TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 166
Previous part

Chapter: 13 
Verse: 1    Πᾶν ῥῆμα, ἐγὼ ἐντέλλομαί σοι σήμερον, τοῦτο ϕυλάξῃ ποιεῖν· οὐ προσθήσεις ἐπ' αὐτὸ οὐδὲ ἀϕελεῖς ἀπ' αὐτοῦ.
Verse: 2    
᾽Εὰν δὲ ἀναστῇ ἐν σοὶ προϕήτης ἐνυπνιαζόμενος ἐνύπνιον καὶ δῷ σοι σημεῖον τέρας
Verse: 3    
καὶ ἔλθῃ τὸ σημεῖον τὸ τέρας, ἐλάλησεν πρὸς σὲ λέγων Πορευθῶμεν καὶ λατρεύσωμεν θεοῖς ἑτέροις, οὓς οὐκ οἴδατε,
Verse: 4    
οὐκ ἀκούσεσθε τῶν λόγων τοῦ προϕήτου ἐκείνου τοῦ ἐνυπνιαζομένου τὸ ἐνύπνιον ἐκεῖνο, ὅτι πειράζει κύριος θεὸς ὑμᾶς εἰδέναι εἰ ἀγαπᾶτε κύριον τὸν θεὸν ὑμῶν ἐξ ὅλης τῆς καρδίας ὑμῶν καὶ ἐξ ὅλης τῆς ψυχῆς ὑμῶν.
Verse: 5    
ὀπίσω κυρίου τοῦ θεοῦ ὑμῶν πορεύεσθε καὶ αὐτὸν ϕοβηθήσεσθε καὶ τὰς ἐντολὰς αὐτοῦ ϕυλάξεσθε καὶ τῆς ϕωνῆς αὐτοῦ ἀκούσεσθε καὶ αὐτῷ προστεθήσεσθε.
Verse: 6    
καὶ προϕήτης ἐκεῖνος τὸ ἐνύπνιον ἐνυπνιαζόμενος ἐκεῖνος ἀποθανεῖται· ἐλάλησεν γὰρ πλανῆσαί σε ἀπὸ κυρίου τοῦ θεοῦ σου τοῦ ἐξαγαγόντος σε ἐκ γῆς Αἰγύπτου τοῦ λυτρωσαμένου σε ἐκ τῆς δουλείας ἐξῶσαί σε ἐκ τῆς ὁδοῦ, ἧς ἐνετείλατό σοι κύριος θεός σου πορεύεσθαι ἐν αὐτῇ· καὶ ἀϕανιεῖς τὸν πονηρὸν ἐξ ὑμῶν αὐτῶν.
Verse: 7    
᾽Εὰν δὲ παρακαλέσῃ σε ἀδελϕός σου ἐκ πατρός σου ἐκ μητρός σου υἱός σου θυγάτηρ σου γυνὴ ἐν κόλπῳ σου ϕίλος ἴσος τῆς ψυχῆς σου λάθρᾳ λέγων Βαδίσωμεν καὶ λατρεύσωμεν θεοῖς ἑτέροις, οὓς οὐκ ᾔδεις σὺ καὶ οἱ πατέρες σου,
Verse: 8    
ἀπὸ τῶν θεῶν τῶν ἐθνῶν τῶν περικύκλῳ ὑμῶν τῶν ἐγγιζόντων σοι τῶν μακρὰν ἀπὸ σοῦ ἀπ' ἄκρου τῆς γῆς ἕως ἄκρου τῆς γῆς,
Verse: 9    
οὐ συνθελήσεις αὐτῷ καὶ οὐκ εἰσακούσῃ αὐτοῦ, καὶ οὐ ϕείσεται ὀϕθαλμός σου ἐπ' αὐτῷ, οὐκ ἐπιποθήσεις ἐπ' αὐτῷ οὐδ' οὐ μὴ σκεπάσῃς αὐτόν·
Verse: 10    
ἀναγγέλλων ἀναγγελεῖς περὶ αὐτοῦ, αἱ χεῖρές σου ἔσονται ἐπ' αὐτὸν ἐν πρώτοις ἀποκτεῖναι αὐτόν, καὶ αἱ χεῖρες παντὸς τοῦ λαοῦ ἐπ' ἐσχάτῳ,
Verse: 11    
καὶ λιθοβολήσουσιν αὐτὸν ἐν λίθοις, καὶ ἀποθανεῖται, ὅτι ἐζήτησεν ἀποστῆσαί σε ἀπὸ κυρίου τοῦ θεοῦ σου τοῦ ἐξαγαγόντος σε ἐκ γῆς Αἰγύπτου ἐξ οἴκου δουλείας.
Verse: 12    
καὶ πᾶς Ισραηλ ἀκούσας ϕοβηθήσεται καὶ οὐ προσθήσουσιν ἔτι ποιῆσαι κατὰ τὸ ῥῆμα τὸ πονηρὸν τοῦτο ἐν ὑμῖν.
Verse: 13    
᾽Εὰν δὲ ἀκούσῃς ἐν μιᾷ τῶν πόλεών σου, ὧν κύριος θεός σου δίδωσίν σοι κατοικεῖν σε ἐκεῖ, λεγόντων
Verse: 14    
᾽Εξήλθοσαν ἄνδρες παράνομοι ἐξ ὑμῶν καὶ ἀπέστησαν πάντας τοὺς κατοικοῦντας τὴν πόλιν αὐτῶν λέγοντες Πορευθῶμεν καὶ λατρεύσωμεν θεοῖς ἑτέροις, οὓς οὐκ ᾔδειτε,
Verse: 15    
καὶ ἐρωτήσεις καὶ ἐραυνήσεις σϕόδρα, καὶ ἰδοὺ ἀληθὴς σαϕῶς λόγος, γεγένηται τὸ βδέλυγμα τοῦτο ἐν ὑμῖν,
Verse: 16    
ἀναιρῶν ἀνελεῖς πάντας τοὺς κατοικοῦντας ἐν τῇ πόλει ἐκείνῃ ἐν ϕόνῳ μαχαίρας, ἀναθέματι ἀναθεματιεῖτε αὐτὴν καὶ πάντα τὰ ἐν αὐτῇ
Verse: 17    
καὶ πάντα τὰ σκῦλα αὐτῆς συνάξεις εἰς τὰς διόδους αὐτῆς καὶ ἐμπρήσεις τὴν πόλιν ἐν πυρὶ καὶ πάντα τὰ σκῦλα αὐτῆς πανδημεὶ ἐναντίον κυρίου τοῦ θεοῦ σου, καὶ ἔσται ἀοίκητος εἰς τὸν αἰῶνα, οὐκ ἀνοικοδομηθήσεται ἔτι.
Verse: 18    
οὐ προσκολληθήσεται ἐν τῇ χειρί σου οὐδὲν ἀπὸ τοῦ ἀναθέματος, ἵνα ἀποστραϕῇ κύριος ἀπὸ θυμοῦ τῆς ὀργῆς αὐτοῦ καὶ δώσει σοι ἔλεος καὶ ἐλεήσει σε καὶ πληθυνεῖ σε, ὃν τρόπον ὤμοσεν κύριος τοῖς πατράσιν σου,
Verse: 19    
ἐὰν ἀκούσῃς τῆς ϕωνῆς κυρίου τοῦ θεοῦ σου ϕυλάσσειν πάσας τὰς ἐντολὰς αὐτοῦ, ὅσας ἐγὼ ἐντέλλομαί σοι σήμερον, ποιεῖν τὸ καλὸν καὶ τὸ ἀρεστὸν ἐναντίον κυρίου τοῦ θεοῦ σου.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.