TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 1080
Chapter: 27
Verse: 1
Λόγος
κυρίου
,
ὃν
ἐλάλησεν
ἐπὶ
Βαβυλῶνα
.
Verse: 2
᾽Αναγγείλατε
ἐν
τοῖς
ἔθνεσιν
καὶ
ἀκουστὰ
ποιήσατε
καὶ
μὴ
κρύψητε
,
εἴπατε
῾Εάλωκεν
Βαβυλών
,
κατῃσχύνθη
Βῆλος
ἡ
ἀπτόητος
,
ἡ
τρυϕερὰ
παρεδόθη
Μαρωδαχ
.
Verse: 3
ὅτι
ἀνέβη
ἐπ
'
αὐτὴν
ἔθνος
ἀπὸ
βορρᾶ
·
οὗτος
θήσει
τὴν
γῆν
αὐτῆς
εἰς
ἀϕανισμόν
,
καὶ
οὐκ
ἔσται
ὁ
κατοικῶν
ἐν
αὐτῇ
ἀπὸ
ἀνθρώπου
καὶ
ἕως
κτήνους
.
Verse: 4
ἐν
ταῖς
ἡμέραις
ἐκείναις
καὶ
ἐν
τῷ
καιρῷ
ἐκείνῳ
ἥξουσιν
οἱ
υἱοὶ
Ισραηλ
,
αὐτοὶ
καὶ
οἱ
υἱοὶ
Ιουδα
ἐπὶ
τὸ
αὐτό
·
βαδίζοντες
καὶ
κλαίοντες
πορεύσονται
τὸν
κύριον
θεὸν
αὐτῶν
ζητοῦντες
.
Verse: 5
ἕως
Σιων
ἐρωτήσουσιν
τὴν
ὁδόν
,
ὧδε
γὰρ
τὸ
πρόσωπον
αὐτῶν
δώσουσιν
·
καὶ
ἥξουσιν
καὶ
καταϕεύξονται
πρὸς
κύριον
τὸν
θεόν
,
διαθήκη
γὰρ
αἰώνιος
οὐκ
ἐπιλησθήσεται
.
Verse: 6
πρόβατα
ἀπολωλότα
ἐγενήθη
ὁ
λαός
μου
,
οἱ
ποιμένες
αὐτῶν
ἐξῶσαν
αὐτούς
,
ἐπὶ
τὰ
ὄρη
ἀπεπλάνησαν
αὐτούς
,
ἐξ
ὄρους
ἐπὶ
βουνὸν
ᾤχοντο
,
ἐπελάθοντο
κοίτης
αὐτῶν
.
Verse: 7
πάντες
οἱ
εὑρίσκοντες
αὐτοὺς
κατανάλισκον
αὐτούς
,
οἱ
ἐχθροὶ
αὐτῶν
εἶπαν
Μὴ
ἀνῶμεν
αὐτούς
·
ἀνθ
'
ὧν
ἥμαρτον
τῷ
κυρίῳ
νομῇ
δικαιοσύνης
τῷ
συναγαγόντι
τοὺς
πατέρας
αὐτῶν
.
Verse: 8
ἀπαλλοτριώθητε
ἐκ
μέσου
Βαβυλῶνος
καὶ
ἀπὸ
γῆς
Χαλδαίων
καὶ
ἐξέλθατε
καὶ
γένεσθε
ὥσπερ
δράκοντες
κατὰ
πρόσωπον
προβάτων
.
Verse: 9
ὅτι
ἰδοὺ
ἐγὼ
ἐγείρω
ἐπὶ
Βαβυλῶνα
συναγωγὰς
ἐθνῶν
ἐκ
γῆς
βορρᾶ
,
καὶ
παρατάξονται
αὐτῇ
·
ἐκεῖθεν
ἁλώσεται
,
ὡς
βολὶς
μαχητοῦ
συνετοῦ
οὐκ
ἐπιστρέψει
κενή
.
