TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 1022
Previous part

Chapter: 35 
Verse: 1    Εὐϕράνθητι, ἔρημος διψῶσα, ἀγαλλιάσθω ἔρημος καὶ ἀνθείτω ὡς κρίνον,
Verse: 2    
καὶ ἐξανθήσει καὶ ἀγαλλιάσεται τὰ ἔρημα τοῦ Ιορδάνου· καὶ δόξα τοῦ Λιβάνου ἐδόθη αὐτῇ καὶ τιμὴ τοῦ Καρμήλου, καὶ λαός μου ὄψεται τὴν δόξαν κυρίου καὶ τὸ ὕψος τοῦ θεοῦ.
Verse: 3    
ἰσχύσατε, χεῖρες ἀνειμέναι καὶ γόνατα παραλελυμένα·
Verse: 4    
παρακαλέσατε, οἱ ὀλιγόψυχοι τῇ διανοίᾳ· ἰσχύσατε, μὴ ϕοβεῖσθε· ἰδοὺ θεὸς ἡμῶν κρίσιν ἀνταποδίδωσιν καὶ ἀνταποδώσει, αὐτὸς ἥξει καὶ σώσει ἡμᾶς.
Verse: 5    
τότε ἀνοιχθήσονται ὀϕθαλμοὶ τυϕλῶν, καὶ ὦτα κωϕῶν ἀκούσονται.
Verse: 6    
τότε ἁλεῖται ὡς ἔλαϕος χωλός, καὶ τρανὴ ἔσται γλῶσσα μογιλάλων, ὅτι ἐρράγη ἐν τῇ ἐρήμῳ ὕδωρ καὶ ϕάραγξ ἐν γῇ διψώσῃ,
Verse: 7    
καὶ ἄνυδρος ἔσται εἰς ἕλη, καὶ εἰς τὴν διψῶσαν γῆν πηγὴ ὕδατος ἔσται· ἐκεῖ εὐϕροσύνη ὀρνέων, ἔπαυλις καλάμου καὶ ἕλη.
Verse: 8    
ἐκεῖ ἔσται ὁδὸς καθαρὰ καὶ ὁδὸς ἁγία κληθήσεται, καὶ οὐ μὴ παρέλθῃ ἐκεῖ ἀκάθαρτος, οὐδὲ ἔσται ἐκεῖ ὁδὸς ἀκάθαρτος· οἱ δὲ διεσπαρμένοι πορεύσονται ἐπ' αὐτῆς καὶ οὐ μὴ πλανηθῶσιν.
Verse: 9    
καὶ οὐκ ἔσται ἐκεῖ λέων, οὐδὲ τῶν θηρίων τῶν πονηρῶν οὐ μὴ ἀναβῇ ἐπ' αὐτὴν οὐδὲ μὴ εὑρεθῇ ἐκεῖ, ἀλλὰ πορεύσονται ἐν αὐτῇ λελυτρωμένοι.
Verse: 10    
καὶ συνηγμένοι διὰ κύριον ἀποστραϕήσονται καὶ ἥξουσιν εἰς Σιων μετ' εὐϕροσύνης, καὶ εὐϕροσύνη αἰώνιος ὑπὲρ κεϕαλῆς αὐτῶν· ἐπὶ γὰρ κεϕαλῆς αὐτῶν αἴνεσις καὶ ἀγαλλίαμα, καὶ εὐϕροσύνη καταλήμψεται αὐτούς, ἀπέδρα ὀδύνη καὶ λύπη καὶ στεναγμός.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.