TITUS
Homer, Odyssee
Part No. 24
Previous part

Chapter: 24    
ΟΔΥΣΣΕΙΑΣ Ω


Verse: 1       Ερμῆς δὲ ψυχὰς Κυλλήνιος ἐξεκαλεῖτο
Verse: 2    
ἀνδρῶν μνηστήρων· ἔχε δὲ ῥάβδον μετὰ χερσὶ
Verse: 3    
καλὴν, χρυσείην, τῇ τ' ἀνδρῶν ὄμματα θέλγει,
Verse: 4    
ὧν ἐθέλει, τοὺς δ' αὖτε καὶ ὑπνώοντας ἐγείρει·
Verse: 5    
τῇ ' ἄγε κινήσας, ταὶ δὲ τρίζουσαι ἕποντο.
Verse: 6    
ὡς δ' ὅτε νυκτερίδες μυχῷ ἄντρου θεσπεσίοιο
Verse: 7    
τρίζουσαι ποτέονται, ἐπεί κέ τις ἀποπέσῃσιν
Verse: 8    
ὁρμαθοῦ ἐκ πέτρης, ἀνά τ' ἀλλήλῃσιν ἔχονται,
Verse: 9    
ὣς αἱ τετριγυῖαι ἅμ' ἤισαν· ἦρχε δ' ἄρά σϕιν
Verse: 10    
῾Ερμείας ἀκάκητα κατ' εὐρώεντα κέλευθα.
Verse: 11    
πὰρ δ' ἴσαν ᾽Ωκεανοῦ τε ῥοὰς καὶ Λευκάδα πέτρην,
Verse: 12    
ἠδὲ παρ' ᾽Ηελίοιο πύλας καὶ δῆμον ᾽Ονείρων
Verse: 13    
ἤισαν· αἶψα δ' ἵκοντο κατ' ἀσϕοδελὸν λειμῶνα,
Verse: 14    
ἔνθά τε ναίουσι ψυχαί, εἴδωλα καμόντων.

Verse: 15       
εὗρον δὲ ψυχὴν Πηληιάδεω ᾽Αχιλῆος
Verse: 16    
καὶ Πατροκλῆος καὶ ἀμύμονος ᾽Αντιλόχοιο
Verse: 17    
Αἴαντός θ', ὃς ἄριστος ἔην εἶδός τε δέμας τε
Verse: 18    
τῶν ἄλλων Δαναῶν μετ' ἀμύμονα Πηλείωνα.
Verse: 19    
ὣς οἱ μὲν περὶ κεῖνον ὁμίλεον· ἀγχίμολον δὲ
Verse: 20    
ἤλυθ' ἔπι ψυχὴ ᾽Αγαμέμνονος ᾽Ατρείδαο
Verse: 21    
ἀχνυμένη· περὶ δ' ἄλλαι ἀγηγέραθ', ὅσσαι ἅμ' αὐτῷ
Verse: 22    
οἴκῳ ἐν Αἰγίσθοιο θάνον καὶ πότμον ἐπέσπον.
Verse: 23    
τὸν προτέρη ψυχὴ προσεϕώνεε Πηλείωνος:

Verse: 24       
"᾽Ατρείδη, περὶ μέν σε ϕάμεν Διὶ τερπικεραύνῳ
Verse: 25    
ἀνδρῶν ἡρώων ϕίλον ἔμμεναι ἤματα πάντα,
Verse: 26    
οὕνεκα πολλοῖσίν τε καὶ ἰϕθίμοισιν ἄνασσες
Verse: 27    
δήμῳ ἔνι Τρώων, ὅθι πάσχομεν ἄλγε' ᾽Αχαιοί.
Verse: 28    
τ' ἄρα καὶ σοὶ πρωὶ παραστήσεσθαι ἔμελλε
Verse: 29    
Μοῖρ' ὀλοή, τὴν οὔ τις ἀλεύεται, ὅς κε γένηται.
Verse: 30    
ὡς ὄϕελες τιμῆς ἀπονήμενος, ἧς περ ἄνασσες,
Verse: 31    
δήμῳ ἔνι Τρώων θάνατον καὶ πότμον ἐπισπεῖν·
Verse: 32    
τῶ κέν τοι τύμβον μὲν ἐποίησαν Παναχαιοί,
Verse: 33    
ἠδέ κε καὶ σῷ παιδὶ μέγα κλέος ἤρα' ὀπίσσω·
Verse: 34    
νῦν δ' ἄρα σ' οἰκτίστῳ θανάτῳ εἵμαρτο ἁλῶναι."

Verse: 35       
τὸν δ' αὖτε ψυχὴ προσεϕώνεεν ᾽Ατρείδαο·

Verse: 36       
"ὄλβιε Πηλέος υἱέ, θεοῖσ' ἐπιείκελ' ᾽Αχιλλεῦ,
Verse: 37    
ὃς θάνες ἐν Τροίῃ ἑκὰς ῎Αργεος: ἀμϕὶ δέ σ' ἄλλοι
Verse: 38    
κτείνοντο Τρώων καὶ ᾽Αχαιῶν υἷες ἄριστοι,
Verse: 39    
μαρνάμενοι περὶ σεῖο· σὺ δ' ἐν στροϕάλιγγι κονίης
Verse: 40    
κεῖσο μέγας μεγαλωστί, λελασμένος ἱπποσυνάων.
Verse: 41    
ἡμεῖς δὲ πρόπαν ἦμαρ ἐμαρνάμεθοὐδέ κε πάμπαν
Verse: 42    
παυσάμεθα πτολέμου, εἰ μὴ Ζεὺς λαίλαπι παῦσεν.
Verse: 43    
αὐτὰρ ἐπεί σ' ἐπὶ νῆας ἐνείκαμεν ἐκ πολέμοιο,
Verse: 44    
κάτθεμεν ἐν λεχέεσσι, καθήραντες χρόα καλὸν
Verse: 45    
ὕδατί τε λιαρῷ καὶ ἀλείϕατι· πολλὰ δέ σ' ἀμϕὶ
Verse: 46    
δάκρυα θερμὰ χέον Δαναοὶ κείροντό τε χαίτας.
Verse: 47    
μήτηρ δ' ἐξ ἁλὸς ἦλθε σὺν ἀθανάτῃσ' ἁλίῃσιν
Verse: 48    
ἀγγελίης ἀίουσα· βοὴ δ' ἐπὶ πόντον ὀρώρει
Verse: 49    
θεσπεσίη, ὑπὸ δὲ τρόμος ἔλλαβε πάντας ᾽Αχαιούς.
Verse: 50    
καί νύ κ' ἀναί:ξαντες ἔβαν κοίλας ἐπὶ νῆας,
Verse: 51    
εἰ μὴ ἀνὴρ κατέρυκε παλαιά τε πολλά τε εἰδώς,
Verse: 52    
Νέστωρ, οὗ καὶ πρόσθεν ἀρίστη ϕαίνετο βουλή·
Verse: 53    
σϕιν ἐυϕρονέων ἀγορήσατο καὶ μετέειπεν·
Verse: 54    
'ἴσχεσθ', ᾽Αργεῖοι· μὴ ϕεύγετε, κοῦροι ᾽Αχαιῶν.
Verse: 55    
μήτηρ ἐξ ἁλὸς ἧδε σὺν ἀθανάτῃς ἁλίῃσιν
Verse: 56    
ἔρχεται, οὗ παιδὸς τεθνηότος ἀντιόωσα.'
Verse: 57    
ὣς ἔϕαθ', οἱ δ' ἔσχοντο ϕόβου μεγάθυμοι ᾽Αχαιοί.
Verse: 58    
ἀμϕὶ δέ σ' ἔστησαν κοῦραι ἁλίοιο γέροντος
Verse: 59    
οἴκτρ' ὀλοϕυρόμεναι, περὶ δ' ἄμβροτα εἵματα ἕσσαν.
Verse: 60    
Μοῦσαι δ' ἐννέα πᾶσαι ἀμειβόμεναι ὀπὶ καλῇ
Verse: 61    
θρήνεον. ἔνθά κεν οὔ τιν' ἀδάκρυτόν γ' ἐνόησας
Verse: 62    
᾽Αργείων· τοῖον γὰρ ὑπώρορε Μοῦσα λίγεια.
Verse: 63    
ἑπτὰ δὲ καὶ δέκα μέν σε ὁμῶς νύκτάς τε καὶ ἦμαρ
Verse: 64    
κλαίομεν ἀθάνατοί τε θεοὶ θνητοί τ' ἄνθρωποι·
Verse: 65    
ὀκτωκαιδεκάτῃ δ' ἔδομεν πυρί, πολλὰ δέ σ' αμϕ/ὶ
Verse: 66    
μῆλα κατεκτάνομεν μάλα πίονα καὶ ἕλικας βοῦς.
Verse: 67    
καίεο δ' ἔν τ' ἐσθῆτι θεῶν καὶ ἀλείϕατι πολλῷ
Verse: 68    
καὶ μέλιτι γλυκερῷ· πολλοὶ δ' ἥρωες ᾽Αχαιοὶ
Verse: 69    
τεύχεσιν ἐρρώσαντο πυρὴν πέρι καιομένοιο,
Verse: 70    
πεζοί θ' ἱππῆές τε· πολὺς δ' ὀρυμαγδὸς ὀρώρει.
Verse: 71    
αὐτὰρ ἐπεὶ δή σε ϕλὸξ ἤνυσεν ῾Ηϕαίστοιο,
Verse: 72    
ἠῶθεν δή τοι λέγομεν λεύκ' ὀστέ', ᾽Αχιλλεῦ,
Verse: 73    
οἴνῳ ἐν ἀκρήτῳ καὶ ἀλείϕατι. δῶκε δὲ μήτηρ
Verse: 74    
χρύσεον ἀμϕιϕορῆα· Διωνύσοιο δὲ δῶρον
Verse: 75    
ϕάσκ' ἔμεναι, ἔργον δὲ περικλυτοῦ ῾Ηϕαίστοιο.
Verse: 76    
ἐν τῷ τοι κεῖται λεύκ' ὀστέα, ϕαίδιμ' ᾽Αχιλλεῦ,
Verse: 77    
μίγδα δὲ Πατρόκλοιο Μενοιτιάδαο θανόντος,
Verse: 78    
χωρὶς δ' ᾽Αντιλόχοιο, τὸν ἔξοχα τῖες ἁπάντων
Verse: 79    
τῶν ἄλλων ἑτάρων μετὰ Πάτροκλόν γε θανόντα.
Verse: 80    
ἀμϕ' αὐτοῖσι δ' ἔπειτα μέγαν καὶ ἀμύμονα τύμβον
Verse: 81    
χεύαμεν ᾽Αργείων ἱερὸς στρατὸς αἰχμητάων
Verse: 82    
ἀκτῇ ἔπι προὐχούσῃ, ἐπὶ πλατεῖ ῾Ελλησπόντῳ,
Verse: 83    
ὥς κεν τηλεϕανὴς ἐκ ποντόϕιν ἀνδράσιν εἴη
Verse: 84    
τοῖς, οἳ νῦν γεγάασι καὶ οἳ μετόπισθεν ἔσονται.
Verse: 85    
μήτηρ δ' αἰτήσασα θεοὺς περικαλλέ' ἄεθλα
Verse: 86    
θῆκε μέσῳ ἐν ἀγῶνι ἀριστήεσσιν ᾽Αχαιῶν.
Verse: 87    
ἤδη μὲν πολέων τάϕῳ ἀνδρῶν ἀντεβόλησας
Verse: 88    
ἡρώων, ὅτε κέν ποτ' ἀποϕθιμένου βασιλῆος
Verse: 89    
ζώννυνταί τε νέοι καὶ ἐπεντύνονται ἄεθλα·
Verse: 90    
ἀλλά κε κεῖνα μάλιστα ἰδὼν θηήσαο θυμῷ,
Verse: 91    
οἷ' ἐπὶ σοὶ κατέθηκε θεὰ περικαλλέ' ἄεθλα,
Verse: 92    
ἀργυρόπεζα Θέτις: μάλα γὰρ ϕίλος ἦσθα θεοῖσιν.
Verse: 93    
ὣς σὺ μὲν οὐδὲ θανὼν ὄνομ' ὤλεσας, ἀλλά τοι αἰεὶ
Verse: 94    
πάντας ἐπ' ἀνθρώπους κλέος ἔσσεται ἐσθλόν, ᾽Αχιλλεῦ·
Verse: 95    
αὐτὰρ ἐμοὶ τί τόδ' ἦδος, ἐπεὶ πόλεμον τολύπευσα;
Verse: 96    
ἐν νόστῳ γάρ μοι Ζεὺς μήσατο λυγρὸν ὄλεθρον
Verse: 97    
Αἰγίσθου ὑπὸ χερσὶ καὶ οὐλομένης ἀλόχοιο."