Verse: 10
καὶ
ἔσται
ἡ
Χαλδαία
εἰς
προνομήν
,
πάντες
οἱ
προνομεύοντες
αὐτὴν
ἐμπλησθήσονται
.
Verse: 11
ὅτι
ηὐϕραίνεσθε
καὶ
κατεκαυχᾶσθε
διαρπάζοντες
τὴν
κληρονομίαν
μου
,
διότι
ἐσκιρτᾶτε
ὡς
βοίδια
ἐν
βοτάνῃ
καὶ
ἐκερατίζετε
ὡς
ταῦροι
.
Verse: 12
ᾐσχύνθη
ἡ
μήτηρ
ὑμῶν
σϕόδρα
,
μήτηρ
ἐπ
'
ἀγαθὰ
ἐσχάτη
ἐθνῶν
ἔρημος
.
Verse: 13
ἀπὸ
ὀργῆς
κυρίου
οὐ
κατοικηθήσεται
καὶ
ἔσται
εἰς
ἀϕανισμὸν
πᾶσα
,
καὶ
πᾶς
ὁ
διοδεύων
διὰ
Βαβυλῶνος
σκυθρωπάσει
καὶ
συριοῦσιν
ἐπὶ
πᾶσαν
τὴν
πληγὴν
αὐτῆς
.
Verse: 14
παρατάξασθε
ἐπὶ
Βαβυλῶνα
κύκλῳ
,
πάντες
τείνοντες
τόξον
·
τοξεύσατε
ἐπ
'
αὐτήν
,
μὴ
ϕείσησθε
ἐπὶ
τοῖς
τοξεύμασιν
ὑμῶν
.
Verse: 15
κατακροτήσατε
ἐπ
'
αὐτήν
·
παρελύθησαν
αἱ
χεῖρες
αὐτῆς
,
ἔπεσαν
αἱ
ἐπάλξεις
αὐτῆς
,
καὶ
κατεσκάϕη
τὸ
τεῖχος
αὐτῆς
·
ὅτι
ἐκδίκησις
παρὰ
θεοῦ
ἐστιν
,
ἐκδικεῖτε
ἐπ
'
αὐτήν
·
καθὼς
ἐποίησεν
,
ποιήσατε
αὐτῇ
.
Verse: 16
ἐξολεθρεύσατε
σπέρμα
ἐκ
Βαβυλῶνος
,
κατέχοντα
δρέπανον
ἐν
καιρῷ
θερισμοῦ
·
ἀπὸ
προσώπου
μαχαίρας
῾Ελληνικῆς
ἕκαστος
εἰς
τὸν
λαὸν
αὐτοῦ
ἀποστρέψουσιν
καὶ
ἕκαστος
εἰς
τὴν
γῆν
αὐτοῦ
ϕεύξεται
.
Verse: 17
Πρόβατον
πλανώμενον
Ισραηλ
,
λέοντες
ἐξῶσαν
αὐτόν
·
ὁ
πρῶτος
ἔϕαγεν
αὐτὸν
βασιλεὺς
Ασσουρ
καὶ
οὗτος
ὕστερον
τὰ
ὀστᾶ
αὐτοῦ
βασιλεὺς
Βαβυλῶνος
.
Verse: 18
διὰ
τοῦτο
τάδε
λέγει
κύριος
᾽Ιδοὺ
ἐγὼ
ἐκδικῶ
ἐπὶ
τὸν
βασιλέα
Βαβυλῶνος
καὶ
ἐπὶ
τὴν
γῆν
αὐτοῦ
,
καθὼς
ἐξεδίκησα
ἐπὶ
τὸν
βασιλέα
Ασσουρ
.
Verse: 19
καὶ
ἀποκαταστήσω
τὸν
Ισραηλ
εἰς
τὴν
νομὴν
αὐτοῦ
,
καὶ
νεμήσεται
ἐν
τῷ
Καρμήλῳ
καὶ
ἐν
ὄρει
Εϕραιμ
καὶ
ἐν
τῷ
Γαλααδ
,
καὶ
πλησθήσεται
ἡ
ψυχὴ
αὐτοῦ
.
