TITUS
Homer, Odyssee
Part No. 23
Previous part

Chapter: 23    
ΟΔΥΣΣΕΙΑΣ Ψ


Verse: 1       Γρηὺ:ς δ' εἰς ὑπερῷ' ἀνεβήσετο καγχαλόωσα,
Verse: 2    
δεσποίνῃ ἐρέουσα ϕίλον πόσιν ἔνδον ἐόντα·
Verse: 3    
γούνατα δ' ἐρρώσαντο, πόδες δ' ὑπερικταίνοντο.
Verse: 4    
στῆ δ' ἄρ' ὑπὲρ κεϕαλῆς καί μιν πρὸς μῦθον ἔειπεν·

Verse: 5       
"ἔγρεο, Πηνελόπεια, ϕίλον τέκος, ὄϕρα ἴδηαι
Verse: 6    
ὀϕθαλμοῖσι τεοῖσι τά τ' ἔλδεαι ἤματα πάντα.
Verse: 7    
ἦλθ' ᾽Οδυσεὺς καὶ οἶκον ἱκάνεται, ὀψέ περ ἐλθών·
Verse: 8    
μνηστῆρας δ' ἔκτεινεν ἀγήνορας, οἵ θ' ἑὸν οἶκον
Verse: 9    
κήδεσκον καὶ κτήματ' ἔδον βιόωντό τε παῖδα."

Verse: 10       
τὴν δ' αὖτε προσέειπε περίϕρων Πηνελόπεια·

Verse: 11       
"μαῖα ϕίλη, μάργην σε θεοὶ θέσαν, οἵ τε δύνανται
Verse: 12    
ἄϕρονα ποιῆσαι καὶ ἐπίϕρονά περ μάλ' ἐόντα,
Verse: 13    
καί τε χαλιϕρονέοντα σαοϕροσύνης ἐπέβησαν·
Verse: 14    
οἵ σέ περ ἔβλαψαν· πρὶν δὲ ϕρένας αἰσίμη ἦσθα.
Verse: 15    
τίπτέ με λωβεύεις πολυπενθέα θυμὸν ἔχουσαν
Verse: 16    
ταῦτα παρ' ἐξ ἐρέουσα καὶ ἐξ ὕπνου μ' ἀνεγείρεις
Verse: 17    
ἡδέος, ὅς μ' ἐπέδησε ϕίλα βλέϕαρ' ἀμϕικαλύψας...
Verse: 18    
οὐ γάρ πω τοιόνδε κατέδραθον, ἐξ οὗ ᾽Οδυσσεὺς
Verse: 19    
ᾤχετ' ἐποψόμενος Κακοί:λιον οὐκ ὀνομαστήν.
Verse: 20    
ἀλλ' ἄγε νῦν κατάβηθι καὶ ἂψ ἔρχευ μέγαρον δέ.
Verse: 21    
εἰ γάρ τίς μ' ἄλλη γε γυναικῶν, αἵ μοι ἔασι,
Verse: 22    
ταῦτ' ἐλθοῦσ' ἤγγειλε καὶ ἐξ ὕπνου ἀνέγειρε,
Verse: 23    
τῶ κε τάχα στυγερῶς μιν ἐγὼν ἀπέπεμψα νέεσθαι
Verse: 24    
αὖτις ἔσω μέγαρον· σὲ δὲ τοῦτό γε γῆρας ὀνήσει."

Verse: 25       
τὴν δ' αὖτε προσέειπε ϕίλη τροϕὸς Εὐρύκλεια·

Verse: 26       
"οὔ τί σε λωβεύω, τέκνον ϕίλον, ἀλλ' ἔτυμόν τοι
Verse: 27    
ἦλθ' ᾽Οδυσεὺς καὶ οἶκον ἱκάνεται, ὡς ἀγορεύω,
Verse: 28    
ξεῖνος, τὸν πάντες ἀτίμων ἐν μεγάροισι.
Verse: 29    
Τηλέμαχος δ' ἄρα μιν πάλαι ᾔδεεν ἔνδον ἐόντα,
Verse: 30    
ἀλλὰ σαοϕροσύνῃσι νοήματα πατρὸς ἔκευθεν,
Verse: 31    
ὄϕρ' ἀνδρῶν τίσαιτο βίην ὑπερηνορεόντων."

Verse: 32       
ὣς ἔϕαθ', δ' ἐχάρη καὶ ἀπὸ λέκτροιο θοροῦσα
Verse: 33    
γρηὶ περιπλέχθη, βλεϕάρων δ' ἀπὸ δάκρυον ἧκε·
Verse: 34    
καί μιν ϕωνήσασ' ἔπεα πτερόεντα προσηύδα·

Verse: 35       
"εἰ δ' ἄγε δή μοι, μαῖα ϕίλη, νημερτὲς ἐνίσπες,
Verse: 36    
εἰ ἐτεὸν δὴ οἶκον ἱκάνεται, ὡς ἀγορεύεις,
Verse: 37    
ὅππως δὴ μνηστῆρσιν ἀναιδέσι χεῖρας ἐϕῆκε
Verse: 38    
μοῦνος ἐών, οἱ δ' αἰὲν ἀολλέες ἔνδον ἔμιμνον."

