TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 167
Previous part

Chapter: 14 
Verse: 1    Υἱοί ἐστε κυρίου τοῦ θεοῦ ὑμῶν· οὐ ϕοιβήσετε, οὐκ ἐπιθήσετε ϕαλάκρωμα ἀνὰ μέσον τῶν ὀϕθαλμῶν ὑμῶν ἐπὶ νεκρῷ·
Verse: 2    
ὅτι λαὸς ἅγιος εἶ κυρίῳ τῷ θεῷ σου, καὶ σὲ ἐξελέξατο κύριος θεός σου γενέσθαι σε αὐτῷ λαὸν περιούσιον ἀπὸ πάντων τῶν ἐθνῶν τῶν ἐπὶ προσώπου τῆς γῆς.
Verse: 3    
Οὐ ϕάγεσθε πᾶν βδέλυγμα.
Verse: 4    
ταῦτα τὰ κτήνη, ϕάγεσθε· μόσχον ἐκ βοῶν καὶ ἀμνὸν ἐκ προβάτων καὶ χίμαρον ἐξ αἰγῶν,
Verse: 5    
ἔλαϕον καὶ δορκάδα καὶ βούβαλον καὶ τραγέλαϕον καὶ πύγαργον, ὄρυγα καὶ καμηλοπάρδαλιν·
Verse: 6    
πᾶν κτῆνος διχηλοῦν ὁπλὴν καὶ ὀνυχιστῆρας ὀνυχίζον δύο χηλῶν καὶ ἀνάγον μηρυκισμὸν ἐν τοῖς κτήνεσιν, ταῦτα ϕάγεσθε.
Verse: 7    
καὶ ταῦτα οὐ ϕάγεσθε ἀπὸ τῶν ἀναγόντων μηρυκισμὸν καὶ ἀπὸ τῶν διχηλούντων τὰς ὁπλὰς καὶ ὀνυχιζόντων ὀνυχιστῆρας· τὸν κάμηλον καὶ δασύποδα καὶ χοιρογρύλλιον, ὅτι ἀνάγουσιν μηρυκισμὸν καὶ ὁπλὴν οὐ διχηλοῦσιν, ἀκάθαρτα ταῦτα ὑμῖν ἐστιν·
Verse: 8    
καὶ τὸν ὗν, ὅτι διχηλεῖ ὁπλὴν τοῦτο καὶ ὀνυχίζει ὄνυχας ὁπλῆς καὶ τοῦτο μηρυκισμὸν οὐ μαρυκᾶται, ἀκάθαρτον τοῦτο ὑμῖν· ἀπὸ τῶν κρεῶν αὐτῶν οὐ ϕάγεσθε καὶ τῶν θνησιμαίων αὐτῶν οὐχ ἅψεσθε.
Verse: 9    
καὶ ταῦτα ϕάγεσθε ἀπὸ πάντων τῶν ἐν τοῖς ὕδασιν· πάντα, ὅσα ἐστὶν ἐν αὐτοῖς πτερύγια καὶ λεπίδες, ϕάγεσθε.
Verse: 10    
καὶ πάντα, ὅσα οὐκ ἔστιν αὐτοῖς πτερύγια καὶ λεπίδες, οὐ ϕάγεσθε, ἀκάθαρτα ὑμῖν ἐστιν.
Verse: 11    
πᾶν ὄρνεον καθαρὸν ϕάγεσθε.
Verse: 12    
καὶ ταῦτα οὐ ϕάγεσθε ἀπ' αὐτῶν· τὸν ἀετὸν καὶ τὸν γρύπα καὶ τὸν ἁλιαίετον
Verse: 13    
καὶ τὸν γύπα καὶ τὸν ἰκτῖνα καὶ τὰ ὅμοια αὐτῷ
Verse: 14    
καὶ πάντα κόρακα καὶ τὰ ὅμοια αὐτῷ
Verse: 15    
καὶ στρουθὸν καὶ γλαῦκα καὶ λάρον
Verse: 16    
καὶ ἐρωδιὸν καὶ κύκνον καὶ ἶβιν
Verse: 17    
καὶ καταράκτην καὶ ἱέρακα καὶ τὰ ὅμοια αὐτῷ καὶ ἔποπα καὶ νυκτικόρακα
Verse: 18    
καὶ πελεκᾶνα καὶ χαραδριὸν καὶ τὰ ὅμοια αὐτῷ καὶ πορϕυρίωνα καὶ νυκτερίδα.
