TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 738
Previous part

Chapter: 3 
Verse: 1  Υἱέ, ἐμῶν νομίμων μὴ ἐπιλανϑάνου,
τὰ δὲ ῥήματά μου τηρείτω σὴ καρδία·
Verse: 2 
μῆκος γὰρ βίου καὶ ἔτη ζωῆς καὶ εἰρήνην προσϑήσουσίν σοι.
Verse: 3 
ἐλεημοσύναι καὶ πίστεις μὴ ἐκλιπέτωσάν σε,
ἄϕαψαι δὲ αὐτὰς ἐπὶ σῷ τραχήλῳ, καὶ εὑρήσεις χάριν·
Verse: 4 
καὶ προνοοῦ καλὰ ἐνώπιον κυρίου καὶ ἀνϑρώπων.
Verse: 5 
ἴσϑι πεποιϑὼς ἐν ὅλῃ καρδίᾳ ἐπὶ ϑεῷ,
ἐπὶ δὲ σῇ σοϕίᾳ μὴ ἐπαίρου·
Verse: 6 
ἐν πάσαις ὁδοῖς σου γνώριζε αὐτήν,
ἵνα ὀρϑοτομῇ τὰς ὁδούς σου,
[ὁ δὲ πούς σου οὐ μὴ προσκόπτῃ.]
Verse: 7 
μὴ ἴσϑι ϕρόνιμος παρὰ σεαυτῷ,
ϕοβοῦ δὲ τὸν ϑεὸν καὶ ἔκκλινε ἀπὸ παντὸς κακοῦ·
Verse: 8 
τότε ἴασις ἔσται τῷ σώματί σου
καὶ ἐπιμέλεια τοῖς ὀστέοις σου.
Verse: 9 
τίμα τὸν κύριον ἀπὸ σῶν δικαίων πόνων
καὶ ἀπάρχου αὐτῷ ἀπὸ σῶν καρπῶν δικαιοσύνης,
Verse: 10 
ἵνα πίμπληται τὰ ταμίειά σου πλησμονῆς σίτου,
οἴνῳ δὲ αἱ ληνοί σου ἐκβλύζωσιν.
Verse: 11 
Υἱέ, μὴ ὀλιγώρει παιδείας κυρίου
μηδὲ ἐκλύου ὑπ' αὐτοῦ ἐλεγχόμενος·
Verse: 12 
ὃν γὰρ ἀγαπᾷ κύριος παιδεύει,
μαστιγοῖ δὲ πάντα υἱὸν ὃν παραδέχεται.
Verse: 13 
μακάριος ἄνϑρωπος ὃς εὗρεν σοϕίαν
καὶ ϑνητὸς ὃς εἶδεν ϕρόνησιν·
Verse: 14 
κρεῖττον γὰρ αὐτὴν ἐμπορεύεσϑαι
χρυσίου καὶ ἀργυρίου ϑησαυρούς.
Verse: 15 
τιμιωτέρα δέ ἐστιν λίϑων πολυτελῶν,
οὐκ ἀντιτάξεται αὐτῇ οὐδὲν πονηρόν·
εὔγνωστός ἐστιν πᾶσιν τοῖς ἐγγίζουσιν αὐτῇ,
πᾶν δὲ τίμιον οὐκ ἄξιον αὐτῆς ἐστιν.
Verse: 16 
μῆκος γὰρ βίου καὶ ἔτη ζωῆς ἐν τῇ δεξιᾷ αὐτῆς,
ἐν δὲ τῇ ἀριστερᾷ αὐτῆς πλοῦτος καὶ δόξα·
Verse: 16a 
ἐκ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη,
νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης ϕορεῖ.
Verse: 17 
αἱ ὁδοὶ αὐτῆς ὁδοὶ καλαί,
καὶ πάντες οἱ τρίβοι αὐτῆς ἐν εἰρήνῃ·
Verse: 18 
ξύλον ζωῆς ἐστι πᾶσι τοῖς ἀντεχομένοις αὐτῆς,
καὶ τοῖς ἐπερειδομένοις ἐπ' αὐτὴν ὡς ἐπὶ κύριον ἀσϕαλής.
Verse: 19 
ϑεὸς τῇ σοϕίᾳ ἐϑεμελίωσεν τὴν γῆν,
ἡτοίμασεν δὲ οὐρανοὺς ἐν ϕρονήσει·
Verse: 20 
ἐν αἰσϑήσει ἄβυσσοι ἐρράγησαν,
νέϕη δὲ ἐρρύησαν δρόσους.
Verse: 21 
Υἱέ, μὴ παραρρυῇς,
τήρησον δὲ ἐμὴν βουλὴν καὶ ἔννοιαν,
Verse: 22 
ἵνα ζήσῃ ψυχή σου,
καὶ χάρις περὶ σῷ τραχήλῳ.
Verse: 22a 
ἔσται δὲ ἴασις ταῖς σαρξί σου
καὶ ἐπιμέλεια τοῖς σοῖς ὀστέοις,
Verse: 23 
ἵνα πορεύῃ πεποιϑὼς ἐν εἰρήνῃ πάσας τὰς ὁδούς σου,
δὲ πούς σου οὐ μὴ προσκόψῃ.
Verse: 24 
ἐὰν γὰρ κάϑῃ, ἄϕοβος ἔσῃ,
ἐὰν δὲ καϑεύδῃς, ἡδέως ὑπνώσεις·
Verse: 25 
καὶ οὐ ϕοβηϑήσῃ πτόησιν ἐπελϑοῦσαν
οὐδὲ ὁρμὰς ἀσεβῶν ἐπερχομένας·
Verse: 26 
γὰρ κύριος ἔσται ἐπὶ πασῶν ὁδῶν σου
καὶ ἐρείσει σὸν πόδα, ἵνα μὴ σαλευϑῇς.
Verse: 27 
μὴ ἀπόσχῃ εὖ ποιεῖν ἐνδεῆ,
ἡνίκα ἂν ἔχῃ χείρ σου βοηϑεῖν·
Verse: 28 
μὴ εἴπης ᾽Επανελϑὼν ἐπάνηκε καὶ αὔριον δώσω,
δυνατοῦ σου ὄντος εὖ ποιεῖν·
οὐ γὰρ οἶδας τί τέξεται ἐπιοῦσα.
Verse: 29 
μὴ τεκτήνῃ ἐπὶ σὸν ϕίλον κακὰ
παροικοῦντα καὶ πεποιϑότα ἐπὶ σοί.
Verse: 30 
μὴ ϕιλεχϑρήσῃς πρὸς ἄνϑρωπον μάτην,
μή τι εἰς σὲ ἐργάσηται κακόν.
Verse: 31 
μὴ κτήσῃ κακῶν ἀνδρῶν ὀνείδη
μηδὲ ζηλώσῃς τὰς ὁδοὺς αὐτῶν·
Verse: 32 
ἀκάϑαρτος γὰρ ἔναντι κυρίου πᾶς παράνομος,
ἐν δὲ δικαίοις οὐ συνεδριάζει.
Verse: 33 
κατάρα ϑεοῦ ἐν οἴκοις ἀσεβῶν,
ἐπαύλεις δὲ δικαίων εὐλογοῦνται.
Verse: 34 
κύριος ὑπερηϕάνοις ἀντιτάσσεται,
ταπεινοῖς δὲ δίδωσιν χάριν.
Verse: 35 
δόξαν σοϕοὶ κληρονομήσουσιν,
οἱ δὲ ἀσεβεῖς ὕψωσαν ἀτιμίαν.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.