TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 781
Previous part

Chapter: 12 
Verse: 1  καὶ μνήσϑητι τοῦ κτίσαντός σε
ἐν ἡμέραις νεότητός σου,
ἕως ὅτου μὴ ἔλϑωσιν ἡμέραι τῆς κακίας
καὶ ϕϑάσωσιν ἔτη, ἐν οἷς ἐρεῖς
Οὐκ ἔστιν μοι ἐν αὐτοῖς ϑέλημα·
Verse: 2 
ἕως οὗ μὴ σκοτισϑῇ ἥλιος καὶ τὸ ϕῶς
καὶ σελήνη καὶ οἱ ἀστέρες,
καὶ ἐπιστρέψωσιν τὰ νέϕη ὀπίσω τοῦ ὑετοῦ·
Verse: 3 
ἐν ἡμέρᾳ, ἐὰν σαλευϑῶσιν ϕύλακες τῆς οἰκίας
καὶ διαστραϕῶσιν ἄνδρες τῆς δυνάμεως,
καὶ ἤργησαν αἱ ἀλήϑουσαι, ὅτι ὠλιγώϑησαν,
καὶ σκοτάσουσιν αἱ βλέπουσαι ἐν ταῖς ὀπαῖς·
Verse: 4 
καὶ κλείσουσιν ϑύρας ἐν ἀγορᾷ
ἐν ἀσϑενείᾳ ϕωνῆς τῆς ἀληϑούσης,
καὶ ἀναστήσεται εἰς ϕωνὴν τοῦ στρουϑίου,
καὶ ταπεινωϑήσονται πᾶσαι αἱ ϑυγατέρες τοῦ ᾄσματος·
Verse: 5 
καί γε ἀπὸ ὕψους ὄψονται, καὶ ϑάμβοι ἐν τῇ ὁδῷ·
καὶ ἀνϑήσῃ τὸ ἀμύγδαλον,
καὶ παχυνϑῇ ἀκρίς,
καὶ διασκεδασϑῇ κάππαρις,
ὅτι ἐπορεύϑη ἄνϑρωπος εἰς οἶκον αἰῶνος αὐτοῦ,
καὶ ἐκύκλωσαν ἐν ἀγορᾷ οἱ κοπτόμενοι·
Verse: 6 
ἕως ὅτου μὴ ἀνατραπῇ σχοινίον τοῦ ἀργυρίου,
καὶ συνϑλιβῇ ἀνϑέμιον τοῦ χρυσίου,
καὶ συντριβῇ ὑδρία ἐπὶ τὴν πηγήν,
καὶ συντροχάσῃ τροχὸς ἐπὶ τὸν λάκκον,
Verse: 7 
καὶ ἐπιστρέψῃ χοῦς ἐπὶ τὴν γῆν, ὡς ἦν,
καὶ τὸ πνεῦμα ἐπιστρέψῃ πρὸς τὸν ϑεόν, ὃς ἔδωκεν αὐτό.
Verse: 8 
ματαιότης ματαιοτήτων, εἶπεν ᾽Εκκλησιαστής,
τὰ πάντα ματαιότης.
Verse: 9 
Καὶ περισσὸν ὅτι ἐγένετο ᾽Εκκλησιαστὴς σοϕός,
ἔτι ἐδίδαξεν γνῶσιν σὺν τὸν λαόν,
καὶ οὖς ἐξιχνιάσεται κόσμιον παραβολῶν.
Verse: 10 
πολλὰ ἐζήτησεν ᾽Εκκλησιαστὴς
τοῦ εὑρεῖν λόγους ϑελήματος
καὶ γεγραμμένον εὐϑύτητος, λόγους ἀληϑείας.
Verse: 11 
Λόγοι σοϕῶν ὡς τὰ βούκεντρα
καὶ ὡς ἧλοι πεϕυτευμένοι,
οἳ παρὰ τῶν συναγμάτων ἐδόϑησαν
ἐκ ποιμένος ἑνὸς καὶ περισσὸν ἐξ αὐτῶν.
Verse: 12 
υἱέ μου, ϕύλαξαι ποιῆσαι βιβλία πολλά·
οὐκ ἔστιν περασμός, καὶ μελέτη πολλὴ κόπωσις σαρκός.
Verse: 13 
Τέλος λόγου τὸ πᾶν ἀκούεται
Τὸν ϑεὸν ϕοβοῦ καὶ τὰς ἐντολὰς αὐτοῦ ϕύλασσε,
ὅτι τοῦτο πᾶς ἄνϑρωπος.
Verse: 14 
ὅτι σὺν πᾶν τὸ ποίημα ϑεὸς ἄξει ἐν κρίσει
ἐν παντὶ παρεωραμένῳ,
ἐὰν ἀγαϑὸν καὶ ἐὰν πονηρόν.




Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.