χερσὶν ἑλέσθαι,
Verse: 297    
ὡς ἂν ἐπιθύσαντες ἑλοίμεθα· τοὺς δέ κ' ἔπειτα
Verse: 298    
Παλλὰς ᾽Αθηναίη θέλξει καὶ μητίετα Ζεύς.
Verse: 299    
ἄλλο δέ τοι ἐρέω, σὺ δ' ἐνὶ ϕρεσὶ βάλλεο σῇσιν·
Verse: 300    
εἰ ἐτεόν γ' ἐμός ἐσσι καὶ αἵματος ἡμετέροιο,
Verse: 301    
μή τις ἔπειτ' ᾽Οδυσῆος ἀκουσάτω ἔνδον ἐόντος.
Verse: 302    
μήτ' οὖν Λαέρτης ἴστω τό γε μήτε συβώτης
Verse: 303    
μήτέ τις οἰκήων μήτ' αὐτὴ Πηνελόπεια,
Verse: 304    
ἀλλ' οἶοι σύ τ' ἐγώ τε γυναικῶν γνώομεν ἰθύν.
Verse: 305    
καί κέ τεο δμώων ἀνδρῶν ἔτι πειρηθεῖμεν,
Verse: 306    
ἠμὲν ὅπου τις νῶι τίει καὶ δείδιε θυμῷ,
Verse: 307    
ἠδ' ὅτις οὐκ ἀλέγει, σὲ δ' ἀτιμᾷ τοῖον ἐόντα."

Verse: 308       
τὸν δ' ἀπαμειβόμενος προσεϕώνεε ϕαίδιμος υἱός:

Verse: 309       
"ὦ πάτερ, ἤτοι ἐμὸν θυμὸν καὶ ἔπειτά γ', ὀίω,
Verse: 310    
γνώσεαι· οὐ μὲν γάρ τι χαλιϕροσύναι γέ μ' ἔχουσιν·
Verse: 311    
ἀλλ' οὔ τοι τόδε κέρδος ἐγὼν ἔσσεσθαι ὀίω
Verse: 312    
ἡμῖν ἀμϕοτέροισι· σὲ δὲ ϕράζεσθαι ἄνωγα.
Verse: 313    
δηθὰ γὰρ αὔτως εἴσῃ ἑκάστου πειρητίζων,
Verse: 314    
ἔργα μετερχόμενος: τοὶ δ' ἐν μεγάροισιν ἕκηλοι
Verse: 315    
χρήματα δαρδάπτουσιν ὑπέρβιον, οὐδ' ἔπι ϕειδώ.
Verse: 316    
ἀλλ' ἤτοί σε γυναῖκας ἐγὼ δεδάασθαι ἄνωγα,
Verse: 317    
αἵ τέ σ' ἀτιμάζουσι καὶ αἳ νηλείτιδές εἰσιν·
Verse: 318    
ἀνδρῶν δ' οὐκ ἂν ἔγωγε κατὰ σταθμοὺς ἐθέλοιμι
Verse: 319    
ἡμέας πειράζειν, ἀλλ' ὕστερα ταῦτα πένεσθαι,
Verse: 320    
εἰ ἐτεόν γέ τι οἶσθα Διὸς τέρας αἰγιόχοιο."

Verse: 321       
ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον·
Verse: 322    
δ' ἄρ' ἔπειτ' ᾽Ιθάκην δὲ κατήγετο νηῦς ἐυεργής,
Verse: 323    
ϕέρε Τηλέμαχον Πυλόθεν καὶ πάντας ἑταίρους.
Verse: 324    
οἱ δ' ὅτε δὴ λιμένος πολυβενθέος ἐντὸς ἵκοντο,
Verse: 325    
νῆα μὲν οἵ γε μέλαιναν ἐπ' ἠπείροιο ἔρυσσαν,
Verse: 326    
τεύχεα δέ σϕ' ἀπένεικαν ὑπέρθυμοι θεράποντες,
Verse: 327    
αὐτίκα δ' ἐς Κλυτίοιο ϕέρον περικαλλέα δῶρα.
Verse: 328    
αὐτὰρ κήρυκα πρόεσαν δόμον εἰς ᾽Οδυσῆος,
Verse: 329    
ἀγγελίην ἐρέοντα περίϕρονι Πηνελοπείῃ,
Verse: 330    
οὕνεκα Τηλέμαχος μὲν ἐπ' ἀγροῦ, νῆα δ' ἀνώγει
Verse: 331    
ἄστυ δ' ἀποπλείειν, ἵνα μὴ δείσασ' ἐνὶ θυμῷ
Verse: 332    
ἰϕθίμη βασίλεια τέρεν κατὰ δάκρυον εἴβοι.

