TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 1027
Previous part

Chapter: 40 
Verse: 1    Παρακαλεῖτε παρακαλεῖτε τὸν λαόν μου, λέγει θεός.
Verse: 2    
ἱερεῖς, λαλήσατε εἰς τὴν καρδίαν Ιερουσαλημ, παρακαλέσατε αὐτήν· ὅτι ἐπλήσθη ταπείνωσις αὐτῆς, λέλυται αὐτῆς ἁμαρτία· ὅτι ἐδέξατο ἐκ χειρὸς κυρίου διπλᾶ τὰ ἁμαρτήματα αὐτῆς.
Verse: 3    
ϕωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ ῾Ετοιμάσατε τὴν ὁδὸν κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους τοῦ θεοῦ ἡμῶν·
Verse: 4    
πᾶσα ϕάραγξ πληρωθήσεται καὶ πᾶν ὄρος καὶ βουνὸς ταπεινωθήσεται, καὶ ἔσται πάντα τὰ σκολιὰ εἰς εὐθεῖαν καὶ τραχεῖα εἰς πεδία·
Verse: 5    
καὶ ὀϕθήσεται δόξα κυρίου, καὶ ὄψεται πᾶσα σὰρξ τὸ σωτήριον τοῦ θεοῦ· ὅτι κύριος ἐλάλησεν.
Verse: 6    
ϕωνὴ λέγοντος Βόησον· καὶ εἶπα Τί βοήσω; Πᾶσα σὰρξ χόρτος, καὶ πᾶσα δόξα ἀνθρώπου ὡς ἄνθος χόρτου·
Verse: 7    
ἐξηράνθη χόρτος, καὶ τὸ ἄνθος ἐξέπεσεν,
Verse: 8    
τὸ δὲ ῥῆμα τοῦ θεοῦ ἡμῶν μένει εἰς τὸν αἰῶνα.
Verse: 9    
ἐπ' ὄρος ὑψηλὸν ἀνάβηθι, εὐαγγελιζόμενος Σιων· ὕψωσον τῇ ἰσχύι τὴν ϕωνήν σου, εὐαγγελιζόμενος Ιερουσαλημ· ὑψώσατε, μὴ ϕοβεῖσθε· εἰπὸν ταῖς πόλεσιν Ιουδα ᾽Ιδοὺ θεὸς ὑμῶν.
Verse: 10    
ἰδοὺ κύριος μετὰ ἰσχύος ἔρχεται καὶ βραχίων μετὰ κυριείας, ἰδοὺ μισθὸς αὐτοῦ μετ' αὐτοῦ καὶ τὸ ἔργον ἐναντίον αὐτοῦ.
Verse: 11    
ὡς ποιμὴν ποιμανεῖ τὸ ποίμνιον αὐτοῦ καὶ τῷ βραχίονι αὐτοῦ συνάξει ἄρνας καὶ ἐν γαστρὶ ἐχούσας παρακαλέσει.
Verse: 12    
Τίς ἐμέτρησεν τῇ χειρὶ τὸ ὕδωρ καὶ τὸν οὐρανὸν σπιθαμῇ καὶ πᾶσαν τὴν γῆν δρακί; τίς ἔστησεν τὰ ὄρη σταθμῷ καὶ τὰς νάπας ζυγῷ;
Verse: 13    
τίς ἔγνω νοῦν κυρίου, καὶ τίς αὐτοῦ σύμβουλος ἐγένετο, ὃς συμβιβᾷ αὐτόν;
Verse: 14    
πρὸς τίνα συνεβουλεύσατο καὶ συνεβίβασεν αὐτόν; τίς ἔδειξεν αὐτῷ κρίσιν; ὁδὸν συνέσεως τίς ἔδειξεν αὐτῷ;
Verse: 15    
εἰ πάντα τὰ ἔθνη ὡς σταγὼν ἀπὸ κάδου καὶ ὡς ῥοπὴ ζυγοῦ ἐλογίσθησαν, καὶ ὡς σίελος λογισθήσονται·
Verse: 16    
δὲ Λίβανος οὐχ ἱκανὸς εἰς καῦσιν, καὶ πάντα τὰ τετράποδα οὐχ ἱκανὰ εἰς ὁλοκάρπωσιν,
Verse: 17    
καὶ πάντα τὰ ἔθνη ὡς οὐδέν εἰσι καὶ εἰς οὐθὲν ἐλογίσθησαν.
