TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 1026
Previous part

Chapter: 39 
Verse: 1    ᾽Εν τῷ καιρῷ ἐκείνῳ ἀπέστειλεν Μαρωδαχ υἱὸς τοῦ Λααδαν βασιλεὺς τῆς Βαβυλωνίας ἐπιστολὰς καὶ πρέσβεις καὶ δῶρα Εζεκια· ἤκουσεν γὰρ ὅτι ἐμαλακίσϑη ἕως ϑανάτου καὶ ἀνέστη.
Verse: 2    
καὶ ἐχάρη ἐπ' αὐτοῖς Εζεκιας χαρὰν μεγάλην καὶ ἔδειξεν αὐτοῖς τὸν οἶκον τοῦ νεχωϑα καὶ τῆς στακτῆς καὶ τῶν ϑυμιαμάτων καὶ τοῦ μύρου καὶ τοῦ ἀργυρίου καὶ τοῦ χρυσίου καὶ πάντας τοὺς οἴκους τῶν σκευῶν τῆς γάζης καὶ πάντα, ὅσα ἦν ἐν τοῖς ϑησαυροῖς αὐτοῦ· καὶ οὐκ ἦν οὐϑέν, οὐκ ἔδειξεν Εζεκιας ἐν τῷ οἴκῳ αὐτοῦ.
Verse: 3    
καὶ ἦλϑεν Ησαιας προϕήτης πρὸς τὸν βασιλέα Εζεκιαν καὶ εἶπεν πρὸς αὐτόν Τί λέγουσιν οἱ ἄνϑρωποι οὗτοι καὶ πόϑεν ἥκασιν πρὸς σέ; καὶ εἶπεν Εζεκιας ᾽Εκ γῆς πόρρωϑεν ἥκασιν πρός με, ἐκ Βαβυλῶνος.
Verse: 4    
καὶ εἶπεν Ησαιας Τί εἴδοσαν ἐν τῷ οἴκῳ σου; καὶ εἶπεν Εζεκιας Πάντα τὰ ἐν τῷ οἴκῳ μου εἴδοσαν, καὶ οὐκ ἔστιν ἐν τῷ οἴκῳ μου οὐκ εἴδοσαν, ἀλλὰ καὶ τὰ ἐν τοῖς ϑησαυροῖς μου.
Verse: 5    
καὶ εἶπεν αὐτῷ Ησαιας ῎Ακουσον τὸν λόγον κυρίου σαβαωϑ
Verse: 6    
᾽Ιδοὺ ἡμέραι ἔρχονται, λέγει κύριος, καὶ λήμψονται πάντα τὰ ἐν τῷ οἴκῳ σου, καὶ ὅσα συνήγαγον οἱ πατέρες σου ἕως τῆς ἡμέρας ταύτης, εἰς Βαβυλῶνα ἥξει, καὶ οὐδὲν οὐ μὴ καταλίπωσιν· εἶπεν δὲ ϑεὸς
Verse: 7    
ὅτι καὶ ἀπὸ τῶν τέκνων σου, ὧν ἐγέννησας, λήμψονται καὶ ποιήσουσιν σπάδοντας ἐν τῷ οἴκῳ τοῦ βασιλέως τῶν Βαβυλωνίων.
Verse: 8    
καὶ εἶπεν Εζεκιας πρὸς Ησαιαν ᾽Αγαϑὸς λόγος κυρίου, ὃν ἐλάλησεν· γενέσϑω δὴ εἰρήνη καὶ δικαιοσύνη ἐν ταῖς ἡμέραις μου.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.