Verse: 98       
ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον·
Verse: 99    
ἀγχίμολον δέ σϕ' ἦλθε διάκτορος ᾽Αργειϕόντης
Verse: 100    
ψυχὰς μνηστήρων κατάγων ᾽Οδυσῆι δαμέντων·
Verse: 101    
τὼ δ' ἄρα θαμβήσαντ' ἰθὺς κίον, ὡς ἐσιδέσθην
Verse: 102    
ἔγνω δὲ ψυχὴ ᾽Αγαμέμνονος ᾽Ατρείδαο
Verse: 103    
παῖδα ϕίλον Μελανῆος, ἀγακλυτὸν ᾽Αμϕιμέδοντα·
Verse: 104    
ξεῖνος γάρ οἱ ἔην ᾽Ιθάκῃ ἔνι οἰκία ναίων.
Verse: 105    
τὸν προτέρη ψυχὴ προσεϕώνεεν ᾽Ατρείδαο·

Verse: 106       
"᾽Αμϕίμεδον, τί παθόντες ἐρεμνὴν γαῖαν ἔδυτε
Verse: 107    
πάντες κεκριμένοι καὶ ὁμήλικες... οὐδέ κεν ἄλλως
Verse: 108    
κρινάμενος λέξαιτο κατὰ πτόλιν ἄνδρας ἀρίστους.
Verse: 109    
ὔμμ' ἐν νήεσσι Ποσειδάων ἐδάμασσεν
Verse: 110    
ὄρσας ἀργαλέους ἀνέμους καὶ κύματα μακρά,
Verse: 111    
που ἀνάρσιοι ἄνδρες ἐδηλήσαντ' ἐπὶ χέρσου
Verse: 112    
βοῦς περιταμνομένους ἠδ' οἰῶν πώεα καλά,
Verse: 113    
ἦε περὶ πτόλιος μαχεούμενοι ἠδὲ γυναικῶν;
Verse: 114    
εἰπέ μοι εἰρομένῳ· ξεῖνος δέ τοι εὔχομαι εἶναι.
Verse: 115    
οὐ μέμνῃ ὅτε κεῖσε κατήλυθον ὑμέτερον δῶ,
Verse: 116    
ὀτρυνέων ᾽Οδυσῆα σὺν ἀντιθέῳ Μενελάῳ
Verse: 117    
῎Ιλιον εἰς ἅμ' ἕπεσθαι ἐυσσέλμων ἐπὶ νηῶν;
Verse: 118    
μηνὶ δ' ἐν οὔλῳ πάντα περήσαμεν εὐρέα πόντον,
Verse: 119    
σπουδῇ παρπεπιθόντες ᾽Οδυσσῆα πτολίπορθον."

Verse: 120       
τὸν δ' αὖτε ψυχὴ προσεϕώνεεν ᾽Αμϕιμέδοντος:

