TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 1088
Previous part

Chapter: 35 
Verse: 1    Καὶ ἐγένετο ἐν τῷ τετάρτῳ ἔτει Σεδεκια βασιλέως Ιουδα ἐν μηνὶ τῷ πέμπτῳ εἶπέν μοι Ανανιας υἱὸς Αζωρ ψευδοπροϕήτης ἀπὸ Γαβαων ἐν οἴκῳ κυρίου κατ' ὀϕθαλμοὺς τῶν ἱερέων καὶ παντὸς τοῦ λαοῦ λέγων
Verse: 2    
Οὕτως εἶπεν κύριος Συνέτριψα τὸν ζυγὸν τοῦ βασιλέως Βαβυλῶνος·
Verse: 3    
ἔτι δύο ἔτη ἡμερῶν ἐγὼ ἀποστρέψω εἰς τὸν τόπον τοῦτον τὰ σκεύη οἴκου κυρίου
Verse: 4    
καὶ Ιεχονιαν καὶ τὴν ἀποικίαν Ιουδα, ὅτι συντρίψω τὸν ζυγὸν βασιλέως Βαβυλῶνος.
Verse: 5    
καὶ εἶπεν Ιερεμιας πρὸς Ανανιαν κατ' ὀϕθαλμοὺς παντὸς τοῦ λαοῦ καὶ κατ' ὀϕθαλμοὺς τῶν ἱερέων τῶν ἑστηκότων ἐν οἴκῳ κυρίου
Verse: 6    
καὶ εἶπεν Ιερεμιας ᾽Αληθῶς· οὕτω ποιήσαι κύριος· στήσαι τὸν λόγον σου, ὃν σὺ προϕητεύεις, τοῦ ἐπιστρέψαι τὰ σκεύη οἴκου κυρίου καὶ πᾶσαν τὴν ἀποικίαν ἐκ Βαβυλῶνος εἰς τὸν τόπον τοῦτον.
Verse: 7    
πλὴν ἀκούσατε τὸν λόγον κυρίου, ὃν ἐγὼ λέγω εἰς τὰ ὦτα ὑμῶν καὶ εἰς τὰ ὦτα παντὸς τοῦ λαοῦ
Verse: 8    
Οἱ προϕῆται οἱ γεγονότες πρότεροί μου καὶ πρότεροι ὑμῶν ἀπὸ τοῦ αἰῶνος καὶ ἐπροϕήτευσαν ἐπὶ γῆς πολλῆς καὶ ἐπὶ βασιλείας μεγάλας εἰς πόλεμον·
Verse: 9    
προϕήτης προϕητεύσας εἰς εἰρήνην, ἐλθόντος τοῦ λόγου γνώσονται τὸν προϕήτην, ὃν ἀπέστειλεν αὐτοῖς κύριος ἐν πίστει.
Verse: 10    
καὶ ἔλαβεν Ανανιας ἐν ὀϕθαλμοῖς παντὸς τοῦ λαοῦ τοὺς κλοιοὺς ἀπὸ τοῦ τραχήλου Ιερεμιου καὶ συνέτριψεν αὐτούς.
Verse: 11    
καὶ εἶπεν Ανανιας κατ' ὀϕθαλμοὺς παντὸς τοῦ λαοῦ λέγων Οὕτως εἶπεν κύριος Οὕτως συντρίψω τὸν ζυγὸν βασιλέως Βαβυλῶνος ἀπὸ τραχήλων πάντων τῶν ἐθνῶν. καὶ ᾤχετο Ιερεμιας εἰς τὴν ὁδὸν αὐτοῦ.
Verse: 12    
καὶ ἐγένετο λόγος κυρίου πρὸς Ιερεμιαν μετὰ τὸ συντρῖψαι Ανανιαν τοὺς κλοιοὺς ἀπὸ τοῦ τραχήλου αὐτοῦ λέγων
Verse: 13    
Βάδιζε καὶ εἰπὸν πρὸς Ανανιαν λέγων Οὕτως εἶπεν κύριος Κλοιοὺς ξυλίνους συνέτριψας, καὶ ποιήσω ἀντ' αὐτῶν κλοιοὺς σιδηροῦς·
Verse: 14    
ὅτι οὕτως εἶπεν κύριος Ζυγὸν σιδηροῦν ἔθηκα ἐπὶ τὸν τράχηλον πάντων τῶν ἐθνῶν ἐργάζεσθαι τῷ βασιλεῖ Βαβυλῶνος.
Verse: 15    
καὶ εἶπεν Ιερεμιας τῷ Ανανια Οὐκ ἀπέσταλκέν σε κύριος, καὶ πεποιθέναι ἐποίησας τὸν λαὸν τοῦτον ἐπ' ἀδίκῳ·
Verse: 16    
διὰ τοῦτο οὕτως εἶπεν κύριος ᾽Ιδοὺ ἐγὼ ἐξαποστέλλω σε ἀπὸ προσώπου τῆς γῆς, τούτῳ τῷ ἐνιαυτῷ ἀποθανῇ.
Verse: 17    
καὶ ἀπέθανεν ἐν τῷ μηνὶ τῷ ἑβδόμῳ.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.