Verse: 20
ἐν
ταῖς
ἡμέραις
ἐκείναις
καὶ
ἐν
τῷ
καιρῷ
ἐκείνῳ
ζητήσουσιν
τὴν
ἀδικίαν
Ισραηλ
,
καὶ
οὐχ
ὑπάρξει
,
καὶ
τὰς
ἁμαρτίας
Ιουδα
,
καὶ
οὐ
μὴ
εὑρεθῶσιν
,
ὅτι
ἵλεως
ἔσομαι
τοῖς
ὑπολελειμμένοις
ἐπὶ
τῆς
γῆς
,
λέγει
κύριος
.
Verse: 21
Πικρῶς
ἐπίβηθι
ἐπ
'
αὐτὴν
καὶ
ἐπὶ
τοὺς
κατοικοῦντας
ἐπ
'
αὐτήν
·
ἐκδίκησον
,
μάχαιρα
,
καὶ
ἀϕάνισον
,
λέγει
κύριος
,
καὶ
ποίει
κατὰ
πάντα
,
ὅσα
ἐντέλλομαί
σοι
.
Verse: 22
ϕωνὴ
πολέμου
καὶ
συντριβὴ
μεγάλη
ἐν
γῇ
Χαλδαίων
.
Verse: 23
πῶς
συνεκλάσθη
καὶ
συνετρίβη
ἡ
σϕῦρα
πάσης
τῆς
γῆς
;
πῶς
ἐγενήθη
εἰς
ἀϕανισμὸν
Βαβυλὼν
ἐν
ἔθνεσιν
;
Verse: 24
ἐπιθήσονταί
σοι
,
καὶ
ἁλώσῃ
,
ὦ
Βαβυλών
,
καὶ
οὐ
γνώσῃ
·
εὑρέθης
καὶ
ἐλήμϕθης
,
ὅτι
τῷ
κυρίῳ
ἀντέστης
.
Verse: 25
ἤνοιξεν
κύριος
τὸν
θησαυρὸν
αὐτοῦ
καὶ
ἐξήνεγκεν
τὰ
σκεύη
ὀργῆς
αὐτοῦ
,
ὅτι
ἔργον
τῷ
κυρίῳ
θεῷ
ἐν
γῇ
Χαλδαίων
,
Verse: 26
ὅτι
ἐληλύθασιν
οἱ
καιροὶ
αὐτῆς
.
ἀνοίξατε
τὰς
ἀποθήκας
αὐτῆς
,
ἐρευνήσατε
αὐτὴν
ὡς
σπήλαιον
καὶ
ἐξολεθρεύσατε
αὐτήν
,
μὴ
γενέσθω
αὐτῆς
κατάλειμμα
·
Verse: 27
ἀναξηράνατε
αὐτῆς
πάντας
τοὺς
καρπούς
,
καὶ
καταβήτωσαν
εἰς
σϕαγήν
·
οὐαὶ
αὐτοῖς
,
ὅτι
ἥκει
ἡ
ἡμέρα
αὐτῶν
καὶ
καιρὸς
ἐκδικήσεως
αὐτῶν
.
Verse: 28
ϕωνὴ
ϕευγόντων
καὶ
ἀνασῳζομένων
ἐκ
γῆς
Βαβυλῶνος
τοῦ
ἀναγγεῖλαι
εἰς
Σιων
τὴν
ἐκδίκησιν
παρὰ
κυρίου
θεοῦ
ἡμῶν
.
Verse: 29
παραγγείλατε
ἐπὶ
Βαβυλῶνα
πολλοῖς
,
παντὶ
ἐντείνοντι
τόξον
·
παρεμβάλετε
ἐπ
'
αὐτὴν
κυκλόθεν
,
μὴ
ἔστω
αὐτῆς
ἀνασῳζόμενος
·
ἀνταπόδοτε
αὐτῇ
κατὰ
τὰ
ἔργα
αὐτῆς
,
κατὰ
πάντα
ὅσα
ἐποίησεν
ποιήσατε
αὐτῇ
,
ὅτι
πρὸς
τὸν
κύριον
ἀντέστη
θεὸν
ἅγιον
τοῦ
Ισραηλ
.