Verse: 333       
τὼ δὲ συναντήτην κῆρυξ καὶ δῖος ὑϕορβὸς
Verse: 334    
τῆς αὐτῆς ἕνεκ' ἀγγελίης, ἐρέοντε γυναικί.
Verse: 335    
ἀλλ' ὅτε δή ' ἵκοντο δόμον θείου βασιλῆος,
Verse: 336    
κῆρυξ μέν ῥα μέσῃσι μετὰ δμῳῇσιν ἔειπεν·

Verse: 337       
"ἤδη τοι, βασίλεια, ϕίλος πάιὴς εἰλήλουθε."
Verse: 338    
Πηνελοπείῃ δ' εἶπε συβώτης ἄγχι παραστὰς
Verse: 339    
πάνθ', ὅσα οἱ ϕίλος υἱὸς ἀνώγει μυθήσασθαι.
Verse: 340    
αὐτὰρ ἐπεὶ δὴ πᾶσαν ἐϕημοσύνην ἀπέειπε,
Verse: 341    
βῆ ' ἴμεναι μεθ' ὕας, λίπε δ' ἕρκεά τε μέγαρόν τε.
Verse: 342    
μνηστῆρες δ' ἀκάχοντο κατήϕησάν τ' ἐνὶ θυμῷ,
Verse: 343    
ἐκ δ' ἦλθον μεγάροιο παρ' ἐκ μέγα τειχίον αὐλῆς,
Verse: 344    
αὐτοῦ δὲ προπάροιθε θυράων ἑδριόωντο.
Verse: 345    
τοῖσιν δ' Εὐρύμαχος, Πολύβου παῖ῍ς, ἦρχ' ἀγορεύειν·

Verse: 346       
"ὦ ϕίλοι, μέγα ἔργον ὑπερϕιάλως τετέλεσται
Verse: 347    
Τηλεμάχῳ ὁδὸς ἥδε· ϕάμεν δέ οἱ οὐ τελέεσθαι.
Verse: 348    
ἀλλ' ἄγε νῆα μέλαιναν ἐρύσσομεν, τις ἀρίστη,
Verse: 349    
ἐς δ' ἐρέτας ἁλιῆας ἀγείρομεν, οἵ κε τάχιστα
Verse: 350    
κείνοις ἀγγείλωσι θοῶς οἶκόν δὲ νέεσθαι."

Verse: 351       
οὔ πω πᾶν εἴρηθ', ὅτ' ἄρ' ᾽Αμϕίνομος ἴδε νῆα,
Verse: 352    
στρεϕθεὶς ἐκ χώρης, λιμένος πολυβενθέος ἐντός,
Verse: 353    
ἱστία τε στέλλοντας ἐρετμά τε χερσὶν ἔχοντας.
Verse: 354    
ἡδὺ δ' ἄρ' ἐκγελάσας μετεϕώνεεν οἷς ἑτάροισι·

Verse: 355       
"μή τιν' ἔτ' ἀγγελίην ὀτρύνομεν· οἵδε γὰρ ἔνδον.
Verse: 356    
τίς σϕιν τόδ' ἔειπε θεῶν εἴσιδον αὐτοὶ
Verse: 357    
νῆα παρερχομένην, τὴν δ' οὐκ ἐδύναντο κιχῆναι."