Verse: 122       
"μέμνημαι τάδε πάντα, Διοτρεϕές, ὡς ἀγορεύεις:
Verse: 123    
σοὶ δ' ἐγὼ εὖ μάλα πάντα καὶ ἀτρεκέως καταλέξω,
Verse: 124    
ἡμετέρου θανάτοιο κακὸν τέλος, οἷον ἐτύχθη.
Verse: 125    
μνώμεθ' ᾽Οδυσσῆος δὴν οἰχομένοιο δάμαρτα·
Verse: 126    
δ' οὔτ' ἠρνεῖτο στυγερὸν γάμον οὔτ' ἐτελεύτα,
Verse: 127    
ἡμῖν ϕραζομένη θάνατον καὶ κῆρα μέλαιναν,
Verse: 128    
ἀλλὰ δόλον τόνδ' ἄλλον ἐνὶ ϕρεσὶ μερμήριξε·
Verse: 129    
στησαμένη μέγαν ἱστὸν ἐνὶ μεγάροισιν ὕϕαινε,
Verse: 130    
λεπτὸν καὶ περίμετρον· ἄϕαρ δ' ἡμῖν μετέειπε·
Verse: 131    
'κοῦροι, ἐμοὶ μνηστῆρες, ἐπεὶ θάνε δῖος ᾽Οδυσσεύς,
Verse: 132    
μίμνετ' ἐπειγόμενοι τὸν ἐμὸν γάμον, εἰς κε ϕᾶρος
Verse: 133    
ἐκτελέσω -- μή μοι μεταμώνια νήματ' ὄληται--
Verse: 134    
Λαέρτῃ ἥρωι ταϕήιον, εἰς ὅτε κέν μιν
Verse: 135    
μοῖρ' ὀλοὴ καθέλῃσι τανηλεγέος θανάτοιο,
Verse: 136    
μή τίς μοι κατὰ δῆμον ᾽Αχαιιάδων νεμεσήσῃ,
Verse: 137    
αἴ κεν ἄτερ σπείρου κεῖται πολλὰ κτεατίσσας.'
Verse: 138    
ὣς ἔϕαθ', ἡμῖν δ' αὖτ' ἐπεπείθετο θυμὸς ἀγήνωρ.
Verse: 139    
ἔνθα καὶ ἠματίη μὲν ὑϕαίνεσκεν μέγαν ἱστόν,
Verse: 140    
νύκτας δ' ἀλλύεσκεν, ἐπὴν δαί:δας παραθεῖτο.
Verse: 141    
ὣς τρίετες μὲν ἔληθε δόλῳ καὶ ἔπειθεν ᾽Αχαιούς:
Verse: 142    
ἀλλ' ὅτε τέτρατον ἦλθεν ἔτος καὶ ἐπήλυθον ὧραι,
Verse: 144    
καὶ τότε δή τις ἔειπε γυναικῶν, σάϕα ᾔδη,
Verse: 145    
καὶ τήν γ' ἀλλύουσαν ἐϕεύρομεν ἀγλαὸν ἱστόν.
Verse: 146    
ὣς τὸ μὲν ἐξετέλεσσε καὶ οὐκ ἐθέλουσ', ὑπ' ἀνάγκης.
Verse: 147    
εὖθ' ϕᾶρος ἔδειξεν, ὑϕήνασα μέγαν ἱστόν,
Verse: 148    
πλύνασ', ἠελίῳ ἐναλίγκιον ἠὲ σελήνῃ,
Verse: 149    
καὶ τότε δή ' ᾽Οδυσῆα κακός ποθεν ἤγαγε δαίμων
Verse: 150    
ἀγροῦ ἐπ' ἐσχατιήν, ὅθι δώματα ναῖε συβώτης.
Verse: 151    
ἔνθ' ἦλθεν ϕίλος υἱὸς ᾽Οδυσσῆος θείοιο
Verse: 152    
ἐκ Πύλου ἠμαθόεντος ἰὼν σὺν νηὶ μελαίνῃ·
Verse: 153    
τὼ δὲ μνηστῆρσιν θάνατον κακὸν ἀρτύναντε
Verse: 154    
ἵκοντο προτὶ ἄστυ περικλυτόν, ἤτοι ᾽Οδυσσεὺς
Verse: 155    
ὕστερος, αὐτὰρ Τηλέμαχος πρόσθ' ἡγεμόνευε.
Verse: 156    
τὸν δὲ συβώτης ἦγε κακὰ χροὶ: εἵματ' ἔχοντα,
Verse: 157    
πτωχῷ λευγαλέῳ ἐναλίγκιον ἠδὲ γέροντι
Verse: 158    
σκηπτόμενον· τὰ δὲ λυγρὰ περὶ χροὶ: εἵματα ἕστο·
Verse: 159    
οὐδέ τις ἡμείων δύνατο γνῶναι τὸν ἐόντα
Verse: 160    
ἐξαπίνης προϕανέντ', οὐδ' οἳ προγενέστεροι ἦσαν,
Verse: 161    
ἀλλ' ἔπεσίν τε κακοῖσιν ἐνίσσομεν ἠδὲ βολῇσιν.
Verse: 162    
αὐτὰρ τέως μὲν ἐτόλμα ἐνὶ μεγάροισιν ἑοῖσι
Verse: 163    
βαλλόμενος καὶ ἐνισσόμενος τετληότι θυμῷ·
Verse: 164    
ἀλλ' ὅτε δή μιν ἔγειρε Διὸς νόος αἰγιόχοιο,
Verse: 165    
σὺν μὲν Τηλεμάχῳ περικαλλέα τεύχε' ἀείρας
Verse: 166    
ἐς θάλαμον κατέθηκε καὶ ἐκλήισσεν ὀχῆας,
Verse: 167    
αὐτὰρ ἣν ἄλοχον πολυκερδίῃσιν ἄνωγε
Verse: 168    
τόξον μνηστήρεσσι θέμεν πολιόν τε σίδηρον,
Verse: 169    
ἡμῖν αἰνομόροισιν ἀέθλια καὶ ϕόνου ἀρχήν.
Verse: 170    
οὐδέ τις ἡμείων δύνατο κρατεροῖο βιοῖο
Verse: 171    
νευρὴν ἐντανύσαι, πολλὸν δ' ἐπιδευέες ἦμεν.
Verse: 172    
ἀλλ' ὅτε χεῖρας ἵκανεν ᾽Οδυσσῆος μέγα τόξον,
Verse: 173    
ἔνθ' ἡμεῖς μὲν πάντες ὁμοκλέομεν ἐπέεσσι
Verse: 174    
τόξον μὴ δόμεναι, μηδ' εἰ μάλα πόλλ' ἀγορεύοι·
Verse: 175    
Τηλέμαχος δέ μιν οἶος ἐποτρύνων ἐκέλευσεν.
Verse: 176    
αὐτὰρ δέξατο χειρὶ πολύτλας δῖος ᾽Οδυσσεύς,
Verse: 177    
ῥηιδίως δ' ἐτάνυσσε βιόν, διὰ δ' ἧκε σιδήρου·
Verse: 178    
στῆ δ' ἄρ' ἐπ' οὐδὸν ἰών, ταχέας δ' ἐκχεύατ' ὀιστοὺς
Verse: 179    
δεινὸν παπταίνων, βάλε δ' ᾽Αντίνοον βασιλῆα.
Verse: 180    
αὐτὰρ ἔπειτ' ἄλλοις ἐϕίει βέλεα στονόεντα
Verse: 181    
ἄντα τιτυσκόμενος: τοὶ δ' ἀγχιστῖνοι ἔπιπτον.
Verse: 182    
γνωτὸν δ' ἦν ῥά τίς σϕι θεῶν ἐπιτάρροθος ἦεν·
Verse: 183    
αὐτίκα γὰρ κατὰ δώματ' ἐπισπόμενοι μένειὴ σϕῷ
Verse: 184    
κτεῖνον ἐπιστροϕάδην, τῶν δὲ στόνος ὤρνυτ' ἀεικὴς
Verse: 185    
κράτων τυπτομένων, δάπεδον δ' ἅπαν αἵματι θῦεν.
Verse: 186    
ὣς ἡμεῖς, ᾽Αγάμεμνον, ἀπωλόμεθ', ὧν ἔτι καὶ νῦν
Verse: 187    
σώματ' ἀκηδέα κεῖται ἐνὶ μεγάροις ᾽Οδυσῆος:
Verse: 188    
οὐ γάρ πω ἴσασι ϕίλοι κατὰ δώμαθ' ἑκάστου,
Verse: 189    
οἵ κ' ἀπονίψαντες μέλανα βρότον ἐξ ὠτειλέων
Verse: 190    
κατθέμενοι γοάοιεν· γὰρ γέρας ἐστὶ θανόντων."

Verse: 191       
τὸν δ' αὖτε ψυχὴ προσεϕώνεεν ᾽Ατρείδαο·

Verse: 192       
"ὄλβιε Λαέρταο πάι, πολυμήχαν' ᾽Οδυσσεῦ,
Verse: 193    
ἄρα σὺν μεγάλῃ ἀρετῇ ἐκτήσω ἄκοιτιν·
Verse: 194    
ὡς ἀγαθαὶ ϕρένες ἦσαν ἀμύμονι Πηνελοπείῃ,
Verse: 195    
κούρῃ ᾽Ικαρίου, ὡς εὖ μέμνητ' ᾽Οδυσῆος,
Verse: 196    
ἀνδρὸς κουριδίου. τώ οἱ κλέος οὔ ποτ' ὀλεῖται
Verse: 197    
ἧς ἀρετῆς, τεύξουσι δ' ἐπιχθονίοισιν ἀοιδὴν
Verse: 198    
ἀθάνατοι χαρίεσσαν ἐχέϕρονι Πηνελοπείῃ,
Verse: 199    
οὐχ ὡς Τυνδαρέου κούρη κακὰ μήσατο ἔργα,
Verse: 200    
κουρίδιον κτείνασα πόσιν, στυγερὴ δέ τ' ἀοιδὴ
Verse: 201    
ἔσσετ' ἐπ' ἀνθρώπους, χαλεπὴν δέ τε ϕῆμιν ὀπάσσει
Verse: 202    
θηλυτέρῃσι γυναιξί, καὶ κ' εὐεργὸς ἔῃσιν."