Verse: 39       
τὴν δ' αὖτε προσέειπε ϕίλη τροϕὸς Εὐρύκλεια·

Verse: 40       
"οὐκ ἴδον, οὐ πυθόμην, ἀλλὰ στόνον οἶον ἄκουσα
Verse: 41    
κτεινομένων· ἡμεῖς δὲ μυχῷ θαλάμων εὐπήκτων
Verse: 42    
ἥμεθ' ἀτυζόμεναι, σανίδες δ' ἔχον εὖ ἀραρυῖαι,
Verse: 43    
πρίν γ' ὅτε δή με σὸς υἱὸς ἀπὸ μεγάροιο κάλεσσε
Verse: 44    
Τηλέμαχος: τὸν γάρ ῥα πατὴρ προέηκε καλέσσαι.
Verse: 45    
εὗρον ἔπειτ' ᾽Οδυσῆα μετὰ κταμένοισι νέκυσσιν
Verse: 46    
ἑστεῶθοἱ δέ μιν ἀμϕί, κραταίπεδον οὖδας ἔχοντες,
Verse: 47    
κείατ' ἐπ' ἀλλήλοισιν· ἰδοῦσά κε θυμὸν ἰάνθης.
Verse: 49    
νῦν δ' οἱ μὲν δὴ πάντες ἐπ' αὐλείῃσι θύρῃσιν
Verse: 50    
ἁθρόοι, αὐτὰρ δῶμα θεειοῦται περικαλλές
Verse: 51    
πῦρ μέγα κηάμενος: σὲ δέ με προέηκε καλέσσαι.
Verse: 52    
ἀλλ' ἕπευ, ὄϕρα σϕῶιν ἐυϕροσύνης ἐπιβῆτον
Verse: 53    
ἀμϕοτέρω ϕίλον ἦτορ, ἐπεὶ κακὰ πολλὰ πέποσθε.
Verse: 54    
νῦν δ' ἤδη τόδε μακρὸν ἐέλδωρ ἐκτετέλεσται·
Verse: 55    
ἦλθε μὲν αὐτὸς ζωὸς ἐϕέστιος, εὗρε δὲ καὶ σὲ
Verse: 56    
καὶ παῖδ' ἐν μεγάροισι· κακῶς δ' οἵ πέρ μιν ἔρεζον
Verse: 57    
μνηστῆρες, τοὺς πάντας ἐτείσατο ἐνὶ οἴκῳ."

Verse: 58       
τὴν δ' αὖτε προσέειπε περίϕρων Πηνελόπεια·

Verse: 59       
"μαῖα ϕίλη, μή πω μέγ' ἐπεύχεο καγχαλόωσα.
Verse: 60    
οἶσθα γὰρ ὥς κ' ἀσπαστὸς ἐνὶ μεγάροισι ϕανείη
Verse: 61    
πᾶσι, μάλιστα δ' ἐμοί τε καὶ υἱέι, τὸν τεκόμεσθα·
Verse: 62    
ἀλλ' οὐκ ἔσθ' ὅδε μῦθος ἐτήτυμος, ὡς ἀγορεύεις,
Verse: 63    
ἀλλά τις ἀθανάτων κτεῖνε μνηστῆρας ἀγαυούς,
Verse: 64    
ὕβριν ἀγασσάμενος θυμαλγέα καὶ κακὰ ἔργα·
Verse: 65    
οὔ τινα γὰρ τίεσκον ἐπιχθονίων ἀνθρώπων,
Verse: 66    
οὐ κακὸν οὐδὲ μὲν ἐσθλόν, ὅτίς σϕεας εἰσαϕίκοιτο·
Verse: 67    
τὼ δι' ἀτασθαλίας ἔπαθον κακόν. αὐτὰρ ᾽Οδυσσεὺς
Verse: 68    
ὤλεσε τηλοῦ νόστον ᾽Αχαιίδος, ὤλετο δ' αὐτός."

Verse: 69       
τὴν δ' ἠμείβετ' ἔπειτα ϕίλη τροϕὸς Εὐρύκλεια·

Verse: 70       
"τέκνον ἐμόν, ποῖόν σε ἔπος ϕύγεν ἕρκος ὀδόντων,
Verse: 71    
πόσιν ἔνδον ἐόντα παρ' ἐσχάρῃ οὔ ποτ' ἔϕησθα
Verse: 72    
οἴκαδ' ἐλεύσεσθαι· θυμὸς δέ τοι αἰὲν ἄπιστος.
Verse: 73    
ἀλλ' ἄγε τοι καὶ σῆμα ἀριϕραδὲς ἄλλο τι εἴπω,
Verse: 74    
οὐλήν, τήν ποτέ μιν σῦς ἤλασε λευκῷ ὀδόντι.
Verse: 75    
τὴν ἀπονίζουσα ϕρασάμην, ἔθελον δὲ σοὶ αὐτῇ
Verse: 76    
εἰπέμεν· ἀλλά με κεῖνος ἑλὼν ἐπὶ μάστακα χερσὶν
Verse: 77    
οὐκ ἔα εἰπέμεναι πολυκερδείῃσι νόοιο.
Verse: 78    
ἀλλ' ἕπευ· αὐτὰρ ἐγὼν ἐμέθεν περιδώσομαι αὐτῆς,
Verse: 79    
αἴ κέν σ' ἐξαπάϕω, κτεῖναί μ' οἰκτίστῳ ὀλέθρῳ."

Verse: 80       
τὴν δ' ἠμείβετ' ἔπειτα περίϕρων Πηνελόπεια·

Verse: 81       
"μαῖα ϕίλη, χαλεπόν σε θεῶν αἰειγενετάων
Verse: 82    
δήνεα εἴρυσθαι, μάλα περ πολύιδριν ἐοῦσαν·
Verse: 83    
ἀλλ' ἔμπης ἴομεν μετὰ παῖδ' ἐμόν, ὄϕρα ἴδωμαι
Verse: 84    
ἄνδρας μνηστῆρας τεθνηότας, ἠδ' ὃς ἔπεϕνεν."

Verse: 85       
ὣς ϕαμένη κατέβαιν' ὑπερώια· πολλὰ δέ οἱ κῆρ
Verse: 86    
ὥρμαιν', ἀπάνευθε ϕίλον πόσιν ἐξερεείνοι,
Verse: 87    
παρστᾶσα κύσειε κάρη καὶ χεῖρε λαβοῦσα.
Verse: 88    
δ' ἐπεὶ εἰσῆλθεν καὶ ὑπέρβη λάινον οὐδόν,
Verse: 89    
ἕζετ' ἔπειτ' ᾽Οδυσῆος ἐναντίον, ἐν πυρὸς αὐγῇ,
Verse: 90    
τοίχου τοῦ ἑτέρου· δ' ἄρα πρὸς κίονα μακρὴν
Verse: 91    
ἧστο κάτω ὁρόων, ποτιδέγμενος εἴ τί μιν εἴποι
Verse: 92    
ἰϕθίμη παράκοιτις, ἐπεὶ ἴδεν ὀϕθαλμοῖσιν.
Verse: 93    
δ' ἄνεῳ δὴν ἧστο, τάϕος δέ οἱ ἦτορ ἵκανεν·
Verse: 94    
ὄψει δ' ἄλλοτε μέν μιν ἐνωπαδίως ἐσίδεσκεν,
Verse: 95    
ἄλλοτε δ' ἀγνώσασκε κακὰ χροὶ: εἵματ' ἔχοντα.
Verse: 96    
Τηλέμαχος δ' ἐνένιπεν ἔπος τ' ἔϕατ' ἔκ τ' ὀνόμαζε·