Verse: 358       
ὣς ἔϕαθ', οἱ δ' ἀνστάντες ἔβαν ἐπὶ θῖνα θαλάσσης,
Verse: 359    
αἶψα δὲ νῆα μέλαιναν ἐπ' ἠπείροιο ἔρυσσαν,
Verse: 360    
τεύχεα δέ σϕ' ἀπένεικαν ὑπέρθυμοι θεράποντες.
Verse: 361    
αὐτοὶ δ' εἰς ἀγορὴν κίον ἁθρόοι, οὐδέ τιν' ἄλλον
Verse: 362    
εἴων οὔτε νέων μεταί:ζειν οὔτε γερόντων.
Verse: 363    
τοῖσιν δ' ᾽Αντίνοος μετέϕη, Εὐπείθεος υἱός:

Verse: 364       
"ὢ πόποι, ὡς τόνδ' ἄνδρα θεοὶ κακότητος ἔλυσαν.
Verse: 365    
ἤματα μὲν σκοποὶ ἷζον ἐπ' ἄκριας ἠνεμοέσσας
Verse: 366    
αἰὲν ἐπασσύτεροι· ἅμα δ' ἠελίῳ καταδύντι
Verse: 367    
οὔ ποτ' ἐπ' ἠπείρου νύκτ' ἄσαμεν, ἀλλ' ἐνὶ πόντῳ
Verse: 368    
νηὶ: θοῇ πλείοντες ἐμίμνομεν ᾽Ηῶ δῖαν,
Verse: 369    
Τηλέμαχον λοχόωντες, ἵνα ϕθείσωμεν ἑλόντες
Verse: 370    
αὐτόν· τὸν δ' ἄρα τέως ἀπήγαγεν οἴκαδε δαίμων.
Verse: 371    
ἡμεῖς δ' ἐνθάδε οἱ ϕραζώμεθα λυγρὸν ὄλεθρον
Verse: 372    
Τηλεμάχῳ, μηδ' ἧμας ὑπεκϕύγοι· οὐ γὰρ ὀίω
Verse: 373    
τούτου γε ζώοντος ἀνύσσεσθαι τάδε ἔργα.
Verse: 374    
αὐτὸς μὲν γὰρ ἐπιστήμων βουλῇ τε νόῳ τε,
Verse: 375    
λαοὶ δ' οὐκέτι πάμπαν ἐϕ' ἡμῖν ἦρα ϕέρουσιν.
Verse: 376    
ἀλλ' ἄγετε, πρὶν κεῖνον ὁμηγυρίσασθαι ᾽Αχαιοὺς
Verse: 377    
εἰς ἀγορήν· οὐ γάρ τι μεθησέμεναί μιν ὀίω,
Verse: 378    
ἀλλ' ἀπομηνίσει, ἐρέει δ' ἐν πᾶσιν ἀναστάς,
Verse: 379    
οὕνεκά οἱ ϕόνον αἰπὺν ἐράπτομεν οὐδὲ κίχημεν.
Verse: 380    
οἱ δ' οὐκ αἰνήσουσιν ἀκούοντες κακὰ ἔργα·
Verse: 381    
μή τι κακὸν ῥέξωσι καὶ ἥμεας ἐξελάσωσι
Verse: 382    
γαίης ἡμετέρης, ἄλλων δ' ἀϕικώμεθα δῆμον.
Verse: 383    
ἀλλὰ ϕθέωμεν ἑλόντες ἐπ' ἀγροῦ νόσϕι πόληος
Verse: 384    
ἐν ὁδῷ· βίοτον δ' αὐτοὶ καὶ κτήματ' ἔχωμεν,
Verse: 385    
δασσάμενοι κατὰ μοῖραν ἐϕ' ἡμέας, οἰκία δ' αὖτε
Verse: 386    
κείνου μητέρι δοῖμεν ἔχειν ἠδ' ὅς τις ὀπυίοι.
Verse: 387    
εἰ δ' ὕμιν ὅδε μῦθος ἀϕανδάνει, ἀλλὰ βόλεσθε
Verse: 388    
αὐτόν τε ζώειν καὶ ἔχειν πατρώια πάντα,
Verse: 389    
μή οἱ χρήματ' ἔπειτα ἅλις θυμηδέ' ἔδωμεν
Verse: 390    
ἐνθάδ' ἀγειρόμενοι, ἀλλ' ἐκ μεγάροιο ἕκαστος
Verse: 391    
μνάσθω ἐέδνοισιν διζήμενος: δέ κ' ἔπειτα
Verse: 392    
γήμαιθ' ὅς κε πλεῖστα πόροι καὶ μόρσιμος ἔλθοι."