Verse: 203       
ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,
Verse: 204    
ἑστεῶτ' εἰν ᾽Αίδαο δόμοις, ὑπὸ κεύθεσι γαίης:
Verse: 205    
οἱ δ' ἐπεὶ ἐκ πόλιος κατέβαν, τάχα δ' ἀγρὸν ἵκοντο
Verse: 206    
καλὸν Λαέρταο τετυγμένον, ὅν ῥά ποτ' αὐτὸς
Verse: 207    
Λαέρτης κτεάτισσεν, ἐπεὶ μάλα πόλλ' ἐμόγησεν.
Verse: 208    
ἔνθά οἱ οἶκος ἔην, περὶ δὲ κλίσιον θέε πάντῃ,
Verse: 209    
ἐν τῷ σιτέσκοντο καὶ ἵζανον ἠδὲ ἴαυον
Verse: 210    
δμῶες ἀναγκαῖοι, τοί οἱ ϕίλα ἐργάζοντο.
Verse: 211    
ἐν δὲ γυνὴ Σικελὴ γρηὺ:ς πέλεν, ῥα γέροντα
Verse: 212    
ἐνδυκέως κομέεσκεν ἐπ' ἀγρου,῍ νόσϕι πόληος.
Verse: 213    
ἔνθ' ᾽Οδυσεὺς δμώεσσι καὶ υἱέι μῦθον ἔειπεν·

Verse: 214       
"ὑμεῖς μὲν νῦν ἔλθετ' ἐυκτίμενον δόμον εἴσω,
Verse: 215    
δεῖπνον δ' αἶψα συῶν ἱερεύσατε ὅς τις ἄριστος:
Verse: 216    
αὐτὰρ ἐγὼ πατρὸς πειρήσομαι ἡμετέροιο,
Verse: 217    
αἴ κέ μ' ἐπιγνώῃ καὶ ϕράσσεται ὀϕθαλμοῖσιν,
Verse: 218    
ἠέ κεν ἀγνοιῇσι πολὺν χρόνον ἀμϕὶς ἐόντα."

Verse: 219       
ὣς εἰπὼν δμώεσσιν ᾽Αρήια τεύχε' ἔδωκεν.
Verse: 220    
οἱ μὲν ἔπειτα δόμον δὲ θοῶς κίον, αὐτὰρ ᾽Οδυσσεὺς
Verse: 221    
ἄσσον ἴεν πολυκάρπου ἀλωῆς πειρητίζων.
Verse: 222    
οὐ δ' εὗρεν Δολίον, μέγαν ὄρχατον ἐσκαταβαίνων,
Verse: 223    
οὐδέ τινα δμώων οὐδ' υἱῶν· ἀλλ' ἄρα τοί γε
Verse: 224    
αἱμασιὰς λέξοντες ἀλωῆς ἔμμεναι ἕρκος
Verse: 225    
ᾤχοντ', αὐτὰρ τοῖσι γέρων ὁδὸν ἡγεμόνευε.
Verse: 226    
τὸν δ' οἶον πατέρ' εὗρεν ἐυκτιμένῃ ἐν ἀλωῇ,
Verse: 227    
λιστρεύοντα ϕυτόν· ῥυπόωντα δὲ ἕστο χιτῶνα,
Verse: 228    
ῥαπτὸν, ἀεικέλιον, περὶ δὲ κνήμῃσι βοείας
Verse: 229    
κνημῖδας ῥαπτὰς δέδετο, γραπτῦς ἀλεείνων,
Verse: 230    
χειρῖδάς τ' ἐπὶ χερσὶ βάτων ἕνεκαὐτὰρ ὕπερθεν
Verse: 231    
αἰγείην κυνέην κεϕαλῇ ἔχε, πένθος ἀέξων.
Verse: 232    
τὸν δ' ὡς οὖν ἐνόησε πολύτλας δῖος ᾽Οδυσσεὺς
Verse: 233    
γήραιὴ τειρόμενον, μέγα δὲ ϕρεσὶ πένθος ἔχοντα,
Verse: 234    
στὰς ἄρ' ὑπὸ βλωθρὴν ὄγχνην κατὰ δάκρυον εἶβε.
Verse: 235    
μερμήριξε δ' ἔπειτα κατὰ ϕρένα καὶ κατὰ θυμὸν
Verse: 236    
κύσσαι καὶ περιϕῦναι ἑὸν πατέρ' ἠδὲ ἕκαστα
Verse: 237    
εἰπεῖν, ὡς ἔλθοι καὶ ἵκοιτ' ἐς πατρίδα γαῖαν,
Verse: 238    
πρῶτ' ἐξερέοιτο ἕκαστά τε πειρήσαιτο.
Verse: 239    
ὧδε δέ οἱ ϕρονέοντι δοάσσατο κέρδιον εἶναι,
Verse: 240    
πρῶτον κερτομίοις ἐπέεσσιν πειρηθῆναι.
Verse: 241    
τὰ ϕρονέων ἰθὺς κίεν αὐτοῦ δῖος ᾽Οδυσσεύς.
Verse: 242    
ἤτοι μὲν κατέχων κεϕαλὴν ϕυτὸν ἀμϕελάχαινε·
Verse: 243    
τὸν δὲ παριστάμενος προσεϕώνεε ϕαίδιμος υἱός:

Verse: 244       
"ὦ γέρον, οὐκ ἀδαημονίη σ' ἔχει ἀμϕιπολεύειν
Verse: 245    
ὄρχατον, ἀλλ' εὖ τοι κομιδὴ ἔχει, οὐδέ τι πάμπαν,
Verse: 246    
οὐ ϕυτόν, οὐ συκῆ, οὐκ ἄμπελος, οὐ μὲν ἐλαίη,
Verse: 247    
οὐκ ὄγχνη, οὐ πρασιή τοι ἄνευ κομιδῆς κατὰ κῆπον.
Verse: 248    
ἄλλο δέ τοι ἐρέω, σὺ δὲ μὴ χόλον ἔνθεο θυμῷ·
Verse: 249    
αὐτόν σ' οὐκ ἀγαθὴ κομιδὴ ἔχει, ἀλλ' ἅμα γῆρας
Verse: 250    
λυγρὸν ἔχεις αὐχμεῖς τε κακῶς καὶ ἀεικέα ἕσσαι.
Verse: 251    
οὐ μὲν ἀεργίης γε ἄναξ ἕνεκ' οὔ σε κομίζει,
Verse: 252    
οὐδέ τί τοι δούλειον ἐπιπρέπει εἰσοράασθαι
Verse: 253    
εἶδος καὶ μέγεθος: βασιλῆι γὰρ ἀνδρὶ ἔοικας.
Verse: 254    
τοιούτῳ δὲ ἔοικας, ἐπεὶ λούσαιτο ϕάγοι τε,
Verse: 255    
εὑδέμεναι μαλακῶς: γὰρ δίκη ἐστὶ γερόντων.
Verse: 256    
ἀλλ' ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον·
Verse: 257    
τεῦ δμώς εἰς ἀνδρῶν; τεῦ δ' ὄρχατον ἀμϕιπολεύεις...
Verse: 258    
καί μοι τοῦτ' ἀγόρευσον ἐτήτυμον, ὄϕρ' ἔυ εἰδῶ,
Verse: 259    
εἰ ἐτεόν γ' ᾽Ιθάκην τήνδ' ἱκόμεθ', ὥς μοι ἔειπεν
Verse: 260    
οὗτος ἀνὴρ νῦν δὴ ξυμβλήμενος ἐνθάδ' ἰόντι,
Verse: 261    
οὔ τι μάλ' ἀρτίϕρων, ἐπεὶ οὐ τόλμησεν ἕκαστα
Verse: 262    
εἰπεῖν ἠδ' ἐπακοῦσαι ἐμὸν ἔπος, ὡς ἐρέεινον
Verse: 263    
ἀμϕὶ ξείνῳ ἐμῷ, που ζώει τε καὶ ἔστιν,
Verse: 264    
ἤδη τέθνηκε καὶ εἰν ᾽Αίδαο δόμοισιν.
Verse: 265    
ἐκ γάρ τοι ἐρέω, σὺ δὲ σύνθεο καί μευ ἄκουσον·
Verse: 266    
ἄνδρά ποτε ξείνισσα ϕίλῃ ἐν πατρίδι γαίῃ
Verse: 267    
ἡμέτερον δ' ἐλθόντα, καὶ οὔ πώ τις βροτὸς ἄλλος
Verse: 268    
ξείνων τηλεδαπῶν ϕιλίων ἐμὸν ἵκετο δῶμα·
Verse: 269    
εὔχετο δ' ἐξ ᾽Ιθάκης γένος ἔμμεναι, αὐτὰρ ἔϕασκε
Verse: 270    
Λαέρτην ᾽Αρκεισιάδην πατέρ' ἔμμεναι αὐτῷ.
Verse: 271    
τὸν μὲν ἐγὼ πρὸς δώματ' ἄγων ἔυ ἐξείνισσα,
Verse: 272    
ἐνδυκέως ϕιλέων, πολλῶν κατὰ οἶκον ἐόντων,
Verse: 273    
καί οἱ δῶρα πόρον ξεινήια, οἷα ἐῴκει.
Verse: 274    
χρυσοῦ μέν οἱ δῶκ' εὐεργέος ἑπτὰ τάλαντα,
Verse: 275    
δῶκα δέ οἱ κρητῆρα πανάργυρον, ἀνθεμόεντα,
Verse: 276    
δώδεκα δ' ἁπλοί:δας χλαίνας, τόσσους δὲ τάπητας,
Verse: 277    
τόσσα δὲ ϕάρεα καλά, τόσους δ' ἐπὶ τοῖσι χιτῶνας,
Verse: 278    
χωρὶς δ' αὖτε γυναῖκας ἀμύμονα ἔργ' εἰδυίας
Verse: 279    
τέσσαρας, εἰδαλίμας, ἃς ἤθελεν αὐτὸς ἑλέσθαι."

