TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 568
Previous part

Chapter: 17 
Verse: 1    ῎Ελεγον δὲ καὶ τῶν δορυϕόρων τινὲς ὅτι ὡς ἔμελλεν συλλαμβάνεσϑαι καὶ αὐτὴ πρὸς ϑάνατον, ἵνα μὴ ψαύσειέν τις τοῦ σώματος αὐτῆς, ἑαυτὴν ἔρριψε κατὰ τῆς πυρᾶς.
Verse: 2    
῏Ω μήτηρ σὺν ἑπτὰ παισὶν καταλύσασα τὴν τοῦ τυράννου βίαν καὶ ἀκυρώσασα τὰς κακὰς ἐπινοίας αὐτοῦ καὶ δείξασα τὴν τῆς πίστεως γενναιότητα.
Verse: 3    
καϑάπερ γὰρ σὺ στέγη ἐπὶ τοὺς στύλους τῶν παίδων γενναίως ἱδρυμένη ἀκλινὴς ὑπήνεγκας τὸν διὰ τῶν βασάνων σεισμόν.
Verse: 4    
ϑάρρει τοιγαροῦν, μήτηρ ἱερόψυχε, τὴν ἐλπίδα τῆς ὑπομονῆς βεβαίαν ἔχουσα πρὸς τὸν ϑεόν.
Verse: 5    
οὐχ οὕτως σελήνη κατ' οὐρανὸν σὺν ἄστροις σεμνὴ καϑέστηκεν, ὡς σὺ τοὺς ἰσαστέρους ἑπτὰ παῖδας ϕωταγωγήσασα πρὸς τὴν εὐσέβειαν ἔντιμος καϑέστηκας ϑεῷ καὶ ἐστήρισαι σὺν αὐτοῖς ἐν οὐρανῷ·
Verse: 6    
ἦν γὰρ παιδοποιία σου ἀπὸ Αβρααμ τοῦ πατρός.
Verse: 7    
Εἰ δὲ ἐξὸν ἡμῖν ἦν ὥσπερ ἐπί τινος ζωγραϕῆσαι τὴν τῆς εὐσεβείας σου ἱστορίαν, οὐκ ἂν ἔϕριττον οἱ ϑεωροῦντες ὁρῶντες μητέρα ἑπτὰ τέκνων δι' εὐσέβειαν ποικίλας βασάνους μέχρι ϑανάτου ὑπομείνασαν;
Verse: 8    
καὶ γὰρ ἄξιον ἦν καὶ ἐπ' αὐτοῦ τοῦ ἐπιταϕίου ἀναγράψαι καὶ ταῦτα τοῖς ἀπὸ τοῦ ἔϑνους εἰς μνείαν λεγόμενα
Verse: 9    
᾽Ενταῦϑα γέρων ἱερεὺς καὶ γυνὴ γεραιὰ καὶ ἑπτὰ παῖδες ἐγκεκήδευνται διὰ τυράννου βίαν τὴν Εβραίων πολιτείαν καταλῦσαι ϑέλοντος,
Verse: 10    
οἳ καὶ ἐξεδίκησαν τὸ γένος εἰς ϑεὸν ἀϕορῶντες καὶ μέχρι ϑανάτου τὰς βασάνους ὑπομείναντες.
Verse: 11    
᾽Αληϑῶς γὰρ ἦν ἀγὼν ϑεῖος δι' αὐτῶν γεγενημένος.
Verse: 12    
ἠϑλοϑέτει γὰρ τότε ἀρετὴ δι' ὑπομονῆς δοκιμάζουσα. τὸ νῖκος ἀϕϑαρσία ἐν ζωῇ πολυχρονίῳ.
Verse: 13    
Ελεαζαρ δὲ προηγωνίζετο, δὲ μήτηρ τῶν ἑπτὰ παίδων ἐνήϑλει, οἱ δὲ ἀδελϕοὶ ἠγωνίζοντο·
Verse: 14    
τύραννος ἀντηγωνίζετο· δὲ κόσμος καὶ τῶν ἀνϑρώπων βίος ἐϑεώρει·
Verse: 15    
ϑεοσέβεια δὲ ἐνίκα τοὺς ἑαυτῆς ἀϑλητὰς στεϕανοῦσα.
Verse: 16    
τίνες οὐκ ἐϑαύμασαν τοὺς τῆς ϑείας νομοϑεσίας ἀϑλητάς; τίνες οὐκ ἐξεπλάγησαν;
Verse: 17    
Αὐτός γέ τοι τύραννος καὶ ὅλον τὸ συμβούλιον ἐϑαύμασαν αὐτῶν τὴν ὑπομονήν,
Verse: 18    
δι' ἣν καὶ τῷ ϑείῳ νῦν παρεστήκασιν ϑρόνῳ καὶ τὸν μακάριον βιοῦσιν αἰῶνα.
Verse: 19    
καὶ γάρ ϕησιν Μωυσῆς Καὶ πάντες οἱ ἡγιασμένοι ὑπὸ τὰς χεῖράς σου.
Verse: 20    
καὶ οὗτοι οὖν ἁγιασϑέντες διὰ ϑεὸν τετίμηνται, οὐ μόνον ταύτῃ τῇ τιμῇ, ἀλλὰ καὶ τῷ δι' αὐτοὺς τὸ ἔϑνος ἡμῶν τοὺς πολεμίους μὴ ἐπικρατῆσαι
Verse: 21    
καὶ τὸν τύραννον τιμωρηϑῆναι καὶ τὴν πατρίδα καϑαρισϑῆναι, ὥσπερ ἀντίψυχον γεγονότας τῆς τοῦ ἔϑνους ἁμαρτίας.
Verse: 22    
καὶ διὰ τοῦ αἵματος τῶν εὐσεβῶν ἐκείνων καὶ τοῦ ἱλαστηρίου τοῦ ϑανάτου αὐτῶν ϑεία πρόνοια τὸν Ισραηλ προκακωϑέντα διέσωσεν.
Verse: 23    
Πρὸς γὰρ τὴν ἀνδρείαν αὐτῶν τῆς ἀρετῆς καὶ τὴν ἐπὶ ταῖς βασάνοις αὐτῶν ὑπομονὴν τύραννος ἀπιδὼν ἀνεκήρυξεν ᾽Αντίοχος τοῖς στρατιώταις αὐτοῦ εἰς ὑπόδειγμα τὴν ἐκείνων ὑπομονὴν
Verse: 24    
ἔσχεν τε αὐτοὺς γενναίους καὶ ἀνδρείους εἰς πεζομαχίαν καὶ πολιορκίαν καὶ ἐκπορϑήσας ἐνίκησεν πάντας τοὺς πολεμίους.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.