TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 314
Previous part

Chapter: 23 
Verse: 1    Καὶ οὗτοι οἱ λόγοι Δαυιδ οἱ ἔσχατοι Πιστὸς Δαυιδ υἱὸς Ιεσσαι, καὶ πιστὸς ἀνήρ, ὃν ἀνέστησεν κύριος ἐπὶ χριστὸν θεοῦ Ιακωβ, καὶ εὐπρεπεῖς ψαλμοὶ Ισραηλ.
Verse: 2    
πνεῦμα κυρίου ἐλάλησεν ἐν ἐμοί, καὶ λόγος αὐτοῦ ἐπὶ γλώσσης μου·
Verse: 3    
λέγει θεὸς Ισραηλ, ἐμοὶ ἐλάλησεν ϕύλαξ Ισραηλ Παραβολὴν εἰπόν ᾽Εν ἀνθρώπῳ πῶς κραταιώσητε ϕόβον θεοῦ;
Verse: 4    
καὶ ἐν θεῷ ϕωτὶ πρωίας ἀνατείλαι ἥλιος, τὸ πρωὶ οὐ παρῆλθεν ἐκ ϕέγγους καὶ ὡς ἐξ ὑετοῦ χλόης ἀπὸ γῆς.
Verse: 5    
οὐ γὰρ οὕτως οἶκός μου μετὰ ἰσχυροῦ; διαθήκην γὰρ αἰώνιον ἔθετό μοι, ἑτοίμην ἐν παντὶ καιρῷ, πεϕυλαγμένην, ὅτι πᾶσα σωτηρία μου καὶ πᾶν θέλημα, ὅτι οὐ μὴ βλαστήσῃ παράνομος.
Verse: 6    
ὥσπερ ἄκανθα ἐξωσμένη πάντες αὐτοί, ὅτι οὐ χειρὶ λημϕθήσονται,
Verse: 7    
καὶ ἀνὴρ οὐ κοπιάσει ἐν αὐτοῖς, καὶ πλῆρες σιδήρου καὶ ξύλον δόρατος, καὶ ἐν πυρὶ καύσει καυθήσονται αἰσχύνῃ αὐτῶν.
Verse: 8    
Ταῦτα τὰ ὀνόματα τῶν δυνατῶν Δαυιδ· Ιεβοσθε Χαναναῖος ἄρχων τοῦ τρίτου ἐστίν, Αδινων Ασωναῖος. οὗτος ἐσπάσατο τὴν ῥομϕαίαν αὐτοῦ ἐπὶ ὀκτακοσίους τραυματίας εἰς ἅπαξ.
Verse: 9    
καὶ μετ' αὐτὸν Ελεαζαρ υἱὸς πατραδέλϕου αὐτοῦ υἱὸς Σουσίτου ἐν τοῖς τρισὶν δυνατοῖς. οὗτος ἦν μετὰ Δαυιδ ἐν Σερραν, καὶ ἐν τῷ ὀνειδίσαι αὐτὸν ἐν τοῖς ἀλλοϕύλοις συνήχθησαν ἐκεῖ εἰς πόλεμον, καὶ ἀνέβησαν ἀνὴρ Ισραηλ·
Verse: 10    
αὐτὸς ἀνέστη καὶ ἐπάταξεν ἐν τοῖς ἀλλοϕύλοις, ἕως οὗ ἐκοπίασεν χεὶρ αὐτοῦ καὶ προσεκολλήθη χεὶρ αὐτοῦ πρὸς τὴν μάχαιραν, καὶ ἐποίησεν κύριος σωτηρίαν μεγάλην ἐν τῇ ἡμέρᾳ ἐκείνῃ· καὶ λαὸς ἐκάθητο ὀπίσω αὐτοῦ πλὴν ἐκδιδύσκειν.
Verse: 11    
καὶ μετ' αὐτὸν Σαμαια υἱὸς Ασα Αρουχαῖος. καὶ συνήχθησαν οἱ ἀλλόϕυλοι εἰς Θηρία, καὶ ἦν ἐκεῖ μερὶς τοῦ ἀγροῦ πλήρης ϕακοῦ, καὶ λαὸς ἔϕυγεν ἐκ προσώπου ἀλλοϕύλων·
Verse: 12    
καὶ ἐστηλώθη ἐν μέσῳ τῆς μερίδος καὶ ἐξείλατο αὐτὴν καὶ ἐπάταξεν τοὺς ἀλλοϕύλους, καὶ ἐποίησεν κύριος σωτηρίαν μεγάλην.
Verse: 13    
καὶ κατέβησαν τρεῖς ἀπὸ τῶν τριάκοντα καὶ ἦλθον εἰς Κασων πρὸς Δαυιδ εἰς τὸ σπήλαιον Οδολλαμ, καὶ τάγμα τῶν ἀλλοϕύλων παρενέβαλον ἐν τῇ κοιλάδι Ραϕαϊμ·
Verse: 14    
καὶ Δαυιδ τότε ἐν τῇ περιοχῇ, καὶ τὸ ὑπόστημα τῶν ἀλλοϕύλων τότε ἐν Βαιθλεεμ.
Verse: 15    
καὶ ἐπεθύμησεν Δαυιδ καὶ εἶπεν Τίς ποτιεῖ με ὕδωρ ἐκ τοῦ λάκκου τοῦ ἐν Βαιθλεεμ τοῦ ἐν τῇ πύλῃ; τὸ δὲ σύστημα τῶν ἀλλοϕύλων τότε ἐν Βαιθλεεμ.
