TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 313
Chapter: 22
Verse: 1
Καὶ
ἐλάλησεν
Δαυιδ
τῷ
κυρίῳ
τοὺς
λόγους
τῆς
ᾠδῆς
ταύτης
ἐν
ᾗ
ἡμέρᾳ
ἐξείλατο
αὐτὸν
κύριος
ἐκ
χειρὸς
πάντων
τῶν
ἐχθρῶν
αὐτοῦ
καὶ
ἐκ
χειρὸς
Σαουλ
,
Verse: 2
καὶ
εἶπεν
Κύριε
,
πέτρα
μου
καὶ
ὀχύρωμά
μου
καὶ
ἐξαιρούμενός
με
ἐμοί
,
Verse: 3
ὁ
θεός
μου
ϕύλαξ
ἔσται
μου
,
πεποιθὼς
ἔσομαι
ἐπ
'
αὐτῷ
,
ὑπερασπιστής
μου
καὶ
κέρας
σωτηρίας
μου
,
ἀντιλήμπτωρ
μου
καὶ
καταϕυγή
μου
σωτηρίας
μου
,
ἐξ
ἀδίκου
σώσεις
με
.
Verse: 4
αἰνετὸν
ἐπικαλέσομαι
κύριον
καὶ
ἐκ
τῶν
ἐχθρῶν
μου
σωθήσομαι
.
Verse: 5
ὅτι
περιέσχον
με
συντριμμοὶ
θανάτου
,
χείμαρροι
ἀνομίας
ἐθάμβησάν
με
·
Verse: 6
ὠδῖνες
θανάτου
ἐκύκλωσάν
με
,
προέϕθασάν
με
σκληρότητες
θανάτου
.
Verse: 7
ἐν
τῷ
θλίβεσθαί
με
ἐπικαλέσομαι
κύριον
καὶ
πρὸς
τὸν
θεόν
μου
βοήσομαι
·
καὶ
ἐπακούσεται
ἐκ
ναοῦ
αὐτοῦ
ϕωνῆς
μου
,
καὶ
ἡ
κραυγή
μου
ἐν
τοῖς
ὠσὶν
αὐτοῦ
.
Verse: 8
καὶ
ἐταράχθη
καὶ
ἐσείσθη
ἡ
γῆ
,
καὶ
τὰ
θεμέλια
τοῦ
οὐρανοῦ
συνεταράχθησαν
καὶ
ἐσπαράχθησαν
,
ὅτι
ἐθυμώθη
κύριος
αὐτοῖς
.
Verse: 9
ἀνέβη
καπνὸς
ἐν
τῇ
ὀργῇ
αὐτοῦ
,
καὶ
πῦρ
ἐκ
στόματος
αὐτοῦ
κατέδεται
,
ἄνθρακες
ἐξεκαύθησαν
ἀπ
'
αὐτοῦ
.
Verse: 10
καὶ
ἔκλινεν
οὐρανοὺς
καὶ
κατέβη
,
καὶ
γνόϕος
ὑποκάτω
τῶν
ποδῶν
αὐτοῦ
.
Verse: 11
καὶ
ἐπεκάθισεν
ἐπὶ
χερουβιν
καὶ
ἐπετάσθη
καὶ
ὤϕθη
ἐπὶ
πτερύγων
ἀνέμου
.
Verse: 12
καὶ
ἔθετο
σκότος
ἀποκρυϕὴν
αὐτοῦ
κύκλῳ
αὐτοῦ
,
ἡ
σκηνὴ
αὐτοῦ
σκότος
ὑδάτων
·
ἐπάχυνεν
ἐν
νεϕέλαις
ἀέρος
.
Verse: 13
ἀπὸ
τοῦ
ϕέγγους
ἐναντίον
αὐτοῦ
ἐξεκαύθησαν
ἄνθρακες
πυρός
.
Verse: 14
ἐβρόντησεν
ἐξ
οὐρανοῦ
κύριος
,
καὶ
ὁ
ὕψιστος
ἔδωκεν
ϕωνὴν
αὐτοῦ
Verse: 15
καὶ
ἀπέστειλεν
βέλη
καὶ
ἐσκόρπισεν
αὐτούς
,
ἀστραπὴν
καὶ
ἐξέστησεν
αὐτούς
.