Verse: 393       
ὣς ἔϕαθ', οἱ δ' ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ.
Verse: 394    
τοῖσιν δ' ᾽Αμϕίνομος ἀγορήσατο καὶ μετέειπε,
Verse: 395    
Νίσου ϕαίδιμος υἱός, ᾽Αρητιάδαο ἄνακτος,
Verse: 396    
ὅς ' ἐκ Δουλιχίου πολυπύρου, ποιήεντος,
Verse: 397    
ἡγεῖτο μνηστῆρσι, μάλιστα δὲ Πηνελοπείῃ
Verse: 398    
ἥνδανε μύθοισι· ϕρεσὶ γὰρ κέχρητ' ἀγαθῇσιν·
Verse: 399    
σϕιν ἐυϕρονέων ἀγορήσατο καὶ μετέειπεν·

Verse: 400       
"ὦ ϕίλοι, οὐκ ἂν ἔγωγε κατακτείνειν ἐθέλοιμι
Verse: 401    
Τηλέμαχον· δεινὸν δὲ γένος βασιλήιόν ἐστι
Verse: 402    
κτείνειν· ἀλλὰ πρῶτα θεῶν εἰρώμεθα βουλάς.
Verse: 403    
εἰ μέν κ' αἰνήσωσι Διὸς μεγάλοιο θέμιστες,
Verse: 404    
αὐτός τε κτενέω τούς τ' ἄλλους πάντας ἀνώξω·
Verse: 405    
εἰ δέ κ' ἀποτρωπῶσι θεοί, παύσασθαι ἄνωγα."

Verse: 406       
ὣς ἔϕατ' ᾽Αμϕίνομος, τοῖσιν δ' ἐπιήνδανε μῦθος.
Verse: 407    
αὐτίκ' ἔπειτ' ἀνστάντες ἔβαν δόμον εἰς ᾽Οδυσῆος,
Verse: 408    
ἐλθόντες δὲ καθῖζον ἐπὶ ξεστοῖσι θρόνοισιν.

Verse: 409       
δ' αὖτ' ἄλλ' ἐνόησε περίϕρων Πηνελόπεια,
Verse: 410    
μνηστήρεσσι ϕανῆναι ὑπέρβιον ὕβριν ἔχουσι.
Verse: 411    
πεύθετο γὰρ οὗ παιδὸς ἐνὶ μεγάροισιν ὄλεθρον·
Verse: 412    
κῆρυξ γάρ οἱ ἔειπε Μέδων, ὃς ἐπεύθετο βουλάς.
Verse: 413    
βῆ δ' ἰέναι μέγαρον δὲ σὺν ἀμϕιπόλοισι γυναιξίν.
Verse: 414    
ἀλλ' ὅτε δὴ μνηστῆρας ἀϕίκετο δῖα γυναικῶν,
Verse: 415    
στῆ ῥα παρὰ σταθμὸν τέγεος πύκα ποιητοῖο,
Verse: 416    
ἄντα παρειάων σχομένη λιπαρὰ κρήδεμνα,
Verse: 417    
᾽Αντίνοον δ' ἐνένιπεν ἔπος τ' ἔϕατ' ἔκ τ' ὀνόμαζεν·