Verse: 16    
καὶ διέρρηξαν οἱ τρεῖς δυνατοὶ ἐν τῇ παρεμβολῇ τῶν ἀλλοϕύλων καὶ ὑδρεύσαντο ὕδωρ ἐκ τοῦ λάκκου τοῦ ἐν Βαιθλεεμ τοῦ ἐν τῇ πύλῃ καὶ ἔλαβαν καὶ παρεγένοντο πρὸς Δαυιδ, καὶ οὐκ ἠθέλησεν πιεῖν αὐτὸ καὶ ἔσπεισεν αὐτὸ τῷ κυρίῳ
Verse: 17    
καὶ εἶπεν ῞Ιλεώς μοι, κύριε, τοῦ ποιῆσαι τοῦτο· εἰ αἷμα τῶν ἀνδρῶν τῶν πορευθέντων ἐν ταῖς ψυχαῖς αὐτῶν πίομαι; καὶ οὐκ ἠθέλησεν πιεῖν αὐτό. ταῦτα ἐποίησαν οἱ τρεῖς δυνατοί.
Verse: 18    
Καὶ Αβεσσα ἀδελϕὸς Ιωαβ υἱὸς Σαρουιας, αὐτὸς ἄρχων ἐν τοῖς τρισίν. καὶ αὐτὸς ἐξήγειρεν τὸ δόρυ αὐτοῦ ἐπὶ τριακοσίους τραυματίας, καὶ αὐτῷ ὄνομα ἐν τοῖς τρισίν·
Verse: 19    
ἐκ τῶν τριῶν ἐκείνων ἔνδοξος, καὶ ἐγένετο αὐτοῖς εἰς ἄρχοντα, καὶ ἕως τῶν τριῶν οὐκ ἦλθεν.
Verse: 20    
καὶ Βαναιας υἱὸς Ιωδαε, ἀνὴρ αὐτὸς πολλοστὸς ἔργοις ἀπὸ Καβεσεηλ. καὶ αὐτὸς ἐπάταξεν τοὺς δύο υἱοὺς αριηλ τοῦ Μωαβ· καὶ αὐτὸς κατέβη καὶ ἐπάταξε τὸν λέοντα ἐν μέσῳ τοῦ λάκκου ἐν τῇ ἡμέρᾳ τῆς χιόνος·
Verse: 21    
αὐτὸς ἐπάταξεν τὸν ἄνδρα τὸν Αἰγύπτιον, ἄνδρα ὁρατόν, ἐν δὲ τῇ χειρὶ τοῦ Αἰγυπτίου δόρυ ὡς ξύλον διαβάθρας, καὶ κατέβη πρὸς αὐτὸν ἐν ῥάβδῳ καὶ ἥρπασεν τὸ δόρυ ἐκ τῆς χειρὸς τοῦ Αἰγυπτίου καὶ ἀπέκτεινεν αὐτὸν ἐν τῷ δόρατι αὐτοῦ.
Verse: 22    
ταῦτα ἐποίησεν Βαναιας υἱὸς Ιωδαε, καὶ αὐτῷ ὄνομα ἐν τοῖς τρισὶν τοῖς δυνατοῖς·
Verse: 23    
ἐκ τῶν τριῶν ἔνδοξος, καὶ πρὸς τοὺς τρεῖς οὐκ ἦλθεν· καὶ ἔταξεν αὐτὸν Δαυιδ εἰς τὰς ἀκοὰς αὐτοῦ.
Verse: 24    
Καὶ ταῦτα τὰ ὀνόματα τῶν δυνατῶν Δαυιδ βασιλέως· Ασαηλ ἀδελϕὸς Ιωαβ [οὗτος ἐν τοῖς τριάκοντα], Ελεαναν υἱὸς Δουδι πατραδέλϕου αὐτοῦ ἐν Βαιθλεεμ,
Verse: 25    
Σαμαι Αρουδαῖος, Ελικα Αρωδαῖος,
Verse: 26    
Ελλης Φελωθι, Ιρας υἱὸς Εκκας Θεκωίτης,
Verse: 27    
Αβιεζερ Αναθωθίτης ἐκ τῶν υἱῶν τοῦ Ασωθίτου,
Verse: 28    
Σελμων Αωίτης, Μοορε Νετωϕαθίτης,
Verse: 29    
Ελα υἱὸς Βαανα Νετωϕαθίτης, Εθθι υἱὸς Ριβα ἐκ Γαβαεθ υἱὸς Βενιαμιν,
Verse: 30    
Βαναιας Φαραθωνίτης, Ουρι ἐκ Ναχαλιγαιας,
Verse: 31    
Αβιηλ υἱὸς τοῦ Αραβωθίτου, Αζμωθ Βαρσαμίτης,
Verse: 32    
Ελιασου Σαλαβωνίτης, υἱοὶ Ιασαν, Ιωναθαν,
Verse: 33    
Σαμμα Αρωδίτης, Αχιαν υἱὸς Σαραδ Αραουρίτης,
Verse: 34    
Αλιϕαλεθ υἱὸς τοῦ Ασβίτου υἱὸς τοῦ Μααχατι, Ελιαβ υἱὸς Αχιτοϕελ τοῦ Γελωνίτου,
Verse: 35    
Ασαραι Καρμήλιος, Φαραϊ Ερχι,
Verse: 36    
Ιγααλ υἱὸς Ναθαν ἀπὸ δυνάμεως, υἱὸς Γαδδι,
Verse: 37    
Ελιε Αμμανίτης, Γελωραι Βηρωθαῖος αἴρων τὰ σκεύη Ιωαβ υἱοῦ Σαρουιας,
Verse: 38    
Ιρας Ιεθιραῖος, Γαρηβ Ιεθιραῖος,
Verse: 39    
Ουριας Χετταῖος, πάντες τριάκοντα καὶ ἑπτά.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.