TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 1089
Previous part

Chapter: 36 
Verse: 1    Καὶ οὗτοι οἱ λόγοι τῆς βίβλου, οὓς ἀπέστειλεν Ιερεμιας ἐξ Ιερουσαλημ πρὸς τοὺς πρεσβυτέρους τῆς ἀποικίας καὶ πρὸς τοὺς ἱερεῖς καὶ πρὸς τοὺς ψευδοπροϕήτας ἐπιστολὴν εἰς Βαβυλῶνα τῇ ἀποικίᾳ καὶ πρὸς ἅπαντα τὸν λαὸν
Verse: 2    
ὕστερον ἐξελθόντος Ιεχονιου τοῦ βασιλέως καὶ τῆς βασιλίσσης καὶ τῶν εὐνούχων καὶ παντὸς ἐλευθέρου καὶ δεσμώτου καὶ τεχνίτου ἐξ Ιερουσαλημ
Verse: 3    
ἐν χειρὶ Ελεασα υἱοῦ Σαϕαν καὶ Γαμαριου υἱοῦ Χελκιου, ὃν ἀπέστειλεν Σεδεκιας βασιλεὺς Ιουδα πρὸς βασιλέα Βαβυλῶνος εἰς Βαβυλῶνα, λέγων
Verse: 4    
Οὕτως εἶπεν κύριος θεὸς Ισραηλ ἐπὶ τὴν ἀποικίαν, ἣν ἀπῴκισα ἀπὸ Ιερουσαλημ
Verse: 5    
Οἰκοδομήσατε οἴκους καὶ κατοικήσατε καὶ ϕυτεύσατε παραδείσους καὶ ϕάγετε τοὺς καρποὺς αὐτῶν
Verse: 6    
καὶ λάβετε γυναῖκας καὶ τεκνοποιήσατε υἱοὺς καὶ θυγατέρας καὶ λάβετε τοῖς υἱοῖς ὑμῶν γυναῖκας καὶ τὰς θυγατέρας ὑμῶν ἀνδράσιν δότε καὶ πληθύνεσθε καὶ μὴ σμικρυνθῆτε
Verse: 7    
καὶ ζητήσατε εἰς εἰρήνην τῆς γῆς, εἰς ἣν ἀπῴκισα ὑμᾶς ἐκεῖ, καὶ προσεύξασθε περὶ αὐτῶν πρὸς κύριον, ὅτι ἐν εἰρήνῃ αὐτῆς ἔσται εἰρήνη ὑμῖν.
Verse: 8    
ὅτι οὕτως εἶπεν κύριος Μὴ ἀναπειθέτωσαν ὑμᾶς οἱ ψευδοπροϕῆται οἱ ἐν ὑμῖν, καὶ μὴ ἀναπειθέτωσαν ὑμᾶς οἱ μάντεις ὑμῶν, καὶ μὴ ἀκούετε εἰς τὰ ἐνύπνια ὑμῶν, ὑμεῖς ἐνυπνιάζεσθε,
Verse: 9    
ὅτι ἄδικα αὐτοὶ προϕητεύουσιν ὑμῖν ἐπὶ τῷ ὀνόματί μου, καὶ οὐκ ἀπέστειλα αὐτούς.
Verse: 10    
ὅτι οὕτως εἶπεν κύριος ῞Οταν μέλλῃ πληροῦσθαι Βαβυλῶνι ἑβδομήκοντα ἔτη, ἐπισκέψομαι ὑμᾶς καὶ ἐπιστήσω τοὺς λόγους μου ἐϕ' ὑμᾶς τοῦ τὸν λαὸν ὑμῶν ἀποστρέψαι εἰς τὸν τόπον τοῦτον·
Verse: 11    
καὶ λογιοῦμαι ἐϕ' ὑμᾶς λογισμὸν εἰρήνης καὶ οὐ κακὰ τοῦ δοῦναι ὑμῖν ταῦτα.
Verse: 12    
καὶ προσεύξασθε πρός με, καὶ εἰσακούσομαι ὑμῶν·
Verse: 13    
καὶ ἐκζητήσατέ με, καὶ εὑρήσετέ με, ὅτι ζητήσετέ με ἐν ὅλῃ καρδίᾳ ὑμῶν,
Verse: 14    
καὶ ἐπιϕανοῦμαι ὑμῖν.