Verse: 418       
"᾽Αντίνο', ὕβριν ἔχων, κακομήχανε, καὶ δέ σέ ϕασιν
Verse: 419    
ἐν δήμῳ ᾽Ιθάκης μεθ' ὁμήλικας ἔμμεν ἄριστον
Verse: 420    
βουλῇ καὶ μύθοισι· σὺ δ' οὐκ ἄρα τοῖος ἔησθα.
Verse: 421    
μάργε, τί δὲ σὺ Τηλεμάχῳ θάνατόν τε μόρον τε
Verse: 422    
ῥάπτεις, οὐδ' ἱκέτας ἐμπάζεαι, οἷσιν ἄρα Ζεὺς
Verse: 423    
μάρτυρος... οὐδ', ὁσίη κακὰ ῥάπτειν ἀλλήλοισιν.
Verse: 424    
οὐκ οἶσθ' ὅτε δεῦρο πατὴρ τεὸς ἵκετο ϕεύγων,
Verse: 425    
δῆμον ὑποδείσας... δὴ γὰρ κεχολώατο λίην,
Verse: 426    
οὕνεκα ληιστῆρσιν ἐπισπόμενος Ταϕίοισιν
Verse: 427    
ἤκαχε Θεσπρωτούς: οἱ δ' ἥμιν ἄρθμιοι ἦσαν.
Verse: 428    
τόν ' ἔθελον ϕθῖσαι καὶ ἀπορραῖσαι ϕίλον ἦτορ
Verse: 429    
ἠδὲ κατὰ ζωὴν ϕαγέειν μενοεικέα πολλήν·
Verse: 430    
ἀλλ' ᾽Οδυσεὺς κατέρυκε καὶ ἔσχεθεν ἱεμένους περ.
Verse: 431    
τοῦ νῦν οἶκον ἄτιμον ἔδεις, μνάᾳ δὲ γυναῖκα
Verse: 432    
παῖδά τ' ἀποκτείνεις, ἐμὲ δὲ μεγάλως ἀκαχίζεις:
Verse: 433    
ἀλλά σε παύεσθαι κέλομαι καὶ ἀνωγέμεν ἄλλους."

Verse: 434       
τὴν δ' αὖτ' Εὐρύμαχος, Πολύβου πάιὴς, ἀντίον ηὔδα·

Verse: 435       
"κούρη ᾽Ικαρίοιο, περίϕρων Πηνελόπεια,
Verse: 436    
θάρσει· μή τοι ταῦτα μετὰ ϕρεσὶ σῇσι μελόντων.
Verse: 437    
οὐκ ἔσθ' οὗτος ἀνὴρ οὐδ' ἔσσεται οὐδὲ γένηται,
Verse: 438    
ὅς κεν Τηλεμάχῳ, σῷ υἱέι, χεῖρας ἐποίσει
Verse: 439    
ζώοντός γ' ἐμέθεν καὶ ἐπὶ χθονὶ δερκομένοιο.
Verse: 440    
ὧδε γὰρ ἐξερέω, καὶ μὴν τετελεσμένον ἔσται·
Verse: 441    
αἶψά οἱ αἷμα κελαινὸν ἐρωήσει περὶ δουρὶ
Verse: 442    
ἡμετέρῳ, ἐπεὶ καὶ ἐμὲ πτολίπορθος ᾽Οδυσσεὺς
Verse: 443    
πολλάκι γούνασιν οἷσιν ἐϕεσσάμενος κρέας ὀπτὸν
Verse: 444    
ἐν χείρεσσιν ἔθηκεν ἐπέσχέ τε οἶνον ἐρυθρόν.
Verse: 445    
τῶ μοι Τηλέμαχος πάντων πολὺ ϕίλτατός ἐστιν
Verse: 446    
ἀνδρῶν, οὐδέ τί μιν θάνατον τρομέεσθαι ἄνωγα
Verse: 447    
ἔκ γε μνηστήρων· θεόθεν δ' οὐκ ἔστ' ἀλέασθαι."

Verse: 448       
ὣς ϕάτο θαρσύνων, τῷ δ' ἤρτυεν αὐτὸς ὄλεθρον.