Verse: 97       
"μῆτερ ἐμή, δύσμητερ, ἀπηνέα θυμὸν ἔχουσα,
Verse: 98    
τίϕθ' οὕτω πατρὸς νοσϕίζεαι, οὐδὲ παρ' αὐτὸν
Verse: 99    
ἑζομένη μύθοισιν ἀνείρεαι οὐδὲ μεταλλᾷς...
Verse: 100    
οὐ μέν κ' ἄλλη γ' ὧδε γυνὴ τετληότι θυμῷ
Verse: 101    
ἀνδρὸς ἀποσταίη, ὅς οἱ κακὰ πολλὰ μογήσας
Verse: 102    
ἔλθοι ἐεικοστῷ ἔτειὴ ἐς πατρίδα γαῖαν·
Verse: 103    
σοὶ δ' αἰεὶ κραδίη στερεωτέρη ἐστὶ λίθοιο."

Verse: 104       
τὸν δ' αὖτε προσέειπε περίϕρων Πηνελόπεια·

Verse: 105       
"τέκνον ἐμόν, θυμός μοι ἐνὶ στήθεσσι τέθηπεν,
Verse: 106    
οὐδέ τι προσϕάσθαι δύναμαι ἔπος οὐδ' ἐρέεσθαι
Verse: 107    
οὐδ' εἰς ὦπα ἰδέσθαι ἐναντίον. εἰ δ' ἐτεὸν δὴ
Verse: 108    
ἔστ' ᾽Οδυσεὺς καὶ οἶκον ἱκάνεται, μάλα νῶι
Verse: 109    
γνωσόμεθ' ἀλλήλων καὶ λώιον· ἔστι γὰρ ἥμιν
Verse: 110    
σήμαθ', δὴ καὶ νῶι κεκρυμμένα ἴδμεν ἀπ' ἄλλων."

Verse: 111       
ὣς ϕάτο, μείδησεν δὲ πολύτλας δῖος ᾽Οδυσσεύς,
Verse: 112    
αἶψα δὲ Τηλέμαχον ἔπεα πτερόεντα προσηύδα·

Verse: 113       
"Τηλέμαχ', ἤτοι μητέρ' ἐνὶ μεγάροισιν ἔασον
Verse: 114    
πειράζειν ἐμέθεν· τάχα δὲ ϕράσεται καὶ ἄρειον.
Verse: 115    
νῦν δ' ὅττι ῥυπόω, κακὰ δὲ χροὶ: εἵματα εἷμαι,
Verse: 116    
τοὔνεκ' ἀτιμάζει με καὶ οὔ πώ ϕησι τὸν εἶναι.
Verse: 117    
ἡμεῖς δὲ ϕραζώμεθ' ὅπως ὄχ' ἄριστα γένηται.
Verse: 118    
καὶ γάρ τίς θ' ἕνα ϕῶτα κατακτείνας ἐνὶ δήμῳ,
Verse: 119    
μὴ πολλοὶ ἔωσιν ἀοσσητῆρες ὀπίσσω,
Verse: 120    
ϕεύγει πηούς τε προλιπὼν καὶ πατρίδα γαῖαν·
Verse: 121    
ἡμεῖς δ' ἕρμα πόληος ἀπέκταμεν, οἳ μέγ' ἄριστοι
Verse: 122    
κούρων εἰν ᾽Ιθάκῃ. τὰ δέ σε ϕράζεσθαι ἄνωγα."

Verse: 123       
τὸν δ' αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·

Verse: 124       
"αὐτὸς ταῦτά γε λεῦσσε, πάτερ ϕίλε· σὴν γὰρ ἀρίστην
Verse: 125    
μῆτιν ἐπ' ἀνθρώπους ϕάσ' ἔμμεναι, οὐδέ κέ τίς τοι
Verse: 126    
ἄλλος ἀνὴρ ἐρίσειε καταθνητῶν ἀνθρώπων."

Verse: 129       
τὸν δ' ἀπαμειβόμενος προσέϕη πολύμητις ᾽Οδυσσεύς:

Verse: 130       
"τοὶ γὰρ ἐγὼν ἐρέω, ὥς μοι δοκεῖ εἶναι ἄριστα.
Verse: 131    
πρῶτα μὲν ἂρ λούσασθε καὶ ἀμϕιέσασθε χιτῶνας,
Verse: 132    
δμῳὰς δ' ἐν μεγάροισιν ἀνώγετε εἵμαθ' ἑλέσθαι·
Verse: 133    
αὐτὰρ θεῖος ἀοιδὸς ἔχων ϕόρμιγγα λίγειαν
Verse: 134    
ἡμῖν ἡγείσθω ϕιλοπαίγμονος ὀρχηθμοῖο,
Verse: 135    
ὥς κέν τις ϕαίη γάμον ἔμμεναι ἐκτὸς ἀκούων
Verse: 136    
ἀν' ὁδὸν στείχων οἳ περιναιετάουσι·
Verse: 137    
μὴ πρόσθε κλέος εὐρὺ ϕόνου κατὰ ἄστυ γένηται
Verse: 138    
ἀνδρῶν μνηστήρων, πρίν γ' ἡμέας ἐλθέμεν ἔξω
Verse: 139    
ἀγρὸν ἐς ἡμέτερον πολυδένδρεον· ἔνθα δ' ἔπειτα
Verse: 140    
ϕρασσόμεθ' ὅττί κε κέρδος ᾽Ολύμπιος ἐγγυαλίξῃ."