Verse: 16
καὶ
ὤϕθησαν
ἀϕέσεις
θαλάσσης
,
καὶ
ἀπεκαλύϕθη
θεμέλια
τῆς
οἰκουμένης
ἐν
τῇ
ἐπιτιμήσει
κυρίου
,
ἀπὸ
πνοῆς
πνεύματος
θυμοῦ
αὐτοῦ
.
Verse: 17
ἀπέστειλεν
ἐξ
ὕψους
καὶ
ἔλαβέν
με
,
εἵλκυσέν
με
ἐξ
ὑδάτων
πολλῶν
·
Verse: 18
ἐρρύσατό
με
ἐξ
ἐχθρῶν
μου
ἰσχύος
,
ἐκ
τῶν
μισούντων
με
,
ὅτι
ἐκραταιώθησαν
ὑπὲρ
ἐμέ
.
Verse: 19
προέϕθασάν
με
ἐν
ἡμέρᾳ
θλίψεώς
μου
,
καὶ
ἐγένετο
κύριος
ἐπιστήριγμά
μου
Verse: 20
καὶ
ἐξήγαγέν
με
εἰς
πλατυσμὸν
καὶ
ἐξείλατό
με
,
ὅτι
εὐδόκησεν
ἐν
ἐμοί
.
Verse: 21
καὶ
ἀνταπέδωκέν
μοι
κύριος
κατὰ
τὴν
δικαιοσύνην
μου
,
κατὰ
τὴν
καθαριότητα
τῶν
χειρῶν
μου
ἀνταπέδωκέν
μοι
,
Verse: 22
ὅτι
ἐϕύλαξα
ὁδοὺς
κυρίου
καὶ
οὐκ
ἠσέβησα
ἀπὸ
τοῦ
θεοῦ
μου
,
Verse: 23
ὅτι
πάντα
τὰ
κρίματα
αὐτοῦ
κατεναντίον
μου
,
καὶ
τὰ
δικαιώματα
αὐτοῦ
,
οὐκ
ἀπέστην
ἀπ
'
αὐτῶν
.
Verse: 24
καὶ
ἔσομαι
ἄμωμος
αὐτῷ
καὶ
προϕυλάξομαι
ἀπὸ
τῆς
ἀνομίας
μου
.
Verse: 25
καὶ
ἀποδώσει
μοι
κύριος
κατὰ
τὴν
δικαιοσύνην
μου
καὶ
κατὰ
τὴν
καθαριότητα
τῶν
χειρῶν
μου
ἐνώπιον
τῶν
ὀϕθαλμῶν
αὐτοῦ
.
Verse: 26
μετὰ
ὁσίου
ὁσιωθήσῃ
καὶ
μετὰ
ἀνδρὸς
τελείου
τελειωθήσῃ
Verse: 27
καὶ
μετὰ
ἐκλεκτοῦ
ἐκλεκτὸς
ἔσῃ
καὶ
μετὰ
στρεβλοῦ
στρεβλωθήσῃ
.
Verse: 28
καὶ
τὸν
λαὸν
τὸν
πτωχὸν
σώσεις
καὶ
ὀϕθαλμοὺς
ἐπὶ
μετεώρων
ταπεινώσεις
.
Verse: 29
ὅτι
σὺ
ὁ
λύχνος
μου
,
κύριε
,
καὶ
κύριος
ἐκλάμψει
μοι
τὸ
σκότος
μου
.
Verse: 30
ὅτι
ἐν
σοὶ
δραμοῦμαι
μονόζωνος
καὶ
ἐν
τῷ
θεῷ
μου
ὑπερβήσομαι
τεῖχος
.
Verse: 31
ὁ
ἰσχυρός
,
ἄμωμος
ἡ
ὁδὸς
αὐτοῦ
,
τὸ
ῥῆμα
κυρίου
κραταιόν
,
πεπυρωμένον
,
ὑπερασπιστής
ἐστιν
πᾶσιν
τοῖς
πεποιθόσιν
ἐπ
'
αὐτῷ
.
Verse: 32
τίς
ἰσχυρὸς
πλὴν
κυρίου
;
καὶ
τίς
κτίστης
ἔσται
πλὴν
τοῦ
θεοῦ
ἡμῶν
;
Verse: 33
ὁ
ἰσχυρὸς
ὁ
κραταιῶν
με
δυνάμει
,
καὶ
ἐξετίναξεν
ἄμωμον
τὴν
ὁδόν
μου
·
Verse: 34
τιθεὶς
τοὺς
πόδας
μου
ὡς
ἐλάϕων
καὶ
ἐπὶ
τὰ
ὕψη
ἱστῶν
με
·
Verse: 35
διδάσκων
χεῖράς
μου
εἰς
πόλεμον
καὶ
κατάξας
τόξον
χαλκοῦν
ἐν
βραχίονί
μου
.
