TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 569
Previous part

Chapter: 18 
Verse: 1    ῏Ω τῶν Αβραμιαίων σπερμάτων ἀπόγονοι παῖδες Ισραηλῖται, πείϑεσϑε τῷ νόμῳ τούτῳ καὶ πάντα τρόπον εὐσεβεῖτε
Verse: 2    
γινώσκοντες ὅτι τῶν παϑῶν ἐστιν δεσπότης εὐσεβὴς λογισμὸς καὶ οὐ μόνον τῶν ἔνδοϑεν, ἀλλὰ καὶ τῶν ἔξωϑεν πόνων.
Verse: 3    
᾽Ανϑ' ὧν διὰ τὴν εὐσέβειαν προέμενοι τὰ σώματα τοῖς πόνοις ἐκεῖνοι οὐ μόνον ὑπὸ τῶν ἀνϑρώπων ἐϑαυμάσϑησαν, ἀλλὰ καὶ ϑείας μερίδος κατηξιώϑησαν.
Verse: 4    
Καὶ δι' αὐτοὺς εἰρήνευσεν τὸ ἔϑνος, καὶ τὴν εὐνομίαν τὴν ἐπὶ τῆς πατρίδος ἀνανεωσάμενοι ἐκπεπόρϑηκαν τοὺς πολεμίους.
Verse: 5    
καὶ τύραννος ᾽Αντίοχος καὶ ἐπὶ γῆς τετιμώρηται καὶ ἀποϑανὼν κολάζεται· ὡς γὰρ οὐδὲν οὐδαμῶς ἴσχυσεν ἀναγκάσαι τοὺς Ιεροσολυμίτας ἀλλοϕυλῆσαι καὶ τῶν πατρίων ἐϑῶν ἐκδιαιτηϑῆναι, τότε ἀπάρας ἀπὸ τῶν Ιεροσολύμων ἐστράτευσεν ἐπὶ Πέρσας.
Verse: 6    
῎Ελεγεν δὲ μήτηρ τῶν ἑπτὰ παίδων καὶ ταῦτα τὰ δικαιώματα τοῖς τέκνοις
Verse: 7    
ὅτι ᾽Εγὼ ἐγενήϑην παρϑένος ἁγνὴ οὐδὲ ὑπερέβην πατρικὸν οἶκον, ἐϕύλασσον δὲ τὴν ᾠκοδομημένην πλευράν.
Verse: 8    
οὐδὲ ἔϕϑειρέν με λυμεὼν ἐρημίας ϕϑορεὺς ἐν πεδίῳ, οὐδὲ ἐλυμήνατό μου τὰ ἁγνὰ τῆς παρϑενίας λυμεὼν ἀπάτης ὄϕις.
Verse: 9    
ἔμεινα δὲ χρόνον ἀκμῆς σὺν ἀνδρί· τούτων δὲ ἐνηλίκων γενομένων ἐτελεύτησεν πατὴρ αὐτῶν, μακάριος μὲν ἐκεῖνος, τὸν γὰρ τῆς εὐτεκνίας βίον ἐπιζήσας τὸν τῆς ἀτεκνίας οὐκ ὠδυνήϑη καιρόν.
Verse: 10    
ὃς ἐδίδασκεν ὑμᾶς ἔτι ὢν σὺν ὑμῖν τὸν νόμον καὶ τοὺς προϕήτας.
Verse: 11    
τὸν ἀναιρεϑέντα Αβελ ὑπὸ Καιν ἀνεγίνωσκέν τε ὑμῖν καὶ τὸν ὁλοκαρπούμενον Ισαακ καὶ τὸν ἐν ϕυλακῇ Ιωσηϕ.
Verse: 12    
ἔλεγεν δὲ ὑμῖν τὸν ζηλωτὴν Φινεες, ἐδίδασκέν τε ὑμᾶς τοὺς ἐν πυρὶ Ανανιαν καὶ Αζαριαν καὶ Μισαηλ.
Verse: 13    
ἐδόξαζεν δὲ καὶ τὸν ἐν λάκκῳ λεόντων Δανιηλ, ὃν ἐμακάριζεν.
Verse: 14    
ὑπεμίμνῃσκεν δὲ ὑμᾶς καὶ τὴν Ησαιου γραϕὴν τὴν λέγουσαν Κἂν διὰ πυρὸς διέλϑῃς, ϕλὸξ οὐ κατακαύσει σε.
Verse: 15    
τὸν ὑμνογράϕον ἐμελῴδει ὑμῖν Δαυιδ λέγοντα Πολλαὶ αἱ ϑλίψεις τῶν δικαίων.
Verse: 16    
τὸν Σαλωμῶντα ἐπαροιμίαζεν ὑμῖν λέγοντα Ξύλον ζωῆς ἐστιν τοῖς ποιοῦσιν αὐτοῦ τὸ ϑέλημα.
Verse: 17    
τὸν Ιεζεκιηλ ἐπιστοποίει τὸν λέγοντα Εἰ ζήσεται τὰ ὀστᾶ τὰ ξηρὰ ταῦτα;
Verse: 18    
ᾠδὴν μὲν γάρ, ἣν ἐδίδαξεν Μωυσῆς, οὐκ ἐπελάϑετο διδάσκων τὴν λέγουσαν
Verse: 19    
᾽Εγὼ ἀποκτενῶ καὶ ζῆν ποιήσω· αὕτη ζωὴ ὑμῶν καὶ μακρότης τῶν ἡμερῶν.
Verse: 20    
῏Ω πικρᾶς τῆς τότε ἡμέρας καὶ οὐ πικρᾶς, ὅτε πικρὸς ῾Ελλήνων τύραννος πῦρ πυρὶ σβέσας λέβησιν ὠμοῖς καὶ ζέουσι ϑυμοῖς ἀγαγὼν ἐπὶ τὸν καταπέλτην καὶ πάλιν τὰς βασάνους αὐτοῦ τοὺς ἑπτὰ παῖδας τῆς Αβρααμίτιδος
Verse: 21    
τὰς τῶν ὀμμάτων κόρας ἐπήρωσεν καὶ γλώσσας ἐξέτεμεν καὶ βασάνοις ποικίλαις ἀπέκτεινεν.
Verse: 22    
ὑπὲρ ὧν ϑεία δίκη μετῆλϑεν καὶ μετελεύσεται τὸν ἀλάστορα τύραννον.
Verse: 23    
οἱ δὲ Αβραμιαῖοι παῖδες σὺν τῇ ἀϑλοϕόρῳ μητρὶ εἰς πατέρων χορὸν συναγελάζονται ψυχὰς ἁγνὰς καὶ ἀϑανάτους ἀπειληϕότες παρὰ τοῦ ϑεοῦ.
Verse: 24    
δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων· αμην. //




Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.