Verse: 141       
ὣς ἔϕαθ', οἱ δ' ἄρα τοῦ μάλα μὲν κλύον ἠδὲ πίθοντο.
Verse: 142    
πρῶτα μὲν οὖν λούσαντο καὶ ἀμϕιέσαντο χιτῶνας,
Verse: 143    
ὅπλισθεν δὲ γυναῖκες: δ' εἵλετο θεῖος ἀοιδὸς
Verse: 144    
ϕόρμιγγα γλαϕυρήν, ἐν δέ σϕισιν ἵμερον ὦρσε
Verse: 145    
μολπῆς τε γλυκερῆς καὶ ἀμύμονος ὀρχηθμοῖο.
Verse: 146    
τοῖσιν δὲ μέγα δῶμα περιστεναχίζετο ποσσὶν
Verse: 147    
ἀνδρῶν παιζόντων καλλιζώνων τε γυναικῶν.
Verse: 148    
ὧδε δέ τις εἴπεσκε δόμων ἔκτοσθεν ἀκούων·

Verse: 149       
"ἦ μάλα δή τις ἔγημε πολυμνήστην βασίλειαν.
Verse: 150    
σχετλίη, οὐδ' ἔτλη πόσιος οὗ κουριδίοιο
Verse: 151    
εἴρυσθαι μέγα δῶμα διαμπερές, εἷος ἵκοιτο."

Verse: 152       
ὣς ἄρα τις εἴπεσκε, τὰ δ' οὐκ ἴσαν ὡς ἐτέτυκτο.
Verse: 153    
αὐτὰρ ᾽Οδυσσῆα μεγαλήτορα ἐνὶ οἴκῳ
Verse: 154    
Εὐρυνόμη ταμίη λοῦσεν καὶ χρῖσεν ἐλαίῳ,
Verse: 155    
ἀμϕὶ δέ μιν ϕᾶρος καλὸν βάλεν ἠδὲ χιτῶνα·
Verse: 156    
αὐτὰρ κὰκ κεϕαλῆς χεῦεν πολὺ κάλλος ᾽Αθήνη
Verse: 157    
μείζονά τ' εἰσιδέειν καὶ πάσσονα, κὰδ δὲ κάρητος
Verse: 158    
οὔλας ἧκε κόμας, ὑακινθίνῳ ἄνθει ὁμοίας.
Verse: 159    
ὡς δ' ὅτε τις χρυσὸν περιχεύεται ἀργύρῳ ἀνὴρ
Verse: 160    
ἴδρις, ὃν ῞Ηϕαιστος δέδαεν καὶ Παλλὰς ᾽Αθήνη
Verse: 161    
τέχνην παντοίην, χαρίεντα δὲ ἔργα τελείει·
Verse: 162    
ὣς μὲν τῷ κατέχευε χάριν κεϕαλῇ τε καὶ ὤμοις:
Verse: 163    
ἐκ δ' ἀσαμίνθου βῆ δέμας ἀθανάτοισιν ὁμοῖος:
Verse: 164    
ἂψ δ' αὖτις κατ' ἄρ' ἕζετ' ἐπὶ θρόνου ἔνθεν ἀνέστη,
Verse: 165    
ἀντίον ἧς ἀλόχου, καί μιν πρὸς μῦθον ἔειπε·

Verse: 166       
"δαιμονίη, περὶ σοίγε γυναικῶν θηλυτεράων
Verse: 167    
κῆρ ἀτέραμνον ἔθηκαν ᾽Ολύμπια δώματ' ἔχοντες:
Verse: 168    
οὐ μέν κ' ἄλλη γ' ὧδε γυνὴ τετληότι θυμῷ
Verse: 169    
ἀνδρὸς ἀποσταίη, ὅς οἱ κακὰ πολλὰ μογήσας
Verse: 170    
ἔλθοι ἐεικοστῷ ἔτειὴ ἐς πατρίδα γαῖαν.
Verse: 171    
ἀλλ' ἄγε μοι, μαῖα, στόρεσον λέχος, ὄϕρα καὶ αὐτὸς
Verse: 172    
λέξομαι· γὰρ τῇ γε σιδήρεον ἐν ϕρεσὶν ἦτορ."

Verse: 173       
τὸν δ' αὖτε προσέειπε περίϕρων Πηνελόπεια·

Verse: 174       
"δαιμόνι', οὔτ' ἄρ τι μεγαλίζομαι οὔτ' ἀθερίζω
Verse: 175    
οὔτε λίην ἄγαμαι, μάλα δ' εὖ οἶδ' οἷος ἔησθα
Verse: 176    
ἐξ ᾽Ιθάκης ἐπὶ νηὸς ἰὼν δολιχηρέτμοιο.
Verse: 177    
ἀλλ' ἄγε οἱ στόρεσον πυκινὸν λέχος, Εὐρύκλεια,
Verse: 178    
ἐκτὸς ἐυσταθέος θαλάμου, τόν 'αὐτὸς ἐποίει·
Verse: 179    
ἔνθά οἱ ἐκθεῖσαι πυκινὸν λέχος ἐμβάλετ' εὐνήν,
Verse: 180    
κώεα καὶ χλαίνας καὶ ῥήγεα σιγαλόεντα."

Verse: 181       
ὣς ἄρ' ἔϕη πόσιος πειρωμένη· αὐτὰρ ᾽Οδυσσεὺς
Verse: 182    
ὀχθήσας ἄλοχον προσεϕώνεε κέδν' εἰδυῖαν·