Verse: 18    
τίνι ὡμοιώσατε κύριον καὶ τίνι ὁμοιώματι ὡμοιώσατε αὐτόν;
Verse: 19    
μὴ εἰκόνα ἐποίησεν τέκτων, χρυσοχόος χωνεύσας χρυσίον περιεχρύσωσεν αὐτόν, ὁμοίωμα κατεσκεύασεν αὐτόν;
Verse: 20    
ξύλον γὰρ ἄσηπτον ἐκλέγεται τέκτων καὶ σοϕῶς ζητεῖ πῶς στήσει αὐτοῦ εἰκόνα καὶ ἵνα μὴ σαλεύηται.
Verse: 21    
οὐ γνώσεσθε; οὐκ ἀκούσεσθε; οὐκ ἀνηγγέλη ἐξ ἀρχῆς ὑμῖν; οὐκ ἔγνωτε τὰ θεμέλια τῆς γῆς;
Verse: 22    
κατέχων τὸν γῦρον τῆς γῆς, καὶ οἱ ἐνοικοῦντες ἐν αὐτῇ ὡς ἀκρίδες, στήσας ὡς καμάραν τὸν οὐρανὸν καὶ διατείνας ὡς σκηνὴν κατοικεῖν,
Verse: 23    
διδοὺς ἄρχοντας εἰς οὐδὲν ἄρχειν, τὴν δὲ γῆν ὡς οὐδὲν ἐποίησεν.
Verse: 24    
οὐ γὰρ μὴ σπείρωσιν οὐδὲ μὴ ϕυτεύσωσιν, οὐδὲ μὴ ῥιζωθῇ εἰς τὴν γῆν ῥίζα αὐτῶν· ἔπνευσεν ἐπ' αὐτοὺς καὶ ἐξηράνθησαν, καὶ καταιγὶς ὡς ϕρύγανα ἀναλήμψεται αὐτούς.
Verse: 25    
νῦν οὖν τίνι με ὡμοιώσατε καὶ ὑψωθήσομαι; εἶπεν ἅγιος.
Verse: 26    
ἀναβλέψατε εἰς ὕψος τοὺς ὀϕθαλμοὺς ὑμῶν καὶ ἴδετε· τίς κατέδειξεν πάντα ταῦτα; ἐκϕέρων κατὰ ἀριθμὸν τὸν κόσμον αὐτοῦ πάντας ἐπ' ὀνόματι καλέσει· ἀπὸ πολλῆς δόξης καὶ ἐν κράτει ἰσχύος οὐδέν σε ἔλαθεν.
Verse: 27    
Μὴ γὰρ εἴπῃς, Ιακωβ, καὶ τί ἐλάλησας, Ισραηλ ᾽Απεκρύβη ὁδός μου ἀπὸ τοῦ θεοῦ, καὶ θεός μου τὴν κρίσιν ἀϕεῖλεν καὶ ἀπέστη;
Verse: 28    
καὶ νῦν οὐκ ἔγνως εἰ μὴ ἤκουσας; θεὸς αἰώνιος θεὸς κατασκευάσας τὰ ἄκρα τῆς γῆς, οὐ πεινάσει οὐδὲ κοπιάσει, οὐδὲ ἔστιν ἐξεύρεσις τῆς ϕρονήσεως αὐτοῦ·
Verse: 29    
διδοὺς τοῖς πεινῶσιν ἰσχὺν καὶ τοῖς μὴ ὀδυνωμένοις λύπην.
Verse: 30    
πεινάσουσιν γὰρ νεώτεροι, καὶ κοπιάσουσιν νεανίσκοι, καὶ ἐκλεκτοὶ ἀνίσχυες ἔσονται·
Verse: 31    
οἱ δὲ ὑπομένοντες τὸν θεὸν ἀλλάξουσιν ἰσχύν, πτεροϕυήσουσιν ὡς ἀετοί, δραμοῦνται καὶ οὐ κοπιάσουσιν, βαδιοῦνται καὶ οὐ πεινάσουσιν.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.