Verse: 280       
τὸν δ' ἠμείβετ' ἔπειτα πατὴρ κατὰ δάκρυον εἴβων·

Verse: 281       
"ξεῖν', ἤτοι μὲν γαῖαν ἱκάνεις, ἣν ἐρεείνεις,
Verse: 282    
ὑβρισταὶ δ' αὐτὴν καὶ ἀτάσθαλοι ἄνδρες ἔχουσι.
Verse: 283    
δῶρα δ' ἐτώσια ταῦτα χαρίζεο, μυρί' ὀπάζων·
Verse: 284    
εἰ γάρ μιν ζωόν γε κίχεις ᾽Ιθάκης ἐνὶ δήμῳ,
Verse: 285    
τῶ κέν σ' εὖ δώροισιν ἀμειψάμενος ἀπέπεμψε
Verse: 286    
καὶ ξενίῃ ἀγαθῇ· γὰρ θέμις, ὅς τις ὑπάρξῃ.
Verse: 287    
ἀλλ' ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον·
Verse: 288    
πόστον δὴ ἔτος ἐστίν, ὅτε ξείνισσας ἐκεῖνον
Verse: 289    
σὸν ξεῖνον δύστηνον, ἐμὸν παῖδ', εἴ ποτ' ἔην γε,
Verse: 290    
δύσμορον; ὅν που τῆλε ϕίλων καὶ πατρίδος αἴης
Verse: 291    
ἠέ που ἐν πόντῳ ϕάγον ἰχθύες, ἐπὶ χέρσου
Verse: 292    
θηρσὶ καὶ οἰωνοῖσιν ἕλωρ γένετοὐδέ μήτηρ
Verse: 293    
κλαῦσε περιστείλασα πατήρ θ', οἵ μιν τεκόμεσθα·
Verse: 294    
οὐδ' ἄλοχος πολύδωρος, ἐχέϕρων Πηνελόπεια,
Verse: 295    
κώκυσ' ἐν λεχέεσσιν ἑὸν πόσιν, ὡς ἐπεῴκει,
Verse: 296    
ὀϕθαλμοὺς καθελοῦσα· τὸ γὰρ γέρας ἐστὶ θανόντων.
Verse: 297    
καί μοι τοῦτ' ἀγόρευσον ἐτήτυμον, ὄϕρ' ἔυ εἰδῶ·
Verse: 298    
τίς, πόθεν εἰς ἀνδρῶν; πόθι τοι πόλις ἠδὲ τοκῆες...
Verse: 299    
ποῦ δαὶ νηῦς ἕστηκε θοή, σ' ἤγαγε δεῦρο
Verse: 300    
ἀντιθέους θ' ἑτάρους... ἔμπορος εἰλήλουθας
Verse: 301    
νηὸς ἐπ' ἀλλοτρίης, οἱ δ' ἐκβήσαντες ἔβησαν;"

Verse: 302       
τὸν δ' ἀπαμειβόμενος προσέϕη πολύμητις ᾽Οδυσσεύς:

Verse: 303       
"τοὶ γὰρ ἐγώ τοι πάντα μάλ' ἀτρεκέως καταλέξω.
Verse: 304    
εἰμὶ μὲν ἐξ ᾽Αλύβαντος, ὅθι κλυτὰ δώματα ναίω,
Verse: 305    
υἱὸς ᾽Αϕείδαντος Πολυπημονίδαο ἄνακτος:
Verse: 306    
αὐτὰρ ἔμοιγ' ὄνομ' ἐστὶν ᾽Επήριτος: ἀλλά με δαίμων
Verse: 307    
πλάγξ' ἀπὸ Σικανίης δεῦρ' ἐλθέμεν οὐκ ἐθέλοντα·
Verse: 308    
νηῦς δέ μοι ἧδ' ἕστηκεν ἐπ' ἀγροῦ νόσϕι πόληος.
Verse: 309    
αὐτὰρ ᾽Οδυσσῆι τόδε δὴ πέμπτον ἔτος ἐστίν,
Verse: 310    
ἐξ οὗ κεῖθεν ἔβη καὶ ἐμῆς ἀπελήλυθε πάτρης,
Verse: 311    
δύσμορος: τέ οἱ ἐσθλοὶ ἔσαν ὄρνιθες ἰόντι,
Verse: 312    
δεξιοί, οἷς χαίρων μὲν ἐγὼν ἀπέπεμπον ἐκεῖνον,
Verse: 313    
χαῖρε δὲ κεῖνος ἰών· θυμὸς δ' ἔτι νῶιν ἐώλπει
Verse: 314    
μίξεσθαι ξενίῃ ἠδ' ἀγλαὰ δῶρα διδώσειν."

Verse: 315       
ὣς ϕάτο, τὸν δ' ἄχεος νεϕέλη ἐκάλυψε μέλαινα·
Verse: 316    
ἀμϕοτέρῃσι δὲ χερσὶν ἑλὼν κόνιν αἰθαλόεσσαν
Verse: 317    
χεύατο κὰκ κεϕαλῆς πολιῆς, ἁδινὰ στεναχίζων.
Verse: 318    
τοῦ δ' ὠρίνετο θυμός, ἀνὰ ῥῖνας δέ οἱ ἤδη
Verse: 319    
δριμὺ μένος προύτυψε ϕίλον πατέρ' εἰσορόωντι.
Verse: 320    
κύσσε δέ μιν περιϕὺς ἐπιάλμενος ἠδὲ προσηύδα·

Verse: 321       
"κεῖνος μέν τοι ὅδ' αὐτὸς ἐγώ, πάτερ, ὃν σὺ μεταλλᾷς,
Verse: 322    
ἤλυθον εἰκοστῷ ἔτειὴ ἐς πατρίδα γαῖαν.
Verse: 323    
ἀλλ' ἴσχεο κλαυθμοῖο γόοιό τε δακρυόεντος.
Verse: 324    
ἐκ γάρ τοι ἐρέω· μάλα δὲ χρὴ σπευδέμεν ἔμπης:
Verse: 325    
μνηστῆρας κατέπεϕνον ἐν ἡμετέροισι δόμοισι,
Verse: 326    
λώβην τινύμενος θυμαλγέα καὶ κακὰ ἔργα."

Verse: 327       
τὸν δ' αὖ Λαέρτης ἀπαμείβετο ϕώνησέν τε·

Verse: 328       
"εἰ μὲν δὴ ᾽Οδυσεύς γε, ἐμὸς παῖς, ἐνθάδ' ἱκάνεις,
Verse: 329    
σῆμ δ' v τί μοι νῦν εἰπὲ ἀριϕραδές, ὄϕρα πεποίθω."

Verse: 330       
τὸν δ' ἀπαμειβόμενος προσέϕη πολύμητις ᾽Οδυσσεύς:

Verse: 331       
"οὐλὴν μὲν πρῶτον τῆνδε ϕράσαι ὀϕθαλμοῖσι,
Verse: 332    
τὴν ἐν Παρνησῷ μ' ἔλασεν σῦς λευκῷ ὀδόντι
Verse: 333    
οἰχόμενον· σὺ δέ με προί:εις καὶ πότνια μήτηρ
Verse: 334    
ἐς πατέρ' Αὐτόλυκον μητρὸς ϕίλον, ὄϕρ' ἀνελοίμην
Verse: 335    
δῶρα, τὰ δεῦρο μολών μοι ὑπέσχετο καὶ κατένευσεν.
Verse: 336    
εἰ δ' ἄγε τοι καὶ δένδρε' ἐυκτιμένην κατ' ἀλωὴν
Verse: 337    
εἴπω, μοί ποτ' ἔδωκας, ἐγὼ δ' ᾔτεόν σε ἕκαστα
Verse: 338    
παιδνὸς ἐών, κατὰ κῆπον ἐπισπόμενος: διὰ δ' αὐτῶν
Verse: 339    
ἱκνεύμεσθα, σὺ δ' ὠνόμασας καὶ ἔειπες ἕκαστα.
Verse: 340    
ὄγχνας μοι δῶκας τρεισκαίδεκα καὶ δέκα μηλέας,
Verse: 341    
συκέας τεσσαράκοντὄρχους δέ μοι ὧδ' ὀνόμηνας
Verse: 342    
δώσειν πεντήκοντα, διατρύγιος δὲ ἕκαστος
Verse: 343    
ἤην· ἔνθα δ' ἀνὰ σταϕυλαὶ παντοῖαι ἔασιν,
Verse: 344    
ὁππότε δὴ Διὸς ὧραι ἐπιβρίσειαν ὕπερθεν."