Verse: 19    
πάντα τὰ ἑρπετὰ τῶν πετεινῶν ἀκάθαρτα ταῦτά ἐστιν ὑμῖν, οὐ ϕάγεσθε ἀπ' αὐτῶν.
Verse: 20    
πᾶν πετεινὸν καθαρὸν ϕάγεσθε.
Verse: 21    
πᾶν θνησιμαῖον οὐ ϕάγεσθε· τῷ παροίκῳ τῷ ἐν ταῖς πόλεσίν σου δοθήσεται, καὶ ϕάγεται, ἀποδώσῃ τῷ ἀλλοτρίῳ· ὅτι λαὸς ἅγιος εἶ κυρίῳ τῷ θεῷ σου. οὐχ ἑψήσεις ἄρνα ἐν γάλακτι μητρὸς αὐτοῦ.
Verse: 22    
Δεκάτην ἀποδεκατώσεις παντὸς γενήματος τοῦ σπέρματός σου, τὸ γένημα τοῦ ἀγροῦ σου ἐνιαυτὸν κατ' ἐνιαυτόν,
Verse: 23    
καὶ ϕάγῃ αὐτὸ ἔναντι κυρίου τοῦ θεοῦ σου ἐν τῷ τόπῳ, ἂν ἐκλέξηται κύριος θεός σου ἐπικληθῆναι τὸ ὄνομα αὐτοῦ ἐκεῖ· οἴσετε τὰ ἐπιδέκατα τοῦ σίτου σου καὶ τοῦ οἴνου σου καὶ τοῦ ἐλαίου σου, τὰ πρωτότοκα τῶν βοῶν σου καὶ τῶν προβάτων σου, ἵνα μάθῃς ϕοβεῖσθαι κύριον τὸν θεόν σου πάσας τὰς ἡμέρας.
Verse: 24    
ἐὰν δὲ μακρὰν γένηται ἀπὸ σοῦ ὁδὸς καὶ μὴ δύνῃ ἀναϕέρειν αὐτά, ὅτι μακρὰν ἀπὸ σοῦ τόπος, ὃν ἂν ἐκλέξηται κύριος θεός σου ἐπικληθῆναι τὸ ὄνομα αὐτοῦ ἐκεῖ, ὅτι εὐλογήσει σε κύριος θεός σου,
Verse: 25    
καὶ ἀποδώσῃ αὐτὰ ἀργυρίου καὶ λήμψῃ τὸ ἀργύριον ἐν ταῖς χερσίν σου καὶ πορεύσῃ εἰς τὸν τόπον, ὃν ἂν ἐκλέξηται κύριος θεός σου αὐτόν,
Verse: 26    
καὶ δώσεις τὸ ἀργύριον ἐπὶ παντός, οὗ ἐὰν ἐπιθυμῇ ψυχή σου, ἐπὶ βουσὶ ἐπὶ προβάτοις, ἐπὶ οἴνῳ ἐπὶ σικερα ἐπὶ παντός, οὗ ἐὰν ἐπιθυμῇ ψυχή σου, καὶ ϕάγῃ ἐκεῖ ἐναντίον κυρίου τοῦ θεοῦ σου καὶ εὐϕρανθήσῃ σὺ καὶ οἶκός σου
Verse: 27    
καὶ Λευίτης ἐν ταῖς πόλεσίν σου, ὅτι οὐκ ἔστιν αὐτῷ μερὶς οὐδὲ κλῆρος μετὰ σοῦ.
Verse: 28    
μετὰ τρία ἔτη ἐξοίσεις πᾶν τὸ ἐπιδέκατον τῶν γενημάτων σου· ἐν τῷ ἐνιαυτῷ ἐκείνῳ θήσεις αὐτὸ ἐν ταῖς πόλεσίν σου,
Verse: 29    
καὶ ἐλεύσεται Λευίτης, ὅτι οὐκ ἔστιν αὐτῷ μερὶς οὐδὲ κλῆρος μετὰ σοῦ, καὶ προσήλυτος καὶ ὀρϕανὸς καὶ χήρα ἐν ταῖς πόλεσίν σου καὶ ϕάγονται καὶ ἐμπλησθήσονται, ἵνα εὐλογήσῃ σε κύριος θεός σου ἐν πᾶσιν τοῖς ἔργοις, οἷς ἐὰν ποιῇς.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.