Verse: 36
καὶ
ἔδωκάς
μοι
ὑπερασπισμὸν
σωτηρίας
μου
,
καὶ
ἡ
ὑπακοή
σου
ἐπλήθυνέν
με
Verse: 37
εἰς
πλατυσμὸν
εἰς
τὰ
διαβήματά
μου
ὑποκάτω
μου
,
καὶ
οὐκ
ἐσαλεύθησαν
τὰ
σκέλη
μου
.
Verse: 38
διώξω
ἐχθρούς
μου
καὶ
ἀϕανιῶ
αὐτοὺς
καὶ
οὐκ
ἀναστρέψω
,
ἕως
συντελέσω
αὐτούς
·
Verse: 39
καὶ
θλάσω
αὐτούς
,
καὶ
οὐκ
ἀναστήσονται
καὶ
πεσοῦνται
ὑπὸ
τοὺς
πόδας
μου
.
Verse: 40
καὶ
ἐνισχύσεις
με
δυνάμει
εἰς
πόλεμον
,
κάμψεις
τοὺς
ἐπανιστανομένους
μοι
ὑποκάτω
μου
·
Verse: 41
καὶ
τοὺς
ἐχθρούς
μου
ἔδωκάς
μοι
νῶτον
,
τοὺς
μισοῦντάς
με
,
καὶ
ἐθανάτωσας
αὐτούς
.
Verse: 42
βοήσονται
,
καὶ
οὐκ
ἔστιν
βοηθός
,
πρὸς
κύριον
,
καὶ
οὐχ
ὑπήκουσεν
αὐτῶν
.
Verse: 43
καὶ
ἐλέανα
αὐτοὺς
ὡς
χοῦν
γῆς
,
ὡς
πηλὸν
ἐξόδων
ἐλέπτυνα
αὐτούς
.
Verse: 44
καὶ
ῥύσῃ
με
ἐκ
μάχης
λαῶν
,
ϕυλάξεις
με
εἰς
κεϕαλὴν
ἐθνῶν
·
λαός
,
ὃν
οὐκ
ἔγνων
,
ἐδούλευσάν
μοι
,
Verse: 45
υἱοὶ
ἀλλότριοι
ἐψεύσαντό
μοι
,
εἰς
ἀκοὴν
ὠτίου
ἤκουσάν
μου
·
Verse: 46
υἱοὶ
ἀλλότριοι
ἀπορριϕήσονται
καὶ
σϕαλοῦσιν
ἐκ
τῶν
συγκλεισμῶν
αὐτῶν
.
Verse: 47
ζῇ
κύριος
,
καὶ
εὐλογητὸς
ὁ
ϕύλαξ
μου
,
καὶ
ὑψωθήσεται
ὁ
θεός
μου
,
ὁ
ϕύλαξ
τῆς
σωτηρίας
μου
.
Verse: 48
ἰσχυρὸς
κύριος
ὁ
διδοὺς
ἐκδικήσεις
ἐμοί
,
παιδεύων
λαοὺς
ὑποκάτω
μου
Verse: 49
καὶ
ἐξάγων
με
ἐξ
ἐχθρῶν
μου
,
καὶ
ἐκ
τῶν
ἐπεγειρομένων
μοι
ὑψώσεις
με
,
ἐξ
ἀνδρὸς
ἀδικημάτων
ῥύσῃ
με
.
Verse: 50
διὰ
τοῦτο
ἐξομολογήσομαί
σοι
,
κύριε
,
ἐν
τοῖς
ἔθνεσιν
καὶ
ἐν
τῷ
ὀνόματί
σου
ψαλῶ
,
Verse: 51
μεγαλύνων
σωτηρίας
βασιλέως
αὐτοῦ
καὶ
ποιῶν
ἔλεος
τῷ
χριστῷ
αὐτοῦ
,
τῷ
Δαυιδ
καὶ
τῷ
σπέρματι
αὐτοῦ
ἕως
αἰῶνος
.
This text is part of the
TITUS
edition of
Vetus Testamentum graece iuxta LXX interpretes
.
Copyright
TITUS Project
, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.