TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 780
Previous part

Chapter: 11 
Verse: 1  ᾽Απόστειλον τὸν ἄρτον σου ἐπὶ πρόσωπον τοῦ ὕδατος,
ὅτι ἐν πλήϑει τῶν ἡμερῶν εὑρήσεις αὐτόν·
Verse: 2 
δὸς μερίδα τοῖς ἑπτὰ καί γε τοῖς ὀκτώ,
ὅτι οὐ γινώσκεις τί ἔσται πονηρὸν ἐπὶ τὴν γῆν.
Verse: 3 
ἐὰν πληρωϑῶσιν τὰ νέϕη ὑετοῦ,
ἐπὶ τὴν γῆν ἐκχέουσιν·
καὶ ἐὰν πέσῃ ξύλον ἐν τῷ νότῳ καὶ ἐὰν ἐν τῷ βορρᾷ,
τόπῳ, οὗ πεσεῖται τὸ ξύλον, ἐκεῖ ἔσται.
Verse: 4 
τηρῶν ἄνεμον οὐ σπερεῖ,
καὶ βλέπων ἐν ταῖς νεϕέλαις οὐ ϑερίσει,
Verse: 5 
ἐν οἷς οὐκ ἔστιν γινώσκων τίς ὁδὸς τοῦ πνεύματος.
ὡς ὀστᾶ ἐν γαστρὶ τῆς κυοϕορούσης,
οὕτως οὐ γνώσῃ τὰ ποιήματα τοῦ ϑεοῦ,
ὅσα ποιήσει σὺν τὰ πάντα.
Verse: 6 
ἐν πρωίᾳ σπεῖρον τὸ σπέρμα σου,
καὶ εἰς ἑσπέραν μὴ ἀϕέτω χείρ σου,
ὅτι οὐ γινώσκεις ποῖον στοιχήσει, τοῦτο τοῦτο,
καὶ ἐὰν τὰ δύο ἐπὶ τὸ αὐτὸ ἀγαϑά.
Verse: 7 
καὶ γλυκὺ τὸ ϕῶς καὶ ἀγαϑὸν τοῖς ὀϕϑαλμοῖς
τοῦ βλέπειν σὺν τὸν ἥλιον·
Verse: 8 
ὅτι καὶ ἐὰν ἔτη πολλὰ ζήσεται ἄνϑρωπος,
ἐν πᾶσιν αὐτοῖς εὐϕρανϑήσεται
καὶ μνησϑήσεται τὰς ἡμέρας τοῦ σκότους,
ὅτι πολλαὶ ἔσονται·
πᾶν τὸ ἐρχόμενον ματαιότης.
Verse: 9 
Εὐϕραίνου, νεανίσκε, ἐν νεότητί σου,
καὶ ἀγαϑυνάτω σε καρδία σου ἐν ἡμέραις νεότητός σου,
καὶ περιπάτει ἐν ὁδοῖς καρδίας σου
καὶ ἐν ὁράσει ὀϕϑαλμῶν σου
καὶ γνῶϑι ὅτι ἐπὶ πᾶσι τούτοις ἄξει σε ϑεὸς ἐν κρίσει.
Verse: 10 
καὶ ἀπόστησον ϑυμὸν ἀπὸ καρδίας σου
καὶ παράγαγε πονηρίαν ἀπὸ σαρκός σου,
ὅτι νεότης καὶ ἄνοια ματαιότης.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.