Verse: 345       
ὣς ϕάτο, τοῦ δ' αὐτοῦ λύτο γούνατα καὶ ϕίλον ἦτορ,
Verse: 346    
σήματ' ἀναγνόντος, τά οἱ ἔμπεδα πέϕραδ' ᾽Οδυσσεύς.
Verse: 347    
ἀμϕὶ δὲ παιδὶ ϕίλῳ βάλε πήχεε· τὸν δὲ ποτὶ οἷ
Verse: 348    
εἷλεν ἀποψύχοντα πολύτλας δῖος ᾽Οδυσσεύς.
Verse: 349    
αὐτὰρ ἐπεί ' ἔμπνυτο καὶ ἐς ϕρένα θυμὸς ἀγέρθη,
Verse: 350    
ἐξαῦτις μύθοισιν ἀμειβόμενος προσέειπε·

Verse: 351       
"Ζεῦ πάτερ, ῥα ἔτ' ἐστὲ θεοὶ κατὰ μακρὸν ῎Ολυμπον,
Verse: 352    
εἰ ἐτεὸν μνηστῆρες ἀτάσθαλον ὕβριν ἔτισαν.
Verse: 353    
νῦν δ' αἰνῶς δείδοικα κατὰ ϕρένα, μὴ τάχα πάντες
Verse: 354    
ἐνθάδ' ἐπέλθωσιν ᾽Ιθακήσιοι, ἀγγελίας δὲ
Verse: 355    
πάντῃ ἐποτρύνωσι Κεϕαλλήνων πολίεσσι."

Verse: 356       
τὸν δ' ἀπαμειβόμενος προσέϕη πολύμητις ᾽Οδυσσεύς:

Verse: 357       
"θάρσει· μή τοι ταῦτα μετὰ ϕρεσὶ σῇσι μελόντων.
Verse: 358    
ἀλλ' ἴομεν προτὶ οἶκον, ὃς ὀρχάτου ἐγγύθι κεῖται·
Verse: 359    
ἔνθα δὲ Τηλέμαχον καὶ βουκόλον ἠδὲ συβώτην
Verse: 360    
προύπεμψ', ὡς ἂν δεῖπνον ἐϕοπλίσσωσι τάχιστα."

Verse: 361       
ὣς ἄρα ϕωνήσαντε βάτην πρὸς δώματα καλά.
Verse: 362    
οἱ δ' ὅτε δή ' ἵκοντο δόμους εὐναιετάοντας,
Verse: 363    
εὗρον Τηλέμαχον καὶ βουκόλον ἠδὲ συβώτην
Verse: 364    
ταμνομένους κρέα πολλὰ κερῶντάς τ' αἴθοπα οἶνον.

Verse: 365       
τόϕρα δὲ Λαέρτην μεγαλήτορα ἐνὶ οἴκῳ
Verse: 366    
ἀμϕίπολος Σικελὴ λοῦσεν καὶ χρῖσεν ἐλαίῳ,
Verse: 367    
ἀμϕὶ δ' ἄρα χλαῖναν καλὴν βάλεν· αὐτὰρ ᾽Αθήνη
Verse: 368    
ἄγχι παρισταμένη μέλε' ἤλδανε ποιμένι λαῶν,
Verse: 369    
μείζονα δ' ἠὲ πάρος καὶ πάσσονα θῆκεν ἰδέσθαι.
Verse: 370    
ἐκ δ' ἀσαμίνθου βῆ· θαύμαζε δέ μιν ϕίλος υἱός,
Verse: 371    
ὡς ἴδεν ἀθανάτοισι θεοῖς ἐναλίγκιον ἄντην·
Verse: 372    
καί μιν ϕωνήσας ἔπεα πτερόεντα προσηύδα·

Verse: 373       
"ὦ πάτερ, μάλα τίς σε θεῶν αἰειγενετάων
Verse: 374    
εἶδός τε μέγεθός τε ἀμείνονα θῆκεν ἰδέσθαι."

Verse: 375       
τὸν δ' αὖ Λαέρτης πεπνυμένος ἀντίον ηὔδα·

Verse: 376       
"αἲ γάρ, Ζεῦ τε πάτερ καὶ ᾽Αθηναίη καὶ ῎Απολλον,
Verse: 377    
οἷος Νήρικον εἷλον, ἐυκτίμενον πτολίεθρον,
Verse: 378    
ἀκτὴν ἠπείροιο, Κεϕαλλήνεσσιν ἀνάσσων,
Verse: 379    
τοῖος ἐών τοι χθιζὸς ἐν ἡμετέροισι δόμοισι,
Verse: 380    
τεύχε' ἔχων ὤμοισιν, ἐϕεστάμεναι καὶ ἀμύνειν
Verse: 381    
ἄνδρας μνηστῆρας: τῶ κέ σϕεων γούνατ' ἔλυσα
Verse: 382    
πολλῶν ἐν μεγάροισι, σὺ δὲ ϕρένας ἔνδον ἐγήθεις."

Verse: 383       
ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον.
Verse: 384    
οἱ δ' ἐπεὶ οὖν παύσαντο πόνου τετύκοντό τε δαῖτα,
Verse: 385    
ἑξείης ἕζοντο κατὰ κλισμούς τε θρόνους τε.
Verse: 386    
ἔνθ' οἱ μὲν δείπνῳ ἐπεχείρεον· ἀγχίμολον δὲ
Verse: 387    
ἦλθ' γέρων Δολίος, σὺν δ' υἱεῖς τοῖο γέροντος,
Verse: 388    
ἐξ ἔργων μογέοντες, ἐπεὶ προμολοῦσα κάλεσσε
Verse: 389    
μήτηρ, γρηῦς Σικελή, σϕεας τρέϕε καί ῥα γέροντα
Verse: 390    
ἐνδυκέως κομέεσκεν, ἐπεὶ κατὰ γῆρας ἔμαρψεν.
Verse: 391    
οἱ δ' ὡς οὖν ᾽Οδυσῆα ἴδον ϕράσσαντό τε θυμῷ,
Verse: 392    
ἔσταν ἐνὶ μεγάροισι τεθηπότες: αὐτὰρ ᾽Οδυσσεὺς
Verse: 393    
μειλιχίοις ἐπέεσσι καθαπτόμενος προσέειπεν·

Verse: 394       
"ὦ γέρον, ἷἡζ' ἐπὶ δεῖπνον, ἀπεκλελάθεσθε δὲ θάμβευς:
Verse: 395    
δηρὸν γὰρ σίτῳ ἐπιχειρήσειν μεμαῶτες
Verse: 396    
μίμνομεν ἐν μεγάροις, ὑμέας ποτιδέγμενοι αἰεί."

Verse: 397       
ὣς ἄρ' ἔϕη, Δολίος δ' ἰθὺς κίε χεῖρε πετάσσας
Verse: 398    
ἀμϕοτέρας, ᾽Οδυσεῦς δὲ λαβὼν κύσε χεῖρ' ἐπὶ καρπω,῍/
Verse: 399    
καί μιν ϕωνήσας ἔπεα πτερόεντα προσηύδα·

Verse: 400       
"ὦ ϕίλ', ἐπεὶ νόστησας ἐελδομένοισι μάλ' ἡμῖν
Verse: 401    
οὐδ' ἔτ' ὀιομένοισι, θεοὶ δέ σε ἤγαγον αὐτοί,
Verse: 402    
οὖλέ τε καὶ μέγα χαῖρε, θεοὶ δέ τοι ὄλβια δοῖεν.
Verse: 403    
καί μοι τοῦτ' ἀγόρευσον ἐτήτυμον, ὄϕρ' ἔυ εἰδῶ,
Verse: 404    
ἤδη σάϕα οἶδε περίϕρων Πηνελόπεια
Verse: 405    
νοστήσαντά σε δεῦρ', ἄγγελον ὀτρύνωμεν."

Verse: 406       
τὸν δ' ἀπαμειβόμενος προσέϕη πολύμητις ᾽Οδυσσεύς:

Verse: 407       
"ὦ γέρον, ἤδη οἶδε· τί σε χρὴ ταῦτα πένεσθαι;"

Verse: 408       
ὣς ϕάθ', δ' αὖτις ἄρ' ἕζετ' ἐυξέστου ἐπὶ δίϕρου.
Verse: 409    
ὣς δ' αὔτως παῖδες Δολίου κλυτὸν ἀμϕ' ᾽Οδυσῆα
Verse: 410    
δεικανόωντ' ἐπέεσσι καὶ ἐν χείρεσσι ϕύοντο,
Verse: 411    
ἑξείης δ' ἕζοντο παραὶ Δολίον, πατέρα σϕόν.

