TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 1079
Chapter: 26
Verse: 2
Τῇ
Αἰγύπτῳ
ἐπὶ
δύναμιν
Φαραω
Νεχαω
βασιλέως
Αἰγύπτου
,
ὃς
ἦν
ἐπὶ
τῷ
ποταμῷ
Εὐϕράτῃ
ἐν
Χαρχαμις
,
ὃν
ἐπάταξε
Ναβουχοδονοσορ
βασιλεὺς
Βαβυλῶνος
ἐν
τῷ
ἔτει
τῷ
τετάρτῳ
Ιωακιμ
βασιλέως
Ιουδα
.
Verse: 3
᾽Αναλάβετε
ὅπλα
καὶ
ἀσπίδας
καὶ
προσαγάγετε
εἰς
πόλεμον
·
Verse: 4
ἐπισάξατε
τοὺς
ἵππους
ἐπίβητε
,
οἱ
ἱππεῖς
,
καὶ
κατάστητε
ἐν
ταῖς
περικεϕαλαίαις
ὑμῶν
·
προβάλετε
τὰ
δόρατα
καὶ
ἐνδύσασθε
τοὺς
θώρακας
ὑμῶν
.
Verse: 5
τί
ὅτι
αὐτοὶ
πτοοῦνται
καὶ
ἀποχωροῦσιν
ὀπίσω
;
διότι
οἱ
ἰσχυροὶ
αὐτῶν
κοπήσονται
.
ϕυγῇ
ἔϕυγον
καὶ
οὐκ
ἀνέστρεψαν
περιεχόμενοι
κυκλόθεν
,
λέγει
κύριος
.
Verse: 6
μὴ
ϕευγέτω
ὁ
κοῦϕος
,
καὶ
μὴ
ἀνασῳζέσθω
ὁ
ἰσχυρός
·
ἐπὶ
βορρᾶν
τὰ
παρὰ
τὸν
Εὐϕράτην
ἠσθένησαν
πεπτώκασιν
.
Verse: 7
τίς
οὗτος
ὡς
ποταμὸς
ἀναβήσεται
καὶ
ὡς
ποταμοὶ
κυμαίνουσιν
ὕδωρ
;
Verse: 8
ὕδατα
Αἰγύπτου
ὡσεὶ
ποταμὸς
ἀναβήσεται
καὶ
εἶπεν
᾽Αναβήσομαι
καὶ
κατακαλύψω
γῆν
καὶ
ἀπολῶ
κατοικοῦντας
ἐν
αὐτῇ
.
Verse: 9
ἐπίβητε
ἐπὶ
τοὺς
ἵππους
,
παρασκευάσατε
τὰ
ἅρματα
·
ἐξέλθατε
,
οἱ
μαχηταὶ
Αἰθιόπων
καὶ
Λίβυες
καθωπλισμένοι
ὅπλοις
·
καὶ
Λυδοί
,
ἀνάβητε
ἐντείνατε
τόξον
.
Verse: 10
καὶ
ἡ
ἡμέρα
ἐκείνη
κυρίῳ
τῷ
θεῷ
ἡμῶν
ἡμέρα
ἐκδικήσεως
τοῦ
ἐκδικῆσαι
τοὺς
ἐχθροὺς
αὐτοῦ
,
καὶ
καταϕάγεται
ἡ
μάχαιρα
κυρίου
καὶ
ἐμπλησθήσεται
καὶ
μεθυσθήσεται
ἀπὸ
τοῦ
αἵματος
αὐτῶν
,
ὅτι
θυσία
τῷ
κυρίῳ
σαβαωθ
ἀπὸ
γῆς
βορρᾶ
ἐπὶ
ποταμῷ
Εὐϕράτῃ
.
Verse: 11
ἀνάβηθι
,
Γαλααδ
,
καὶ
λαβὲ
ῥητίνην
τῇ
παρθένῳ
θυγατρὶ
Αἰγύπτου
·
εἰς
κενὸν
ἐπλήθυνας
ἰάματά
σου
,
ὠϕέλεια
οὐκ
ἔστιν
σοί
.
Verse: 12
ἤκουσαν
ἔθνη
ϕωνήν
σου
,
καὶ
τῆς
κραυγῆς
σου
ἐπλήσθη
ἡ
γῆ
,
ὅτι
μαχητὴς
πρὸς
μαχητὴν
ἠσθένησεν
,
ἐπὶ
τὸ
αὐτὸ
ἔπεσαν
ἀμϕότεροι
.
Verse: 13
῝Α
ἐλάλησεν
κύριος
ἐν
χειρὶ
Ιερεμιου
τοῦ
ἐλθεῖν
Ναβουχοδονοσορ
τὸν
βασιλέα
Βαβυλῶνος
τοῦ
κόψαι
τὴν
γῆν
Αἰγύπτου
.
Verse: 14
᾽Αναγγείλατε
εἰς
Μάγδωλον
καὶ
παραγγείλατε
εἰς
Μέμϕιν
,
εἴπατε
᾽Επίστηθι
καὶ
ἑτοίμασον
,
ὅτι
κατέϕαγεν
μάχαιρα
τὴν
σμίλακά
σου
.
