TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 1077
Previous part

Chapter: 24 
Verse: 1    ῎Εδειξέν μοι κύριος δύο καλάϑους σύκων κειμένους κατὰ πρόσωπον ναοῦ κυρίου μετὰ τὸ ἀποικίσαι Ναβουχοδονοσορ βασιλέα Βαβυλῶνος τὸν Ιεχονιαν υἱὸν Ιωακιμ βασιλέα Ιουδα καὶ τοὺς ἄρχοντας καὶ τοὺς τεχνίτας καὶ τοὺς δεσμώτας καὶ τοὺς πλουσίους ἐξ Ιερουσαλημ καὶ ἤγαγεν αὐτοὺς εἰς Βαβυλῶνα·
Verse: 2    
κάλαϑος εἷς σύκων χρηστῶν σϕόδρα ὡς τὰ σῦκα τὰ πρόιμα, καὶ κάλαϑος ἕτερος σύκων πονηρῶν σϕόδρα, οὐ βρωϑήσεται ἀπὸ πονηρίας αὐτῶν.
Verse: 3    
καὶ εἶπεν κύριος πρός με Τί σὺ ὁρᾷς, Ιερεμια; καὶ εἶπα Σῦκα· τὰ χρηστὰ χρηστὰ λίαν, καὶ τὰ πονηρὰ πονηρὰ λίαν, οὐ βρωϑήσεται ἀπὸ πονηρίας αὐτῶν.
Verse: 4    
καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων
Verse: 5    
Τάδε λέγει κύριος ϑεὸς Ισραηλ ῾Ως τὰ σῦκα τὰ χρηστὰ ταῦτα, οὕτως ἐπιγνώσομαι τοὺς ἀποικισϑέντας Ιουδα, οὓς ἐξαπέσταλκα ἐκ τοῦ τόπου τούτου εἰς γῆν Χαλδαίων εἰς ἀγαϑά.
Verse: 6    
καὶ στηριῶ τοὺς ὀϕϑαλμούς μου ἐπ' αὐτοὺς εἰς ἀγαϑὰ καὶ ἀποκαταστήσω αὐτοὺς εἰς τὴν γῆν ταύτην εἰς ἀγαϑὰ καὶ ἀνοικοδομήσω αὐτοὺς καὶ οὐ μὴ καϑελῶ καὶ καταϕυτεύσω αὐτοὺς καὶ οὐ μὴ ἐκτίλω·
Verse: 7    
καὶ δώσω αὐτοῖς καρδίαν τοῦ εἰδέναι αὐτοὺς ἐμὲ ὅτι ἐγώ εἰμι κύριος, καὶ ἔσονταί μοι εἰς λαόν, καὶ ἐγὼ ἔσομαι αὐτοῖς εἰς ϑεόν, ὅτι ἐπιστραϕήσονται ἐπ' ἐμὲ ἐξ ὅλης τῆς καρδίας αὐτῶν.
Verse: 8    
καὶ ὡς τὰ σῦκα τὰ πονηρά, οὐ βρωϑήσεται ἀπὸ πονηρίας αὐτῶν, τάδε λέγει κύριος, οὕτως παραδώσω τὸν Σεδεκιαν βασιλέα Ιουδα καὶ τοὺς μεγιστᾶνας αὐτοῦ καὶ τὸ κατάλοιπον Ιερουσαλημ τοὺς ὑπολελειμμένους ἐν τῇ γῇ ταύτῃ καὶ τοὺς κατοικοῦντας ἐν Αἰγύπτῳ·
Verse: 9    
καὶ δώσω αὐτοὺς εἰς διασκορπισμὸν εἰς πάσας τὰς βασιλείας τῆς γῆς, καὶ ἔσονται εἰς ὀνειδισμὸν καὶ εἰς παραβολὴν καὶ εἰς μῖσος καὶ εἰς κατάραν ἐν παντὶ τόπῳ, οὗ ἐξῶσα αὐτοὺς ἐκεῖ·
Verse: 10    
καὶ ἀποστελῶ εἰς αὐτοὺς τὸν λιμὸν καὶ τὸν ϑάνατον καὶ τὴν μάχαιραν, ἕως ἂν ἐκλίπωσιν ἀπὸ τῆς γῆς, ἧς ἔδωκα αὐτοῖς.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.