Verse: 30
διὰ
τοῦτο
πεσοῦνται
οἱ
νεανίσκοι
αὐτῆς
ἐν
ταῖς
πλατείαις
αὐτῆς
,
καὶ
πάντες
οἱ
ἄνδρες
οἱ
πολεμισταὶ
αὐτῆς
ῥιϕήσονται
,
εἶπεν
κύριος
.
Verse: 31
ἰδοὺ
ἐγὼ
ἐπὶ
σὲ
τὴν
ὑβρίστριαν
,
λέγει
κύριος
,
ὅτι
ἥκει
ἡ
ἡμέρα
σου
καὶ
ὁ
καιρὸς
ἐκδικήσεώς
σου
·
Verse: 32
καὶ
ἀσθενήσει
ἡ
ὕβρις
σου
καὶ
πεσεῖται
,
καὶ
οὐκ
ἔσται
ὁ
ἀνιστῶν
αὐτήν
·
καὶ
ἀνάψω
πῦρ
ἐν
τῷ
δρυμῷ
αὐτῆς
,
καὶ
καταϕάγεται
πάντα
τὰ
κύκλῳ
αὐτῆς
.
Verse: 33
Τάδε
λέγει
κύριος
Καταδεδυνάστευνται
οἱ
υἱοὶ
Ισραηλ
καὶ
οἱ
υἱοὶ
Ιουδα
ἅμα
,
πάντες
οἱ
αἰχμαλωτεύσαντες
αὐτοὺς
κατεδυνάστευσαν
αὐτούς
,
ὅτι
οὐκ
ἠθέλησαν
ἐξαποστεῖλαι
αὐτούς
.
Verse: 34
καὶ
ὁ
λυτρούμενος
αὐτοὺς
ἰσχυρός
,
κύριος
παντοκράτωρ
ὄνομα
αὐτῷ
·
κρίσιν
κρινεῖ
πρὸς
τοὺς
ἀντιδίκους
αὐτοῦ
,
ὅπως
ἐξάρῃ
τὴν
γῆν
,
καὶ
παροξυνεῖ
τοῖς
κατοικοῦσι
Βαβυλῶνα
.
Verse: 35
μάχαιραν
ἐπὶ
τοὺς
Χαλδαίους
καὶ
ἐπὶ
τοὺς
κατοικοῦντας
Βαβυλῶνα
καὶ
ἐπὶ
τοὺς
μεγιστᾶνας
αὐτῆς
καὶ
ἐπὶ
τοὺς
συνετοὺς
αὐτῆς
·
Verse: 36
μάχαιραν
ἐπὶ
τοὺς
μαχητὰς
αὐτῆς
,
καὶ
παραλυθήσονται
·
Verse: 37
μάχαιραν
ἐπὶ
τοὺς
ἵππους
αὐτῶν
καὶ
ἐπὶ
τὰ
ἅρματα
αὐτῶν
·
μάχαιραν
ἐπὶ
τοὺς
μαχητὰς
αὐτῶν
καὶ
ἐπὶ
τὸν
σύμμικτον
τὸν
ἐν
μέσῳ
αὐτῆς
,
καὶ
ἔσονται
ὡσεὶ
γυναῖκες
·
μάχαιραν
ἐπὶ
τοὺς
θησαυροὺς
αὐτῆς
,
καὶ
διασκορπισθήσονται
.
Verse: 38
ἐπὶ
τῷ
ὕδατι
αὐτῆς
ἐπεποίθει
καὶ
καταισχυνθήσονται
,
ὅτι
γῆ
τῶν
γλυπτῶν
ἐστιν
,
καὶ
ἐν
ταῖς
νήσοις
,
οὗ
κατεκαυχῶντο
.