Verse: 15    
ὅτι εἴπατε Κατέστησεν ἡμῖν κύριος προϕήτας ἐν Βαβυλῶνι,
Verse: 21    
οὕτως εἶπεν κύριος ἐπὶ Αχιαβ καὶ ἐπὶ Σεδεκιαν ᾽Ιδοὺ ἐγὼ δίδωμι αὐτοὺς εἰς χεῖρας βασιλέως Βαβυλῶνος, καὶ πατάξει αὐτοὺς κατ' ὀϕθαλμοὺς ὑμῶν.
Verse: 22    
καὶ λήμψονται ἀπ' αὐτῶν κατάραν ἐν πάσῃ τῇ ἀποικίᾳ Ιουδα ἐν Βαβυλῶνι λέγοντες Ποιήσαι σε κύριος, ὡς Σεδεκιαν ἐποίησεν καὶ ὡς Αχιαβ, οὓς ἀπετηγάνισεν βασιλεὺς Βαβυλῶνος ἐν πυρὶ
Verse: 23    
δι' ἣν ἐποίησαν ἀνομίαν ἐν Ισραηλ καὶ ἐμοιχῶντο τὰς γυναῖκας τῶν πολιτῶν αὐτῶν καὶ λόγον ἐχρημάτισαν ἐν τῷ ὀνόματί μου, ὃν οὐ συνέταξα αὐτοῖς, καὶ ἐγὼ μάρτυς, ϕησὶν κύριος.
Verse: 24    
καὶ πρὸς Σαμαιαν τὸν Νελαμίτην ἐρεῖς
Verse: 25    
Οὐκ ἀπέστειλά σε τῷ ὀνόματί μου. καὶ πρὸς Σοϕονιαν υἱὸν Μαασαιου τὸν ἱερέα εἰπέ
Verse: 26    
Κύριος ἔδωκέν σε εἰς ἱερέα ἀντὶ Ιωδαε τοῦ ἱερέως γενέσθαι ἐπιστάτην ἐν τῷ οἴκῳ κυρίου παντὶ ἀνθρώπῳ προϕητεύοντι καὶ παντὶ ἀνθρώπῳ μαινομένῳ, καὶ δώσεις αὐτὸν εἰς τὸ ἀπόκλεισμα καὶ εἰς τὸν καταρράκτην.
Verse: 27    
καὶ νῦν διὰ τί συνελοιδορήσατε Ιερεμιαν τὸν ἐξ Αναθωθ τὸν προϕητεύσαντα ὑμῖν;
Verse: 28    
οὐ διὰ τοῦτο ἀπέστειλεν πρὸς ὑμᾶς εἰς Βαβυλῶνα λέγων Μακράν ἐστιν, οἰκοδομήσατε οἰκίας καὶ κατοικήσατε καὶ ϕυτεύσατε κήπους καὶ ϕάγεσθε τὸν καρπὸν αὐτῶν;
Verse: 29    
καὶ ἀνέγνω Σοϕονιας τὸ βιβλίον εἰς τὰ ὦτα Ιερεμιου.
Verse: 30    
καὶ ἐγένετο λόγος κυρίου πρὸς Ιερεμιαν λέγων
Verse: 31    
᾽Απόστειλον πρὸς τὴν ἀποικίαν λέγων Οὕτως εἶπεν κύριος ἐπὶ Σαμαιαν τὸν Νελαμίτην ᾽Επειδὴ ἐπροϕήτευσεν ὑμῖν Σαμαιας, καὶ ἐγὼ οὐκ ἀπέστειλα αὐτόν, καὶ πεποιθέναι ἐποίησεν ὑμᾶς ἐπ' ἀδίκοις,
Verse: 32    
διὰ τοῦτο οὕτως εἶπεν κύριος ᾽Ιδοὺ ἐγὼ ἐπισκέψομαι ἐπὶ Σαμαιαν καὶ ἐπὶ τὸ γένος αὐτοῦ, καὶ οὐκ ἔσται αὐτῶν ἄνθρωπος ἐν μέσῳ ὑμῶν τοῦ ἰδεῖν τὰ ἀγαθά, ἐγὼ ποιήσω ὑμῖν· οὐκ ὄψονται.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.