TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 1078
Previous part

Chapter: 25 
Verse: 1    ῾Ο λόγος γενόμενος πρὸς Ιερεμιαν ἐπὶ πάντα τὸν λαὸν Ιουδα ἐν τῷ ἔτει τῷ τετάρτῳ τοῦ Ιωακιμ υἱοῦ Ιωσια βασιλέως Ιουδα,
Verse: 2    
ὃν ἐλάλησεν πρὸς πάντα τὸν λαὸν Ιουδα καὶ πρὸς τοὺς κατοικοῦντας Ιερουσαλημ λέγων
Verse: 3    
ἐν τρισκαιδεκάτῳ ἔτει Ιωσια υἱοῦ Αμως βασιλέως Ιουδα καὶ ἕως τῆς ἡμέρας ταύτης εἴκοσι καὶ τρία ἔτη καὶ ἐλάλησα πρὸς ὑμᾶς ὀρϑρίζων καὶ λέγων
Verse: 4    
καὶ ἀπέστελλον πρὸς ὑμᾶς τοὺς δούλους μου τοὺς προϕήτας ὄρϑρου ἀποστέλλων, καὶ οὐκ εἰσηκούσατε καὶ οὐ προσέσχετε τοῖς ὠσὶν ὑμῶν,
Verse: 5    
λέγων ᾽Αποστράϕητε ἕκαστος ἀπὸ τῆς ὁδοῦ αὐτοῦ τῆς πονηρᾶς καὶ ἀπὸ τῶν πονηρῶν ἐπιτηδευμάτων ὑμῶν, καὶ κατοικήσετε ἐπὶ τῆς γῆς, ἧς ἔδωκα ὑμῖν καὶ τοῖς πατράσιν ὑμῶν ἀπ' αἰῶνος καὶ ἕως αἰῶνος·
Verse: 6    
μὴ πορεύεσϑε ὀπίσω ϑεῶν ἀλλοτρίων τοῦ δουλεύειν αὐτοῖς καὶ τοῦ προσκυνεῖν αὐτοῖς, ὅπως μὴ παροργίζητέ με ἐν τοῖς ἔργοις τῶν χειρῶν ὑμῶν τοῦ κακῶσαι ὑμᾶς.
Verse: 7    
καὶ οὐκ ἠκούσατέ μου.
Verse: 8    
διὰ τοῦτο τάδε λέγει κύριος ᾽Επειδὴ οὐκ ἐπιστεύσατε τοῖς λόγοις μου,
Verse: 9    
ἰδοὺ ἐγὼ ἀποστέλλω καὶ λήμψομαι τὴν πατριὰν ἀπὸ βορρᾶ καὶ ἄξω αὐτοὺς ἐπὶ τὴν γῆν ταύτην καὶ ἐπὶ τοὺς κατοικοῦντας αὐτὴν καὶ ἐπὶ πάντα τὰ ἔϑνη τὰ κύκλῳ αὐτῆς καὶ ἐξερημώσω αὐτοὺς καὶ δώσω αὐτοὺς εἰς ἀϕανισμὸν καὶ εἰς συριγμὸν καὶ εἰς ὀνειδισμὸν αἰώνιον·
Verse: 10    
καὶ ἀπολῶ ἀπ' αὐτῶν ϕωνὴν χαρᾶς καὶ ϕωνὴν εὐϕροσύνης, ϕωνὴν νυμϕίου καὶ ϕωνὴν νύμϕης, ὀσμὴν μύρου καὶ ϕῶς λύχνου.
Verse: 11    
καὶ ἔσται πᾶσα γῆ εἰς ἀϕανισμόν, καὶ δουλεύσουσιν ἐν τοῖς ἔϑνεσιν ἑβδομήκοντα ἔτη.
Verse: 12    
καὶ ἐν τῷ πληρωϑῆναι τὰ ἑβδομήκοντα ἔτη ἐκδικήσω τὸ ἔϑνος ἐκεῖνο, ϕησὶν κύριος, καὶ ϑήσομαι αὐτοὺς εἰς ἀϕανισμὸν αἰώνιον·
Verse: 13    
καὶ ἐπάξω ἐπὶ τὴν γῆν ἐκείνην πάντας τοὺς λόγους μου, οὓς ἐλάλησα κατ' αὐτῆς, πάντα τὰ γεγραμμένα ἐν τῷ βιβλίῳ τούτῳ.
Verse: 14    
῝Α ἐπροϕήτευσεν Ιερεμιας ἐπὶ τὰ ἔϑνη τὰ Αιλαμ.
Verse: 15    
Τάδε λέγει κύριος Συντριβήτω τὸ τόξον Αιλαμ, ἀρχὴ δυναστείας αὐτῶν.
Verse: 16    
καὶ ἐπάξω ἐπὶ Αιλαμ τέσσαρας ἀνέμους ἐκ τῶν τεσσάρων ἄκρων τοῦ οὐρανοῦ καὶ διασπερῶ αὐτοὺς ἐν πᾶσιν τοῖς ἀνέμοις τούτοις, καὶ οὐκ ἔσται ἔϑνος, οὐχ ἥξει ἐκεῖ οἱ ἐξωσμένοι Αιλαμ.
Verse: 17    
καὶ πτοήσω αὐτοὺς ἐναντίον τῶν ἐχϑρῶν αὐτῶν τῶν ζητούντων τὴν ψυχὴν αὐτῶν καὶ ἐπάξω ἐπ' αὐτοὺς κακὰ κατὰ τὴν ὀργὴν τοῦ ϑυμοῦ μου καὶ ἐπαποστελῶ ὀπίσω αὐτῶν τὴν μάχαιράν μου ἕως τοῦ ἐξαναλῶσαι αὐτούς.
Verse: 18    
καὶ ϑήσω τὸν ϑρόνον μου ἐν Αιλαμ καὶ ἐξαποστελῶ ἐκεῖϑεν βασιλέα καὶ μεγιστᾶνας.
Verse: 19    
καὶ ἔσται ἐπ' ἐσχάτου τῶν ἡμερῶν ἀποστρέψω τὴν αἰχμαλωσίαν Αιλαμ, λέγει κύριος.
Verse: 20    
ἐν ἀρχῇ βασιλεύοντος Σεδεκιου τοῦ βασιλέως ἐγένετο λόγος οὗτος περὶ Αιλαμ.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.