Verse: 39
διὰ
τοῦτο
κατοικήσουσιν
ἰνδάλματα
ἐν
ταῖς
νήσοις
,
καὶ
κατοικήσουσιν
ἐν
αὐτῇ
θυγατέρες
σειρήνων
·
οὐ
μὴ
κατοικηθῇ
οὐκέτι
εἰς
τὸν
αἰῶνα
.
Verse: 40
καθὼς
κατέστρεψεν
ὁ
θεὸς
Σοδομα
καὶ
Γομορρα
καὶ
τὰς
ὁμορούσας
αὐταῖς
,
εἶπεν
κύριος
,
οὐ
μὴ
κατοικήσῃ
ἐκεῖ
ἄνθρωπος
,
καὶ
οὐ
μὴ
παροικήσῃ
ἐκεῖ
υἱὸς
ἀνθρώπου
.
Verse: 41
ἰδοὺ
λαὸς
ἔρχεται
ἀπὸ
βορρᾶ
,
καὶ
ἔθνος
μέγα
καὶ
βασιλεῖς
πολλοὶ
ἐξεγερθήσονται
ἀπ
'
ἐσχάτου
τῆς
γῆς
Verse: 42
τόξον
καὶ
ἐγχειρίδιον
ἔχοντες
·
ἰταμός
ἐστιν
καὶ
οὐ
μὴ
ἐλεήσῃ
·
ϕωνὴ
αὐτῶν
ὡς
θάλασσα
ἠχήσει
,
ἐϕ
'
ἵπποις
ἱππάσονται
παρεσκευασμένοι
ὥσπερ
πῦρ
εἰς
πόλεμον
πρὸς
σέ
,
θύγατερ
Βαβυλῶνος
.
Verse: 43
ἤκουσεν
βασιλεὺς
Βαβυλῶνος
τὴν
ἀκοὴν
αὐτῶν
,
καὶ
παρελύθησαν
αἱ
χεῖρες
αὐτοῦ
·
θλῖψις
κατεκράτησεν
αὐτοῦ
,
ὠδῖνες
ὡς
τικτούσης
.
Verse: 44
ἰδοὺ
ὥσπερ
λέων
ἀναβήσεται
ἀπὸ
τοῦ
Ιορδάνου
εἰς
τόπον
Αιθαμ
,
ὅτι
ταχέως
ἐκδιώξω
αὐτοὺς
ἀπ
'
αὐτῆς
καὶ
πάντα
νεανίσκον
ἐπ
'
αὐτὴν
ἐπιστήσω
.
ὅτι
τίς
ὥσπερ
ἐγώ
;
καὶ
τίς
ἀντιστήσεταί
μοι
;
καὶ
τίς
οὗτος
ποιμήν
,
ὃς
στήσεται
κατὰ
πρόσωπόν
μου
;
Verse: 45
διὰ
τοῦτο
ἀκούσατε
τὴν
βουλὴν
κυρίου
,
ἣν
βεβούλευται
ἐπὶ
Βαβυλῶνα
,
καὶ
λογισμοὺς
αὐτοῦ
,
οὓς
ἐλογίσατο
ἐπὶ
τοὺς
κατοικοῦντας
Χαλδαίους
·
ἐὰν
μὴ
διαϕθαρῇ
τὰ
ἀρνία
τῶν
προβάτων
αὐτῶν
,
ἐὰν
μὴ
ἀϕανισθῇ
νομὴ
ἀπ
'
αὐτῶν
.
Verse: 46
ὅτι
ἀπὸ
ϕωνῆς
ἁλώσεως
Βαβυλῶνος
σεισθήσεται
ἡ
γῆ
,
καὶ
κραυγὴ
ἐν
ἔθνεσιν
ἀκουσθήσεται
.
This text is part of the
TITUS
edition of
Vetus Testamentum graece iuxta LXX interpretes
.
Copyright
TITUS Project
, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.