Verse: 183       
"ὦ γύναι, μάλα τοῦτο ἔπος θυμαλγὲς ἔειπες.
Verse: 184    
τίς δέ μοι ἄλλοσ' ἔθῆκε λέχος... χαλεπὸν δέ κεν εἴη
Verse: 185    
καὶ μάλ' ἐπισταμένῳ, ὅτε μὴ θεὸς αὐτὸς ἐπελθὼν
Verse: 186    
ῥηιδίως ἐθέλων θείη ἄλλῃ ἐνὶ χώρῃ.
Verse: 187    
ἀνδρῶν δ' οὔ κέν τις ζωὸς βροτός, οὐδὲ μάλ' ἡβῶν,
Verse: 188    
ῥεῖα μετοχλίσσειεν, ἐπεὶ μέγα σῆμα τέτυκται
Verse: 189    
ἐν λέχει ἀσκητῷ· τὸ δ' ἐγὼ κάμον οὐδέ τις ἄλλος.
Verse: 190    
θάμνος ἔϕυ τανύϕυλλος ἐλαίης ἕρκεος ἐντός,
Verse: 191    
ἀκμηνὸς, θαλέθων· πάχετος δ' ἦν ἠύτε κίων.
Verse: 192    
τῷ δ' ἐγὼ ἀμϕιβαλὼν θάλαμον δέμον, ὄϕρ' ἐτέλεσσα,
Verse: 193    
πυκνῇσιν λιθάδεσσι, καὶ εὖ καθύπερθεν ἔρεψα,
Verse: 194    
κολλητὰς δ' ἐπέθηκα θύρας, πυκινῶς ἀραρυίας.
Verse: 195    
καὶ τότ' ἔπειτ' ἀπέκοψα κόμην τανυϕύλλου ἐλαίης,
Verse: 196    
κορμὸν δ' ἐκ ῥίζης προταμὼν ἀμϕέξεσα χαλκῷ
Verse: 197    
εὖ καὶ ἐπισταμένως, καὶ ἐπὶ στάθμην ἴθυνα,
Verse: 198    
ἑρμῖν' ἀσκήσας, τέτρηνα δὲ πάντα τερέτρῳ.
Verse: 199    
ἐκ δὲ τοῦ ἀρχόμενος λέχος ἔξεον, ὄϕρ' ἐτέλεσσα,
Verse: 200    
δαιδάλλων χρυσῷ τε καὶ ἀργύρῳ ἠδ' ἐλέϕαντι·
Verse: 201    
ἐν δ' ἐτάνυσσ' ἱμάντα βοὸς ϕοίνικι ϕαεινόν.
Verse: 202    
οὕτω τοι τόδε σῆμα πιϕαύσκομαι· οὐδέ τι οἶδα,
Verse: 203    
μοι ἔτ' ἔμπεδόν ἐστι, γύναι, λέχος, ἦέ τις ἤδη
Verse: 204    
ἀνδρῶν ἄλλοσ' ἔθηκε, ταμὼν ὕπο πυθμέν' ἐλαίης."

Verse: 205       
ὣς ϕάτο, τῆς δ' αὐτοῦ λύτο γούνατα καὶ ϕίλον ἦτορ,
Verse: 206    
σήματ' ἀναγνούσῃ, τά οἱ ἔμπεδα πέϕραδ' ᾽Οδυσσεύς.
Verse: 207    
δακρύσασα δ' ἔπειτ' ἰθὺς κίεν, ἀμϕὶ δὲ χεῖρας
Verse: 208    
δειρῇ βάλλ' ᾽Οδυσῆι, κάρη δ' ἔκυσ' ἠδὲ προσηύδα·

Verse: 209       
"μή μοι, ᾽Οδυσσεῦ, σκύζευ, ἐπεὶ τά περ ἄλλα μάλιστα
Verse: 210    
ἀνθρώπων πέπνυσο· θεοὶ δ' ὤπαζον ὀιζύν,
Verse: 211    
οἳ νῶιν ἀγάσαντο παρ' ἀλλήλοισι μένοντε
Verse: 212    
ἥβης ταρπῆναι καὶ γήραος οὐδὸν ἱκέσθαι.
Verse: 213    
αὐτὰρ μὴ νῦν μοι τόδε χώεο μηδὲ νεμέσσα,
Verse: 214    
οὕνεκά σ' οὐ τὸ πρῶτον, ἐπεὶ ἴδον, ὧδ' ἀγάπησα.
Verse: 215    
αἰεὶ γάρ μοι θυμὸς ἐνὶ στήθεσσι ϕίλοισιν
Verse: 216    
ἐρρίγει, μή τίς με βροτῶν ἀπάϕοιτ' ἐπέεσσιν
Verse: 217    
ἐλθών· πολλοὶ γὰρ κακὰ κέρδεα βουλεύουσιν.
Verse: 218    
οὐδέ κεν ᾽Αργείη ῾Ελένη, Διὸς ἐκγεγαυῖα,
Verse: 219    
ἀνδρὶ παρ' ἀλλοδαπῷ ἐμίγη ϕιλότητι καὶ εὐνῇ,
Verse: 220    
εἰ ᾔδη μιν αὖτις ᾽Αρήιοι υἷες ᾽Αχαιῶν
Verse: 221    
ἀξέμεναι οἶκον δὲ ϕίλην ἐς πατρίδ' ἔμελλον.
Verse: 222    
τὴν δ' ἤτοι ῥέξαι θεὸς ὤρορεν ἔργον ἀεικές:
Verse: 223    
τὴν δ' ἄτην οὐ πρόσθεν ἑῷ ἐγκάτθετο θυμῷ
Verse: 224    
λυγρήν, ἐξ ἧς πρῶτα καὶ ἡμέας ἵκετο πένθος.
Verse: 225    
νῦν δ', ἐπεὶ ἤδη σήματ' ἀριϕραδέα κατέλεξας
Verse: 226    
εὐνῆς ἡμετέρης, τὴν οὐ βροτὸς ἄλλος ὀπώπει,
Verse: 227    
ἀλλ' οἶοι σύ τ' ἐγώ τε καὶ ἀμϕίπολος μία μούνη,
Verse: 228    
᾽Ακτορίς, ἥν μοι δῶκε πατὴρ ἔτι δεῦρο κιούσῃ,
Verse: 229    
νῶιν εἴρυτο θύρας πυκινοῦ θαλάμοιο,
Verse: 230    
πείθεις δή μευ θυμόν ἀπηνέα περ μάλ' ἐόντα."