Verse: 412       
ὣς οἱ μὲν περὶ δεῖπνον ἐνὶ μεγάροισι πένοντο·
Verse: 413    
ὄσσα δ' ἄρ' ἄγγελος ὦκα κατὰ πτόλιν ᾤχετο πάντῃ,
Verse: 414    
μνηστήρων στυγερὸν θάνατον καὶ κῆρ' ἐνέπουσα.
Verse: 415    
οἱ δ' ἄρ' ὁμῶς ἀί:οντες ἐϕοίτων ἄλλοθεν ἄλλος
Verse: 416    
μυχμῷ τε στοναχῇ τε δόμων προπάροιθ' ᾽Οδυσῆος,
Verse: 417    
ἐκ δὲ νέκυς οἴκων ϕόρεον καὶ θάπτον ἕκαστοι,
Verse: 418    
τοὺς δ' ἐξ ἀλλάων πολίων οἶκον δὲ ἕκαστον
Verse: 419    
πέμπον ἄγειν ἁλιεῦσι θοῇς ἐπὶ νηυσὶ τιθέντες:
Verse: 420    
αὐτοὶ δ' εἰς ἀγορὴν κίον ἁθρόοι, ἀχνύμενοι κῆρ.
Verse: 421    
αὐτὰρ ἐπεί ' ἤγερθεν ὁμηγερέες τε γένοντο,
Verse: 422    
τοῖσιν δ' Εὐπείθης ἀνά θ' ἵστατο καὶ μετέειπε·
Verse: 423    
παιδὸς γάρ οἱ ἄλαστον ἐνὶ ϕρεσὶ πένθος ἔκειτο,
Verse: 424    
᾽Αντινόου, τὸν πρῶτον ἐνήρατο δῖος ᾽Οδυσσεύς:
Verse: 425    
τοῦ γε δάκρυ χέων ἀγορήσατο καὶ μετέειπεν·

Verse: 426       
"ὦ ϕίλοι, μέγα ἔργον ἀνὴρ ὅδε μήσατ' ᾽Αχαιούς:
Verse: 427    
τοὺς μὲν σὺν νήεσσιν ἄγων πολέας τε καὶ ἐσθλοὺς
Verse: 428    
ὤλεσε μὲν νῆας γλαϕυράς, ἀπὸ δ' ὤλεσε λαούς,
Verse: 429    
τοὺς δ' ἐλθὼν ἔκτεινε Κεϕαλλήνων ὄχ' ἀρίστους.
Verse: 430    
ἀλλ' ἄγετε, πρὶν τοῦτον ἐς Πύλον ὦκα ἱκέσθαι
Verse: 431    
καὶ ἐς ῎Ηλιδα δῖαν, ὅθι κρατέουσιν ᾽Επειοί,
Verse: 432    
ἴομεν· καὶ ἔπειτα κατηϕέες ἐσσόμεθ' αἰεί·
Verse: 433    
λώβη γὰρ τάδε γ' ἐστὶ καὶ ἐσσομένοισι πυθέσθαι,
Verse: 434    
εἰ δὴ μὴ παίδων τε κασιγνήτων τε ϕονῆας
Verse: 435    
τισόμεθ'. οὐκ ἂν ἔμοιγε μετὰ ϕρεσὶν ἡδὺ γένοιτο
Verse: 436    
ζωέμεν, ἀλλὰ τάχιστα θανὼν ϕθιμένοισι μετείην.
Verse: 437    
ἀλλ' ἴομεν, μὴ ϕθέωσι περαιωθέντες ἐκεῖνοι."

Verse: 438       
ὣς ϕάτο δάκρυ χέων, οἶκτος δ' ἕλε πάντας ᾽Αχαιούς.
Verse: 439    
ἀγχίμολον δέ σϕ' ἦλθε Μέδων καὶ θεῖος ἀοιδὸς
Verse: 440    
ἐκ μεγάρων ᾽Οδυσῆος, ἐπεί σϕεας ὕπνος ἀνῆκεν,
Verse: 441    
ἔσταν δ' ἐν μέσσοισι· τάϕος δ' ἕλεν ἄνδρα ἕκαστον.
Verse: 442    
τοῖσι δὲ καὶ μετέειπε Μέδων πεπνυμένα εἰδώς:

Verse: 443       
"κέκλυτε δὴ νῦν μευ, ᾽Ιθακήσιοι· οὐ γὰρ ᾽Οδυσσεὺς
Verse: 444    
ἀθανάτων ἀέκητι θεῶν τάδε μήσατο ἔργα·
Verse: 445    
αὐτὸς ἐγὼν εἶδον θεὸν ἄμβροτον, ὅς ' ᾽Οδυσῆι
Verse: 446    
ἐγγύθεν ἑστήκει καὶ Μέντορι πάντα ἐῴκει.
Verse: 447    
ἀθάνατος δὲ θεὸς τοτὲ μὲν προπάροιθ' ᾽Οδυσῆος
Verse: 448    
ϕαίνετο θαρσύνων, τοτὲ δὲ μνηστῆρας ὀρίνων
Verse: 449    
θῦνε κατὰ μέγαρον· τοὶ δ' ἀγχιστῖνοι ἔπιπτον."

Verse: 450       
ὣς ϕάτο, τοὺς δ' ἄρα πάντας ὑπὸ χλωρὸν δέος ᾕρει.
Verse: 451    
τοῖσι δὲ καὶ μετέειπε γέρων ἥρως ῾Αλιθέρσης
Verse: 452    
Μαστορίδης: γὰρ οἶος ὅρα πρόσσω καὶ ὀπίσσω·
Verse: 453    
σϕιν ἐυϕρονέων ἀγορήσατο καὶ μετέειπε·

Verse: 454       
"κέκλυτε δὴ νῦν μευ, ᾽Ιθακήσιοι, ὅττι κεν εἴπω.
Verse: 455    
ὑμετέρῃ κακότητι, ϕίλοι, τάδε ἔργα γένοντο·
Verse: 456    
οὐ γὰρ ἐμοὶ πείθεσθ', οὐ Μέντορι ποιμένι λαῶν,
Verse: 457    
ὑμετέρους παῖδας καταπαυέμεν ἀϕροσυνάων,
Verse: 458    
οἳ μέγα ἔργον ἔρεξαν ἀτασθαλίῃσι κακῇσι,
Verse: 459    
κτήματα κείροντες καὶ ἀτιμάζοντες ἄκοιτιν
Verse: 460    
ἀνδρὸς ἀριστῆος: τὸν δ' οὐκέτι ϕάντο νέεσθαι.
Verse: 461    
καὶ νῦν ὧδε γένοιτο· πίθεσθέ μοι ὡς ἀγορεύω·
Verse: 462    
μὴ ἴομεν, μή που τις ἐπισπαστὸν κακὸν εὕρῃ."

Verse: 463       
ὣς ἔϕαθ', οἱ δ' ἄρ' ἀνήιξαν μεγάλῳ ἀλαλητῷ
Verse: 464    
ἡμίσεων πλείους. τοὶ δ' ἁθρόοι αὐτόθι μεῖναν·
Verse: 465    
οὐ γάρ σϕιν ἅδε μῦθος ἐνὶ ϕρεσίν, ἀλλ' Εὐπείθει
Verse: 466    
πείθονταἶψα δ' ἔπειτ' ἐπὶ τεύχεα ἐσσεύοντο.
Verse: 467    
αὐτὰρ ἐπεί ' ἕσσαντο περὶ χροὶ: νώροπα χαλκόν,
Verse: 468    
ἁθρόοι ἠγερέθοντο πρὸ ἄστεος εὐρυχόροιο.
Verse: 469    
τοῖσιν δ' Εὐπείθης ἡγήσατο νηπιέῃσι·
Verse: 470    
ϕῆ δ' γε τίσεσθαι παιδὸς ϕόνον, οὐδ' ἄρ' ἔμελλεν
Verse: 471    
ἂψ ἀπονοστήσειν, ἀλλ' αὐτοῦ πότμον ἐϕέψειν.
Verse: 472    
αὐτὰρ ᾽Αθηναίη Ζῆνα Κρονίωνα προσηύδα·

Verse: 473       
"ὦ πάτερ ἡμέτερε, Κρονίδη, ὕπατε κρειόντων,
Verse: 474    
εἰπέ μοι εἰρομένῃ· τί νύ τοι νόος ἔνδοθι κεύθει;
Verse: 475    
προτέρω πόλεμόν τε κακὸν καὶ ϕύλοπιν αἰνὴν
Verse: 476    
τεύξεις, ϕιλότητα μετ' ἀμϕοτέροισι τίθησθα;"

Verse: 477       
τὴν δ' ἀπαμειβόμενος προσέϕη νεϕεληγερέτα Ζεύς:

Verse: 478       
"τέκνον ἐμόν, τί με ταῦτα διείρεαι ἠδὲ μεταλλᾷς...
Verse: 479    
οὐ γὰρ δὴ τοῦτον μὲν ἐβούλευσας νόον αὐτή,
Verse: 480    
ὡς ἤτοι κείνους ᾽Οδυσεὺς ἀποτίσεται ἐλθών;
Verse: 481    
ἕρξον ὅπως ἐθέλεις: ἐρέω δέ τοι ὡς ἐπέοικεν.
Verse: 482    
ἐπεὶ δὴ μνηστῆρας ἐτίσατο δῖος ᾽Οδυσσεύς,
Verse: 483    
ὅρκια πιστὰ ταμόντες μὲν βασιλευέτω αἰεί,
Verse: 484    
ἡμεῖς δ' αὖ παίδων τε κασιγνήτων τε ϕόνοιο
Verse: 485    
ἔκλησιν θέωμεν· τοὶ δ' ἀλλήλους ϕιλεόντων
Verse: 486    
ὡς τὸ πάρος, πλοῦτος δὲ καὶ εἰρήνη ἅλις ἔστω."