Verse: 449       
μὲν ἄρ' εἰσαναβᾶσ' ὑπερώια σιγαλόεντα
Verse: 450    
κλαῖεν ἔπειτ' ᾽Οδυσῆα ϕίλον πόσιν, ὄϕρα οἱ ὕπνον
Verse: 451    
ἡδὺν ἐπὶ βλεϕάροισι βάλε γλαυκῶπις ᾽Αθήνη.
Verse: 452    
ἑσπέριος δ' ᾽Οδυσῆι καὶ υἱέι δῖος ὑϕορβὸς
Verse: 453    
ἤλυθεν· οἱ δ' ἄρα δόρπον ἐπισταδὸν ὁπλίζοντο,
Verse: 454    
σῦν ἱερεύσαντες ἐνιαύσιον. αὐτὰρ ᾽Αθήνη v
Verse: 455    
ἄγχι παρισταμένη Λαερτιάδην ᾽Οδυσῆα
Verse: 456    
ῥάβδῳ πεπληγυῖα πάλιν ποίησε γέροντα,
Verse: 457    
λυγρὰ δὲ εἵματα ἕσσε περὶ χροί:, μή συβώτης
Verse: 458    
γνοίη ἐς ἄντα ἰδὼν καὶ ἐχέϕρονι Πηνελοπείῃ
Verse: 459    
ἔλθοι ἀπαγγέλλων μηδὲ ϕρεσὶν εἰρύσσαιτο.

Verse: 460       
τὸν καὶ Τηλέμαχος πρότερος πρὸς μῦθον ἔειπεν·

Verse: 461       
"ἦλθες, δῖ' Εὔμαιε. τί δὴ κλέος ἔστ' ἀνὰ ἄστυ;
Verse: 462    
' ἤδη μνηστῆρες ἀγήνορες ἔνδον ἔασιν
Verse: 463    
ἐκ λόχου, ἔτι μ' αὖθ' εἰρύαται οἴκαδ' ἰόντα;"

Verse: 464       
τὸν δ' ἀπαμειβόμενος προσέϕης, Εὔμαιε συβῶτα·

Verse: 465       
"οὐκ ἔμελέν μοι ταῦτα μεταλλῆσαι καὶ ἐρέσθαι
Verse: 466    
ἄστυ καταβλώσκοντα· τάχιστά με θυμὸς ἀνώγει
Verse: 467    
ἀγγελίην εἰπόντα πάλιν δεῦρ' ἀπονέεσθαι.
Verse: 468    
ὡμήρησε δέ μοι παρ' ἑταίρων ἄγγελος ὠκύς,
Verse: 469    
κῆρυξ, ὃς δὴ πρῶτος ἔπος σῇ μητρὶ ἔειπεν.
Verse: 470    
ἄλλο δέ τοι τό γε οἶδα· τὸ γὰρ ἴδον ὀϕθαλμοῖσιν.
Verse: 471    
ἤδη ὑπὲρ πόλιος, ὅθι ῞Ερμαιος λόϕος ἐστίν,
Verse: 472    
ἦα κιών, ὅτε νῆα θοὴν ἰδόμην κατιοῦσαν
Verse: 473    
ἐς λιμέν' ἡμέτερον· πολλοὶ δ' ἔσαν ἄνδρες ἐν αὐτῇ,
Verse: 474    
βεβρίθει δὲ σάκεσσι καὶ ἔγχεσιν ἀμϕιγύοισι·
Verse: 475    
καί σϕεας ὠίσθην τοὺς ἔμμεναι, οὐ δέ τι οἶδα."

Verse: 476       
ὣς ϕάτο, μείδησεν δ' ἱερὴ ἲς Τηλεμάχοιο
Verse: 477    
ἐς πατέρ' ὀϕθαλμοῖσιν ἰδών, ἀλέεινε δ' ὑϕορβόν.

Verse: 478       
οἱ δ' ἐπεὶ οὖν παύσαντο πόνου τετύκοντό τε δαῖτα,
Verse: 479    
δαίνυντ', οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐίσης.
Verse: 480    
αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
Verse: 481    
κοίτου τε μνήσαντο καὶ ὕπνου δῶρον ἕλοντο.



Next part



This text is part of the TITUS edition of Homer, Odyssee.

Copyright TITUS Project, Frankfurt a/M, 30.11.2024. No parts of this document may be republished in any form without prior permission by the copyright holder.