Verse: 231       
ὣς ϕάτο, τῷ δ' ἔτι μᾶλλον ὑϕ' ἵμερον ὦρσε γόοιο·
Verse: 232    
κλαῖε δ' ἔχων ἄλοχον θυμαρέα, κέδν' εἰδυῖαν.
Verse: 233    
ὡς δ' ὅτ' ἂν ἀσπάσιος γῆ νηχομένοισι ϕανήῃ,
Verse: 234    
ὧν τε Ποσειδάων εὐεργέα νῆ' ἐνὶ πόντῳ
Verse: 235    
ῥαίσῃ, ἐπειγομένην ἀνέμῳ καὶ κύματι πηγῷ·
Verse: 236    
παῦροι δ' ἐξέϕυγον πολιῆς ἁλὸς ἤπειρον δὲ
Verse: 237    
νηχόμενοι, πολλὴ δὲ περὶ χροὶ: τέτροϕεν ἅλμη,
Verse: 238    
ἀσπάσιοι δ' ἐπέβαν γαίης, κακότητα ϕυγόντες:
Verse: 239    
ὣς ἄρα τῇ ἀσπαστὸς ἔην πόσις εἰσοροώσῃ,
Verse: 240    
δειρῆς δ' οὔ πω πάμπαν ἀϕίετο πήχεε λευκώ.
Verse: 241    
καί νύ κ' ὀδυρομένοισι ϕάνη ῥοδοδάκτυλος ᾽Ηώς,
Verse: 242    
εἰ μὴ ἄρ' ἄλλ' ἐνόησε θεὰ γλαυκῶπις ᾽Αθήνη.
Verse: 243    
νύκτα μὲν ἐν περάτῃ δολιχὴν σχέθεν, ᾽Ηῶ δ' αὖτε
Verse: 244    
ῥύσατ' ἐπ' ᾽Ωκεανῷ χρυσόθρονον, οὐδ' ἔα ἵππους
Verse: 245    
ζεύγνυσθ' ὠκύποδας, ϕάος ἀνθρώποισι ϕέροντας,
Verse: 246    
Λάμπον καὶ Φαέθονθ', οἵ τ' ᾽Ηῶ πῶλοι ἄγουσι.
Verse: 247    
καὶ τότ' ἄρ' ἣν ἄλοχον προσέϕη πολύμητις ᾽Οδυσσεύς:

Verse: 248       
"ὦ γύναι, οὐ γάρ πω πάντων ἐπὶ πείρατ' ἀέθλων
Verse: 249    
ἤλθομεν, ἀλλ' ἔτ' ὄπισθεν ἀμέτρητος πόνος ἔσται,
Verse: 250    
πολλὸς καὶ χαλεπός, τὸν ἐμὲ χρὴ πάντα τελέσσαι.
Verse: 251    
ὣς γάρ μοι ψυχὴ μαντεύσατο Τειρεσίαο
Verse: 252    
ἤματι τῷ, ὅτε δὴ κατέβην δόμον ῎Αιδος εἴσω,
Verse: 253    
νόστον ἑταίροισιν διζήμενος ἠδ' ἐμοὶ αὐτῷ.
Verse: 254    
ἀλλ' ἔρχευ, λέκτρον δ' ἴομεν, γύναι, ὄϕρα καὶ ἤδη
Verse: 255    
ὕπνῳ ὕπο γλυκερῷ ταρπώμεθα κοιμηθέντε."

Verse: 256       
τὸν δ' αὖτε προσέειπε περίϕρων Πηνελόπεια·

Verse: 257       
"εὐνὴ μὲν δὴ σοίγε τότ' ἔσσεται, ὁππότε θυμῷ
Verse: 258    
σῷ ἐθέλῃς, ἐπεὶ ἄρ σε θεοὶ ποίησαν ἱκέσθαι
Verse: 259    
οἶκον ἐυκτίμενον καὶ σὴν ἐς πατρίδα γαῖαν·
Verse: 260    
ἀλλ' ἐπεὶ ἐϕράσθης καί τοι θεὸς ἔμβαλε θυμῷ,
Verse: 261    
εἴπ' ἄγε μοι τὸν ἄεθλον, ἐπεὶ καὶ ὄπισθεν, ὀίω,
Verse: 262    
πεύσομαι, αὐτίκα δ' ἐστὶ δαήμεναι οὔ τι χέρειον."

Verse: 263       
τὴν δ' ἀπαμειβόμενος προσέϕη πολύμητις ᾽Οδυσσεύς:

Verse: 264       
"δαιμονίη, τί τ' ἄρ' αὖ με μάλ' ὀτρύνουσα κελεύεις
Verse: 265    
εἰπέμεν; αὐτὰρ ἐγὼ μυθήσομαι οὐδ' ἐπικεύσω.
Verse: 266    
οὐ μέν τοι θυμὸς κεχαρήσεται· οὐδὲ γὰρ αὐτὸς
Verse: 267    
χαίρω, ἐπεὶ μάλα πολλὰ βροτῶν ἐπὶ ἄστε' ἄνωγεν
Verse: 268    
ἐλθεῖν, ἐν χείρεσσιν ἔχοντ' εὐῆρες ἐρετμόν,
Verse: 269    
εἰς κε τοὺς ἀϕίκωμαι, οἳ οὐκ ἴσασι θάλασσαν
Verse: 270    
ἀνέρες, οὐδέ θ' ἅλεσσι μεμιγμένον εἶδαρ ἔδουσιν·
Verse: 271    
οὐδ' ἄρα τοὶ γ' ἴσασι νέας ϕοινικοπαρῄους,
Verse: 272    
οὐδ' εὐήρε' ἐρετμά, τά τε πτερὰ νηυσὶ πέλονται.
Verse: 273    
σῆμα δέ μοι τόδ' ἔειπεν ἀριϕραδές, οὐδέ σε κεύσω·
Verse: 274    
ὁππότε κεν δή μοι ξυμβλήμενος ἄλλος ὁδίτης
Verse: 275    
ϕήῃ ἀθηρηλοιγὸν ἔχειν ἀνὰ ϕαιδίμῳ ὤμῳ,
Verse: 276    
καὶ τότε μ' ἐν γαίῃ πήξαντ' ἐκέλευσεν ἐρετμόν,
Verse: 277    
ἕρξανθ' ἱερὰ καλὰ Ποσειδάωνι ἄνακτι,
Verse: 278    
ἀρνειὸν ταῦρόν τε συῶν τ' ἐπιβήτορα κάπρον,
Verse: 279    
οἴκαδ' ἀποστείχειν, ἕρδειν θ' ἱερὰς ἑκατόμβας
Verse: 280    
ἀθανάτοισι θεοῖσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσι,
Verse: 281    
πᾶσι μάλ' ἑξείης. θάνατος δέ μοι ἐξ ἁλὸς αὐτῷ
Verse: 282    
ἀβληχρὸς μάλα τοῖος ἐλεύσεται, ὅς κέ με πέϕνῃ
Verse: 283    
γήρᾳ ὕπο λιπαρῷ ἀρημένον· ἀμϕὶ δὲ λαοὶ
Verse: 284    
ὄλβιοι ἔσσονται. τὰ δέ μοι ϕάτο πάντα τελεῖσθαι."

