TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 247
Previous part

Chapter: 12 
Verse: 1    Καὶ ἐβόησεν ἀνὴρ Εϕραιμ καὶ παρῆλθαν εἰς βορρᾶν καὶ εἶπαν πρὸς Ιεϕθαε Διὰ τί παρῆλθες παρατάξασθαι ἐν υἱοῖς Αμμων καὶ ἡμᾶς οὐ κέκληκας πορευθῆναι μετὰ σοῦ; τὸν οἶκόν σου ἐμπρήσομεν ἐπὶ σὲ ἐν πυρί.
Verse: 2    
καὶ εἶπεν Ιεϕθαε πρὸς αὐτούς ᾽Ανὴρ μαχητὴς ἤμην ἐγὼ καὶ λαός μου καὶ οἱ υἱοὶ Αμμων σϕόδρα· καὶ ἐβόησα ὑμᾶς, καὶ οὐκ ἐσώσατέ με ἐκ χειρὸς αὐτῶν.
Verse: 3    
καὶ εἶδον ὅτι οὐκ εἶ σωτήρ, καὶ ἔθηκα τὴν ψυχήν μου ἐν χειρί μου καὶ παρῆλθον πρὸς υἱοὺς Αμμων, καὶ ἔδωκεν αὐτοὺς κύριος ἐν χειρί μου· καὶ εἰς τί ἀνέβητε ἐπ' ἐμὲ ἐν τῇ ἡμέρᾳ ταύτῃ παρατάξασθαι ἐν ἐμοί;
Verse: 4    
καὶ συνέστρεψεν Ιεϕθαε τοὺς πάντας ἄνδρας Γαλααδ καὶ παρετάξατο τῷ Εϕραιμ, καὶ ἐπάταξαν ἄνδρες Γαλααδ τὸν Εϕραιμ, ὅτι εἶπαν Οἱ διασῳζόμενοι τοῦ Εϕραιμ ὑμεῖς, Γαλααδ ἐν μέσῳ τοῦ Εϕραιμ καὶ ἐν μέσῳ τοῦ Μανασση.
Verse: 5    
καὶ προκατελάβετο Γαλααδ τὰς διαβάσεις τοῦ Ιορδάνου τοῦ Εϕραιμ, καὶ εἶπαν αὐτοῖς οἱ διασῳζόμενοι Εϕραιμ Διαβῶμεν, καὶ εἶπαν αὐτοῖς οἱ ἄνδρες Γαλααδ Μὴ Εϕραθίτης εἶ; καὶ εἶπεν Οὔ.
Verse: 6    
καὶ εἶπαν αὐτῷ Εἰπὸν δὴ Στάχυς· καὶ οὐ κατεύθυνεν τοῦ λαλῆσαι οὕτως. καὶ ἐπελάβοντο αὐτοῦ καὶ ἔθυσαν αὐτὸν πρὸς τὰς διαβάσεις τοῦ Ιορδάνου, καὶ ἔπεσαν ἐν τῷ καιρῷ ἐκείνῳ ἀπὸ Εϕραιμ τεσσαράκοντα δύο χιλιάδες.
Verse: 7    
Καὶ ἔκρινεν Ιεϕθαε τὸν Ισραηλ ἑξήκοντα ἔτη. καὶ ἀπέθανεν Ιεϕθαε Γαλααδίτης καὶ ἐτάϕη ἐν πόλει αὐτοῦ ἐν Γαλααδ.
Verse: 8    
Καὶ ἔκρινεν μετ' αὐτὸν τὸν Ισραηλ Αβαισαν ἀπὸ Βαιθλεεμ.
Verse: 9    
καὶ ἦσαν αὐτῷ τριάκοντα υἱοὶ καὶ τριάκοντα θυγατέρες, ἃς ἐξαπέστειλεν ἔξω, καὶ τριάκοντα θυγατέρας εἰσήνεγκεν τοῖς υἱοῖς αὐτοῦ ἔξωθεν. καὶ ἔκρινεν τὸν Ισραηλ ἑπτὰ ἔτη.
Verse: 10    
καὶ ἀπέθανεν Αβαισαν καὶ ἐτάϕη ἐν Βαιθλεεμ.
Verse: 11    
Καὶ ἔκρινεν μετ' αὐτὸν τὸν Ισραηλ Αιλωμ Ζαβουλωνίτης δέκα ἔτη.
Verse: 12    
καὶ ἀπέθανεν Αιλωμ Ζαβουλωνίτης καὶ ἐτάϕη ἐν Αιλωμ ἐν γῇ Ζαβουλων.
Verse: 13    
Καὶ ἔκρινεν μετ' αὐτὸν τὸν Ισραηλ Αβδων υἱὸς Ελληλ Φαραθωνίτης.
Verse: 14    
καὶ ἦσαν αὐτῷ τεσσαράκοντα υἱοὶ καὶ τριάκοντα υἱῶν υἱοὶ ἐπιβαίνοντες ἐπὶ ἑβδομήκοντα πώλους. καὶ ἔκρινεν τὸν Ισραηλ ὀκτὼ ἔτη.
Verse: 15    
καὶ ἀπέθανεν Αβδων υἱὸς Ελληλ Φαραθωνίτης καὶ ἐτάϕη ἐν Φαραθωμ ἐν γῇ Εϕραιμ ἐν ὄρει τοῦ Αμαληκ.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.