TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 737
Previous part

Chapter: 2 
Verse: 1  Υἱέ, ἐὰν δεξάμενος ῥῆσιν ἐμῆς ἐντολῆς κρύψῃς παρὰ σεαυτῷ,
Verse: 2 
ὑπακούσεται σοϕίας τὸ οὖς σου,
καὶ παραβαλεῖς καρδίαν σου εἰς σύνεσιν,
παραβαλεῖς δὲ αὐτὴν ἐπὶ νουϑέτησιν τῷ υἱῷ σου.
Verse: 3 
ἐὰν γὰρ τὴν σοϕίαν ἐπικαλέσῃ
καὶ τῇ συνέσει δῷς ϕωνήν σου,
τὴν δὲ αἴσϑησιν ζητήσῃς μεγάλῃ τῇ ϕωνῇ,
Verse: 4 
καὶ ἐὰν ζητήσῃς αὐτὴν ὡς ἀργύριον
καὶ ὡς ϑησαυροὺς ἐξερευνήσῃς αὐτήν,
Verse: 5 
τότε συνήσεις ϕόβον κυρίου
καὶ ἐπίγνωσιν ϑεοῦ εὑρήσεις.
Verse: 6 
ὅτι κύριος δίδωσιν σοϕίαν,
καὶ ἀπὸ προσώπου αὐτοῦ γνῶσις καὶ σύνεσις·
Verse: 7 
καὶ ϑησαυρίζει τοῖς κατορϑοῦσι σωτηρίαν,
ὑπερασπιεῖ τὴν πορείαν αὐτῶν
Verse: 8 
τοῦ ϕυλάξαι ὁδοὺς δικαιωμάτων
καὶ ὁδὸν εὐλαβουμένων αὐτὸν διαϕυλάξει.
Verse: 9 
τότε συνήσεις δικαιοσύνην καὶ κρίμα
καὶ κατορϑώσεις πάντας ἄξονας ἀγαϑούς.
Verse: 10 
ἐὰν γὰρ ἔλϑῃ σοϕία εἰς σὴν διάνοιαν,
δὲ αἴσϑησις τῇ σῇ ψυχῇ καλὴ εἶναι δόξῃ,
Verse: 11 
βουλὴ καλὴ ϕυλάξει σε,
ἔννοια δὲ ὁσία τηρήσει σε,
Verse: 12 
ἵνα ῥύσηταί σε ἀπὸ ὁδοῦ κακῆς
καὶ ἀπὸ ἀνδρὸς λαλοῦντος μηδὲν πιστόν.
Verse: 13 
οἱ ἐγκαταλείποντες ὁδοὺς εὐϑείας
τοῦ πορεύεσϑαι ἐν ὁδοῖς σκότους,
Verse: 14 
οἱ εὐϕραινόμενοι ἐπὶ κακοῖς
καὶ χαίροντες ἐπὶ διαστροϕῇ κακῇ,
Verse: 15 
ὧν αἱ τρίβοι σκολιαὶ
καὶ καμπύλαι αἱ τροχιαὶ αὐτῶν
Verse: 16 
τοῦ μακράν σε ποιῆσαι ἀπὸ ὁδοῦ εὐϑείας
καὶ ἀλλότριον τῆς δικαίας γνώμης.
Verse: 17 
υἱέ, μή σε καταλάβῃ κακὴ βουλὴ
ἀπολείπουσα διδασκαλίαν νεότητος
καὶ διαϑήκην ϑείαν ἐπιλελησμένη·
Verse: 18 
ἔϑετο γὰρ παρὰ τῷ ϑανάτῳ τὸν οἶκον αὐτῆς
καὶ παρὰ τῷ ᾅδῃ μετὰ τῶν γηγενῶν τοὺς ἄξονας αὐτῆς·
Verse: 19 
πάντες οἱ πορευόμενοι ἐν αὐτῇ οὐκ ἀναστρέψουσιν
οὐδὲ μὴ καταλάβωσιν τρίβους εὐϑείας·
οὐ γὰρ καταλαμβάνονται ὑπὸ ἐνιαυτῶν ζωῆς.
Verse: 20 
εἰ γὰρ ἐπορεύοντο τρίβους ἀγαϑάς,
εὕροσαν ἂν τρίβους δικαιοσύνης λείους.
Verse: 21 
χρηστοὶ ἔσονται οἰκήτορες γῆς,
ἄκακοι δὲ ὑπολειϕϑήσονται ἐν αὐτῇ,
ὅτι εὐϑεῖς κατασκηνώσουσι γῆν,
καὶ ὅσιοι ὑπολειϕϑήσονται ἐν αὐτῇ·
Verse: 22 
ὁδοὶ ἀσεβῶν ἐκ γῆς ὀλοῦνται,
οἱ δὲ παράνομοι ἐξωσϑήσονται ἀπ' αὐτῆς.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.