Verse: 285       
τὸν δ' αὖτε προσέειπε περίϕρων Πηνελόπεια·

Verse: 286       
"εἰ μὲν δὴ γῆράς γε θεοὶ τελέουσιν ἄρειον,
Verse: 287    
ἐλπωρή τοι ἔπειτα κακῶν ὑπάλυξιν ἔσεσθαι."
Verse: 288    
ὥς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον·
Verse: 289    
τόϕρα δ' ἄρ' Εὐρυνόμη τε ἰδὲ τροϕὸς ἔντυον εὐνὴν
Verse: 290    
ἐσθῆτος μαλακῆς, δαί:δων ὕπο λαμπομενάων.
Verse: 291    
αὐτὰρ ἐπεὶ στόρεσαν πυκινὸν λέχος ἐγκονέουσαι,
Verse: 292    
γρηὺ:ς μὲν κείουσα πάλιν οἶκον δὲ βεβήκει,
Verse: 293    
τοῖσιν δ' Εὐρυνόμη θαλαμηπόλος ἡγεμόνευεν
Verse: 294    
ἐρχομένοισι λέχος δέ, δάος μετὰ χερσὶν ἔχουσα·
Verse: 295    
ἐς θάλαμον δ' ἀγαγοῦσα πάλιν κίεν. οἱ μὲν ἔπειτα
Verse: 296    
ἀσπάσιοι λέκτροιο παλαιοῦ θεσμὸν ἵκοντο·
   
Verse: 297    
αὐτὰρ Τηλέμαχος καὶ βουκόλος ἠδὲ συβώτης
Verse: 298    
παῦσαν ἄρ' ὀρχηθμοῖο πόδας, παῦσαν δὲ γυναῖκας,
Verse: 299    
αὐτοὶ δ' εὐνάζοντο κατὰ μέγαρα σκιόεντα.

Verse: 300       
τὼ δ' ἐπεὶ οὖν ϕιλότητος ἐταρπήτην ἐρατεινῆς,
Verse: 301    
τερπέσθην μύθοισι, πρὸς ἀλλήλους ἐνέποντε,
Verse: 302    
μὲν ὅσ' ἐν μεγάροισιν ἀνέσχετο δῖα γυναικῶν,
Verse: 303    
ἀνδρῶν μνηστήρων ἐσορῶσ' ἀίδηλον ὅμιλον,
Verse: 304    
οἳ ἕθεν εἵνεκα πολλά, βόας καὶ ἴϕια μῆλα,
Verse: 305    
ἔσϕαζον, πολλὸς δὲ πίθων ἠϕύσσετο οἶνος:
Verse: 306    
αὐτὰρ Διογενὴς ᾽Οδυσεύς, ὅσα κήδε' ἔθηκεν
Verse: 307    
ἀνθρώποις ὅσα τ' αὐτὸς ὀιζύσας ἐμόγησε,
Verse: 308    
πάντ' ἔλεγ δ' ἄρ' ἐτέρπετ' ἀκούουσ', οὐδέ οἱ ὕπνος
Verse: 309    
πῖπτεν ἐπὶ βλεϕάροισι πάρος καταλέξαι ἅπαντα.

Verse: 310       
ἤρξατο δ' ὡς πρῶτον Κίκονας δάμασ', αὐτὰρ ἔπειτα
Verse: 311    
ἦλθεν Λωτοϕάγων ἀνδρῶν πίειραν ἄρουραν·
Verse: 312    
ἠδ' ὅσα Κύκλωψ ἕρξε, καὶ ὡς ἀπετίσατο ποινὴν
Verse: 313    
ἰϕθίμων ἑτάρων, ουἠς ἤσθιεν οὐδ' ἐλέαιρεν·
Verse: 314    
ἠδ' ὡς Αἰόλον ἵκεθ', μιν πρόϕρων ὑπέδεκτο
Verse: 315    
καὶ πέμπ', ου 'δέ πω αἶσα ϕίλην ἐς πατρίδ' ἱκέσθαι
Verse: 316    
ἤην, ἀλλά μιν αὖτις ἀναρπάξασα θύελλα
Verse: 317    
πόντον ἐπ' ἰχθυόεντα ϕέρεν βαρέα στενάχοντα·
Verse: 318    
ἠδ' ὡς Τηλέπυλον Λαιστρυγονίην ἀϕίκανεν,
Verse: 319    
οἳ νῆάς τ' ὄλεσαν καὶ ἐυὴκνήμιδας ἑταίρους.
Verse: 321    
καὶ Κίρκης κατέλεξε δόλον πολυμηχανίην τε,
Verse: 322    
ἠδ' ὡς εἰς ᾽Αίδεω δόμον ἤλυθεν εὐρώεντα,
Verse: 323    
ψυχῇ χρησόμενος Θηβαίου Τειρεσίαο,
Verse: 324    
νηὶ πολυκλήιδι, καὶ εἴσιδε πάντας ἑταίρους
Verse: 325    
μητέρα θ', μιν ἔτικτε καὶ ἔτρεϕε τυτθὸν ἐόντα·
Verse: 326    
ἠδ' ὡς Σειρήνων ἁδινάων ϕθόγγον ἄκουσεν,
Verse: 327    
ὥς θ' ἵκετο Πλαγκτὰς πέτρας δεινήν τε Χάρυβδιν
Verse: 328    
Σκύλλην θ', ἣν οὐ πώποτ' ἀκήριοι ἄνδρες ἄλυξαν·
Verse: 329    
ἠδ' ὡς ᾽Ηελίοιο βόας κατέπεϕνον ἑταῖροι·
Verse: 330    
ἠδ' ὡς νῆα θοὴν ἔβαλε ψολόεντι κεραυνῷ
Verse: 331    
Ζεὺς ὑψιβρεμέτης, ἀπὸ δ' ἔϕθιθεν ἐσθλοὶ ἑταῖροι
Verse: 332    
πάντες ὁμῶς, αὐτὸς δὲ κακὰς ὑπὸ κῆρας ἄλυξεν·
Verse: 333    
ὥς θ' ἵκετ' ᾽Ωγυγίην νῆσον Νύμϕην τε Καλυψώ,
Verse: 334    
δή μιν κατέρυκε λιλαιομένη πόσιν εἶναι
Verse: 335    
ἐν σπέεσι γλαϕυροῖσι, καὶ ἔτρεϕεν ἠδὲ ἔϕασκε
Verse: 336    
θήσειν ἀθάνατον καὶ ἀγήρων ἤματα πάντα·
Verse: 337    
ἀλλὰ τοῦ οὔ ποτε θυμὸν ἐνὶ στήθεσσιν ἔπειθεν·
Verse: 338    
ἠδ' ὡς ἐς Φαίηκας ἀϕίκετο πολλὰ μογήσας,
Verse: 339    
οἳ δή μιν περὶ κῆρι θεὸν ὣς τιμήσαντο
Verse: 340    
καὶ πέμψαν σὺν νηὶ ϕίλην ἐς πατρίδα γαῖαν,
Verse: 341    
χαλκόν τε χρυσόν τε ἅλις ἐσθῆτά τε δόντες.
Verse: 342    
τοῦτ' ἄρα δεύτατον εἶπεν ἔπος, ὅτε οἱ γλυκὺς ὕπνος
Verse: 343    
λυσιμελὴς ἐπόρουσε λύων μελεδήματα θυμοῦ.

