TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 1021
Previous part

Chapter: 34 
Verse: 1    Προσαγάγετε, ἔϑνη, καὶ ἀκούσατε, ἄρχοντες· ἀκουσάτω γῆ καὶ οἱ ἐν αὐτῇ, οἰκουμένη καὶ λαὸς ἐν αὐτῇ.
Verse: 2    
διότι ϑυμὸς κυρίου ἐπὶ πάντα τὰ ἔϑνη καὶ ὀργὴ ἐπὶ τὸν ἀριϑμὸν αὐτῶν τοῦ ἀπολέσαι αὐτοὺς καὶ παραδοῦναι αὐτοὺς εἰς σϕαγήν.
Verse: 3    
οἱ δὲ τραυματίαι αὐτῶν ῥιϕήσονται καὶ οἱ νεκροί, καὶ ἀναβήσεται αὐτῶν ὀσμή, καὶ βραχήσεται τὰ ὄρη ἀπὸ τοῦ αἵματος αὐτῶν.
Verse: 4    
καὶ ἑλιγήσεται οὐρανὸς ὡς βιβλίον, καὶ πάντα τὰ ἄστρα πεσεῖται ὡς ϕύλλα ἐξ ἀμπέλου καὶ ὡς πίπτει ϕύλλα ἀπὸ συκῆς.
Verse: 5    
ἐμεϑύσϑη μάχαιρά μου ἐν τῷ οὐρανῷ· ἰδοὺ ἐπὶ τὴν Ιδουμαίαν καταβήσεται καὶ ἐπὶ τὸν λαὸν τῆς ἀπωλείας μετὰ κρίσεως.
Verse: 6    
μάχαιρα κυρίου ἐνεπλήσϑη αἵματος, ἐπαχύνϑη ἀπὸ στέατος ἀρνῶν καὶ ἀπὸ στέατος τράγων καὶ κριῶν· ὅτι ϑυσία κυρίῳ ἐν Βοσορ καὶ σϕαγὴ μεγάλη ἐν τῇ Ιδουμαίᾳ.
Verse: 7    
καὶ συμπεσοῦνται οἱ ἁδροὶ μετ' αὐτῶν καὶ οἱ κριοὶ καὶ οἱ ταῦροι, καὶ μεϑυσϑήσεται γῆ ἀπὸ τοῦ αἵματος καὶ ἀπὸ τοῦ στέατος αὐτῶν ἐμπλησϑήσεται.
Verse: 8    
ἡμέρα γὰρ κρίσεως κυρίου καὶ ἐνιαυτὸς ἀνταποδόσεως κρίσεως Σιων.
Verse: 9    
καὶ στραϕήσονται αὐτῆς αἱ ϕάραγγες εἰς πίσσαν καὶ γῆ αὐτῆς εἰς ϑεῖον, καὶ ἔσται αὐτῆς γῆ καιομένη ὡς πίσσα
Verse: 10    
νυκτὸς καὶ ἡμέρας καὶ οὐ σβεσϑήσεται εἰς τὸν αἰῶνα χρόνον, καὶ ἀναβήσεται καπνὸς αὐτῆς ἄνω· εἰς γενεὰς ἐρημωϑήσεται καὶ εἰς χρόνον πολύν.
Verse: 11    
καὶ κατοικήσουσιν ἐν αὐτῇ ὄρνεα καὶ ἐχῖνοι καὶ ἴβεις καὶ κόρακες, καὶ ἐπιβληϑήσεται ἐπ' αὐτὴν σπαρτίον γεωμετρίας ἐρήμου, καὶ ὀνοκένταυροι οἰκήσουσιν ἐν αὐτῇ.
Verse: 12    
οἱ ἄρχοντες αὐτῆς οὐκ ἔσονται· οἱ γὰρ βασιλεῖς αὐτῆς καὶ οἱ ἄρχοντες αὐτῆς καὶ οἱ μεγιστᾶνες αὐτῆς ἔσονται εἰς ἀπώλειαν.
Verse: 13    
καὶ ἀναϕύσει εἰς τὰς πόλεις αὐτῶν ἀκάνϑινα ξύλα καὶ εἰς τὰ ὀχυρώματα αὐτῆς, καὶ ἔσται ἔπαυλις σειρήνων καὶ αὐλὴ στρουϑῶν.
Verse: 14    
καὶ συναντήσουσιν δαιμόνια ὀνοκενταύροις καὶ βοήσουσιν ἕτερος πρὸς τὸν ἕτερον· ἐκεῖ ἀναπαύσονται ὀνοκένταυροι, εὗρον γὰρ αὑτοῖς ἀνάπαυσιν.
Verse: 15    
ἐκεῖ ἐνόσσευσεν ἐχῖνος, καὶ ἔσωσεν γῆ τὰ παιδία αὐτῆς μετὰ ἀσϕαλείας· ἐκεῖ ἔλαϕοι συνήντησαν καὶ εἶδον τὰ πρόσωπα ἀλλήλων·
Verse: 16    
ἀριϑμῷ παρῆλϑον, καὶ μία αὐτῶν οὐκ ἀπώλετο, ἑτέρα τὴν ἑτέραν οὐκ ἐζήτησαν· ὅτι κύριος ἐνετείλατο αὐτοῖς, καὶ τὸ πνεῦμα αὐτοῦ συνήγαγεν αὐτάς.
Verse: 17    
καὶ αὐτὸς ἐπιβαλεῖ αὐτοῖς κλήρους, καὶ χεὶρ αὐτοῦ διεμέρισεν βόσκεσϑαι· εἰς τὸν αἰῶνα χρόνον κληρονομήσετε, εἰς γενεὰς γενεῶν ἀναπαύσονται ἐπ' αὐτῆς.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.