Verse: 487       
ὣς εἰπὼν ὤτρυνε πάρος μεμαυῖαν ᾽Αθήνην,
Verse: 488    
βῆ δὲ κατ' Οὐλύμποιο καρήνων ἀίξασα.

Verse: 489       
οἱ δ' ἐπεὶ οὖν σίτοιο μελίϕρονος ἐξ ἔρον ἕντο,
Verse: 490    
τοῖς ἄρα μύθων ἦρχε πολύτλας δῖος ᾽Οδυσσεύς:

Verse: 491       
"ἐξελθών τις ἴδοι, μὴ δὴ σχεδὸν ὦσι κιόντες."

Verse: 492       
ὣς ἔϕατἐκ δ' υἱὸς Δολίου κίεν, ὡς ἐκέλευε·
Verse: 493    
στῆ δ' ἄρ' ἐπ' οὐδὸν ἰών, τοὺς δὲ σχεδὸν εἴσιδε πάντας:
Verse: 494    
αἶψα δ' ᾽Οδυσσῆα ἔπεα πτερόεντα προσηύδα·

Verse: 495       
"οἷδε δὴ ἐγγὺς ἔασἀλλ' ὁπλιζώμεθα θᾶσσον."

Verse: 496       
ὣς ἔϕαθ', οἱ δ' ὤρνυντο καὶ ἐν τεύχεσσι δύοντο,
Verse: 497    
τέσσαρες ἀμϕ' ᾽Οδυσῆ', ἓξ δ' υἱεῖς οἱ Δολίοιο·
Verse: 498    
ἐν δ' ἄρα Λαέρτης Δολίος τ' ἐς τεύχε' ἔδυνον,
Verse: 499    
καὶ πολιοί περ ἐόντες, ἀναγκαῖοι πολεμισταί.
Verse: 500    
αὐτὰρ ἐπεί ' ἕσσαντο περὶ χροὶ: νώροπα χαλκόν,
Verse: 501    
ὤιξάν ῥα θύρας, ἐκ δ' ἤιον, ἦρχε δ' ᾽Οδυσσεύς.

Verse: 502       
τοῖσι δ' ἐπ' ἀγχίμολον θυγάτηρ Διὸς ἦλθεν ᾽Αθήνη,
Verse: 503    
Μέντορι εἰδομένη ἠμὲν δέμας ἠδὲ καὶ αὐδήν.
Verse: 504    
τὴν μὲν ἰδὼν γήθησε πολύτλας δῖος ᾽Οδυσσεύς:
Verse: 505    
αἶψα δὲ Τηλέμαχον προσεϕώνεεν ὃν ϕίλον υἱόν·

Verse: 506       
"Τηλέμαχ', ἤδη μὲν τόδε γ' εἴσεαι αὐτὸς ἐπελθών,
Verse: 507    
ἀνδρῶν μαρναμένων ἵνα τε κρίνονται ἄριστοι,
Verse: 508    
μή τι καταισχύνειν πατέρων γένος, οἳ τὸ πάρος περ
Verse: 509    
ἀλκῇ τ' ἠνορέῃ τε κεκάσμεθα πᾶσαν ἐπ' αἶαν."

Verse: 510       
τὸν δ' αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·

Verse: 511       
"ὄψεαι, αἴ κ' ἐθέλῃσθα, πάτερ ϕίλε, τῷδ' ἐνὶ θυμῷ
Verse: 512    
οὔ τι καταισχύνοντα τεὸν γένος, ὡς ἀγορεύεις."

Verse: 513       
ὣς ϕάτο, Λαέρτης δὲ χάρη καὶ μῦθον ἔειπε·

Verse: 514       
"τίς νύ μοι ἡμέρη η ἧδε, θεοὶ ϕίλοι; μάλα χαίρω·
Verse: 515    
υἱός θ' υἱωνός τ' ἀρετῆς πέρι δῆριν ἔχουσι."

Verse: 516       
τὸν δὲ παρισταμένη προσέϕη γλαυκῶπις ᾽Αθήνη·

Verse: 517       
"ὦ ᾽Αρκεισιάδη, πάντων πολὺ ϕίλταθ' ἑταίρων,
Verse: 518    
εὐξάμενος κούρῃ γλαυκώπιδι καὶ Διὶ πατρί,
Verse: 519    
αἶψα μάλ' ἀμπεπαλὼν προί:ει δολιχόσκιον ἔγχος."

Verse: 520       
ὣς ϕάτο, καί ' ἔμπνευσε μένος μέγα Παλλὰς ᾽Αθήνη.
Verse: 521    
εὐξάμενος δ' ἄρ' ἔπειτα Διὸς κούρῃ μεγάλοιο,
Verse: 522    
αἶψα μάλ' ἀμπεπαλὼν προί:ει δολιχόσκιον ἔγχος,
Verse: 523    
καὶ βάλεν Εὐπείθεα κόρυθος διὰ χαλκοπαρῄου.
Verse: 524    
δ' οὐκ ἔγχος ἔρυτο, διὰ πρὸ δὲ εἴσατο χαλκός:
Verse: 525    
δούπησεν δὲ πεσών, ἀράβησε δὲ τεύχε' ἐπ' αὐτῷ.
Verse: 526    
ἐν δ' ἔπεσον προμάχοις ᾽Οδυσεὺς καὶ ϕαίδιμος υἱός,
Verse: 527    
τύπτον δὲ ξίϕεσίν τε καὶ ἔγχεσιν ἀμϕιγύοισι.
Verse: 528    
καί νύ κε δὴ πάντάς τ' ὄλεσαν καὶ ἔθῆκαν ἀνόστους,
Verse: 529    
εἰ μὴ ᾽Αθηναίη, κούρη Διὸς αἰγιόχοιο,
Verse: 530    
ἤυσεν ϕωνῇ, κατὰ δὲ σχέθε λαὸν ἅπαντα·

Verse: 531       
"ἴσχεσθε πτολέμου, ᾽Ιθακήσιοι, ἀργαλέοιο,
Verse: 532    
ὥς κεν ἀναιμωτί γε διακρινθῆτε τάχιστα."

Verse: 533       
ὣς ϕάτ' ᾽Αθηναίη, τοὺς δὲ χλωρὸν δέος εἷλε.
Verse: 534    
τῶν δ' ἄρα δεισάντων ἐκ χειρῶν ἔπτατο τεύχεα,
Verse: 535    
πάντα δ' ἐπὶ χθονὶ πῖπτε, θεᾶς ὄπα ϕωνησάσης:
Verse: 536    
πρὸς δὲ πόλιν τρωπῶντο λιλαιόμενοι βιότοιο.
Verse: 537    
σμερδαλέον δ' ἐβόησε πολύτλας δῖος ᾽Οδυσσεύς,
Verse: 538    
οἴμησεν δὲ ἀλεὶς ὥς τ' αἰετὸς ὑψιπετήεις.
Verse: 539    
καὶ τότε δὴ Κρονίδης ἀϕίει ψολόεντα κεραυνόν,
Verse: 540    
κὰδ δ' ἔπεσε πρόσθε γλαυκώπιδος ὀβριμοπάτρης.
Verse: 541    
δὴ τότ' ᾽Οδυσσῆα προσέϕη γλαυκῶπις ᾽Αθήνη·

Verse: 542       
"Διογενὲς Λαερτιάδη, πολυμήχαν' ᾽Οδυσσεῦ,
Verse: 543    
ἴσχεο, παῦε δὲ νεῖκος ὁμοιίου πολέμοιο,
Verse: 544    
μή πως τοι Κρονίδης κεχολώσεται εὐρύοπα Ζεύς."

Verse: 545       
ὣς ϕάτ' ᾽Αθηναίη, δ' ἐπείθετο, χαῖρε δὲ θυμῷ.
Verse: 546    
ὅρκια δ' αὖ κατόπισθε μετ' ἀμϕοτέροισιν ἔθηκε
Verse: 547    
Παλλὰς ᾽Αθηναίη, κούρη Διὸς αἰγιόχοιο,
Verse: 548    
Μέντορι εἰδομένη ἠμὲν δέμας ἠδὲ καὶ αὐδήν.


This text is part of the TITUS edition of Homer, Odyssee.

Copyright TITUS Project, Frankfurt a/M, 30.11.2024. No parts of this document may be republished in any form without prior permission by the copyright holder.