Verse: 344       
δ' αὖτ' ἄλλ' ἐνόησε θεὰ γλαυκῶπις ᾽Αθήνη·
Verse: 345    
ὁππότε δή ' ᾽Οδυσῆα ἐέλπετο ὃν κατὰ θυμὸν
Verse: 346    
εὐνῆς ἧς ἀλόχου ταρπήμεναι ἠδὲ καὶ ὕπνου,
Verse: 347    
αὐτίκ' ἀπ' ᾽Ωκεανοῦ χρυσόθρονον ἠριγένειαν
Verse: 348    
ὦρσεν, ἵν' ἀνθρώποισι ϕόως ϕέροι. ὦρτο δ' ᾽Οδυσσεὺς
Verse: 349    
εὐνῆς ἐκ μαλακῆς, ἀλόχῳ δ' ἐπὶ μῦθον ἔτελλεν·

Verse: 350       
"ὦ γύναι, ἤδη μὲν πολέων κεκορήμεθ' ἀέθλων
Verse: 351    
ἀμϕοτέρω, σὺ μὲν ἐνθάδ' ἐμὸν πολυκηδέα νόστον
Verse: 352    
κλαίουσαὐτὰρ ἐμὲ Ζεὺς ἄλγεσι καὶ θεοὶ ἄλλοι
Verse: 353    
ἱέμενον πεδάασκον ἐμῆς ἀπὸ πατρίδος αἴης.
Verse: 354    
νῦν δ' ἐπεὶ ἀμϕοτέρω πολυήρατον ἱκόμεθ' εὐνήν,
Verse: 355    
κτήματα μέν, τά μοί ἐστι, κομιζέμεν ἐν μεγάροισι,
Verse: 356    
μῆλα δ', μοι μνηστῆρες ὑπερϕίαλοι κατέκειραν,
Verse: 357    
πολλὰ μὲν αὐτὸς ἐγὼ ληίσσομαι, ἄλλα δ' ᾽Αχαιοὶ
Verse: 358    
δώσουσ', εἰς κε πάντας ἐνιπλήσωσιν ἐπαύλους.
Verse: 359    
ἀλλ' ἤτοι μὲν ἐγὼ πολυδένδρεον ἀγρὸν ἄπειμι,
Verse: 360    
ὀψόμενος πατέρ' ἐσθλόν, μοι πυκινῶς ἀκάχηται·
Verse: 361    
σοὶ δέ, γύναι, τάδ' ἐπιτέλλω πινυτῇ περ ἐούσῃ·
Verse: 362    
αὐτίκα γὰ ϕάτις εἶσιν ἅμ' ἠελίῳ ἀνιόντι
Verse: 363    
ἀνδρῶν ρ μνηστήρων, ουἠς ἔκτανον ἐν μεγάροισιν·
Verse: 364    
εἰς ὑπερῷ' ἀναβᾶσα σὺν ἀμϕιπόλοισι γυναιξὶν
Verse: 365    
ἧσθαι, μηδέ τινα προτιόσσεο μηδ' ἐρέεινε."

Verse: 366       
ῥα καὶ ἀμϕ' ὤμοισιν ἐδύσετο τεύχεα καλά,
Verse: 367    
ὦρσε δὲ Τηλέμαχον καὶ βουκόλον ἠδὲ συβώτην,
Verse: 368    
πάντας δ' ἔντε' ἄνωγεν ᾽Αρήια χερσὶν ἑλέσθαι.
Verse: 369    
οἱ δέ οἱ οὐκ ἀπίθησαν, ἐθωρήσσοντο δὲ χαλκῷ,
Verse: 370    
ὤιξαν δὲ θύρας, ἐκ δ' ἤιον· ἦρχε δ' ᾽Οδυσσεύς.
Verse: 371    
ἤδη μὲν ϕάος ἦεν ἐπὶ χθόνα, τοὺς δ' ἄρ' ᾽Αθήνη
Verse: 372    
νυκτὶ κατακρύψασα θοῶς ἐξῆγε πόληος.



Next part



This text is part of the TITUS edition of Homer, Odyssee.

Copyright TITUS Project, Frankfurt a/M, 30.11.2024. No parts of this document may be republished in any form without prior permission by the copyright holder.