Verse: 15
διὰ
τί
ἔϕυγεν
ὁ
῏Απις
;
ὁ
μόσχος
ὁ
ἐκλεκτός
σου
οὐκ
ἔμεινεν
,
ὅτι
κύριος
παρέλυσεν
αὐτόν
.
Verse: 16
καὶ
τὸ
πλῆθός
σου
ἠσθένησεν
καὶ
ἔπεσεν
,
καὶ
ἕκαστος
πρὸς
τὸν
πλησίον
αὐτοῦ
ἐλάλει
᾽Αναστῶμεν
καὶ
ἀναστρέψωμεν
πρὸς
τὸν
λαὸν
ἡμῶν
εἰς
τὴν
πατρίδα
ἡμῶν
ἀπὸ
προσώπου
μαχαίρας
῾Ελληνικῆς
.
Verse: 17
καλέσατε
τὸ
ὄνομα
Φαραω
Νεχαω
βασιλέως
Αἰγύπτου
Σαων
εσβι
εμωηδ
.
Verse: 18
ζῶ
ἐγώ
,
λέγει
κύριος
ὁ
θεός
,
ὅτι
ὡς
τὸ
᾽Ιταβύριον
ἐν
τοῖς
ὄρεσιν
καὶ
ὡς
ὁ
Κάρμηλος
ἐν
τῇ
θαλάσσῃ
ἥξει
.
Verse: 19
σκεύη
ἀποικισμοῦ
ποίησον
σεαυτῇ
,
κατοικοῦσα
θύγατερ
Αἰγύπτου
,
ὅτι
Μέμϕις
εἰς
ἀϕανισμὸν
ἔσται
καὶ
κληθήσεται
οὐαὶ
διὰ
τὸ
μὴ
ὑπάρχειν
κατοικοῦντας
ἐν
αὐτῇ
.
Verse: 20
δάμαλις
κεκαλλωπισμένη
Αἴγυπτος
,
ἀπόσπασμα
ἀπὸ
βορρᾶ
ἦλθεν
ἐπ
'
αὐτήν
.
Verse: 21
καὶ
οἱ
μισθωτοὶ
αὐτῆς
ἐν
αὐτῇ
ὥσπερ
μόσχοι
σιτευτοὶ
τρεϕόμενοι
ἐν
αὐτῇ
,
διότι
καὶ
αὐτοὶ
ἀπεστράϕησαν
καὶ
ἔϕυγον
ὁμοθυμαδόν
,
οὐκ
ἔστησαν
,
ὅτι
ἡμέρα
ἀπωλείας
ἦλθεν
ἐπ
'
αὐτοὺς
καὶ
καιρὸς
ἐκδικήσεως
αὐτῶν
.
Verse: 22
ϕωνὴ
ὡς
ὄϕεως
συρίζοντος
,
ὅτι
ἐν
ἄμμῳ
πορεύσονται
·
ἐν
ἀξίναις
ἥξουσιν
ἐπ
'
αὐτὴν
ὡς
κόπτοντες
ξύλα
.
Verse: 23
ἐκκόψουσιν
τὸν
δρυμὸν
αὐτῆς
,
λέγει
κύριος
ὁ
θεός
,
ὅτι
οὐ
μὴ
εἰκασθῇ
,
ὅτι
πληθύνει
ὑπὲρ
ἀκρίδα
καὶ
οὐκ
ἔστιν
αὐτοῖς
ἀριθμός
.
Verse: 24
κατῃσχύνθη
θυγάτηρ
Αἰγύπτου
,
παρεδόθη
εἰς
χεῖρας
λαοῦ
ἀπὸ
βορρᾶ
.
Verse: 25
ἰδοὺ
ἐγὼ
ἐκδικῶ
τὸν
Αμων
τὸν
υἱὸν
αὐτῆς
ἐπὶ
Φαραω
καὶ
ἐπὶ
τοὺς
πεποιθότας
ἐπ
'
αὐτῷ
.
Verse: 27
σὺ
δὲ
μὴ
ϕοβηθῇς
,
δοῦλός
μου
Ιακωβ
,
μηδὲ
πτοηθῇς
,
Ισραηλ
,
διότι
ἰδοὺ
ἐγὼ
σῴζων
σε
μακρόθεν
καὶ
τὸ
σπέρμα
σου
ἐκ
τῆς
αἰχμαλωσίας
αὐτῶν
,
καὶ
ἀναστρέψει
Ιακωβ
καὶ
ἡσυχάσει
καὶ
ὑπνώσει
,
καὶ
οὐκ
ἔσται
ὁ
παρενοχλῶν
αὐτόν
.
Verse: 28
μὴ
ϕοβοῦ
,
παῖς
μου
Ιακωβ
,
λέγει
κύριος
,
ὅτι
μετὰ
σοῦ
ἐγώ
εἰμι
·
ὅτι
ποιήσω
συντέλειαν
ἐν
παντὶ
ἔθνει
,
εἰς
οὓς
ἐξῶσά
σε
ἐκεῖ
,
σὲ
δὲ
οὐ
μὴ
ποιήσω
ἐκλιπεῖν
·
καὶ
παιδεύσω
σε
εἰς
κρίμα
καὶ
ἀθῷον
οὐκ
ἀθῳώσω
σε
.
This text is part of the
TITUS
edition of
Vetus Testamentum graece iuxta LXX interpretes
.
Copyright
TITUS Project
, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.