TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 803
Chapter: 14
Verse: 1
βροτὸς
γὰρ
γεννητὸς
γυναικὸς
ὀλιγόβιος
καὶ
πλήρης
ὀργῆς
Verse: 2
ἢ
ὥσπερ
ἄνθος
ἀνθῆσαν
ἐξέπεσεν
,
ἀπέδρα
δὲ
ὥσπερ
σκιὰ
καὶ
οὐ
μὴ
στῇ
.
Verse: 3
οὐχὶ
καὶ
τούτου
λόγον
ἐποιήσω
καὶ
τοῦτον
ἐποίησας
εἰσελθεῖν
ἐν
κρίματι
ἐνώπιόν
σου
;
Verse: 4
τίς
γὰρ
καθαρὸς
ἔσται
ἀπὸ
ῥύπου
;
ἀλλ
'
οὐθείς
.
Verse: 5
ἐὰν
καὶ
μία
ἡμέρα
ὁ
βίος
αὐτοῦ
ἐπὶ
τῆς
γῆς
,
ἀριθμητοὶ
δὲ
μῆνες
αὐτοῦ
παρὰ
σοί
,
εἰς
χρόνον
ἔθου
,
καὶ
οὐ
μὴ
ὑπερβῇ
.
Verse: 6
ἀπόστα
ἀπ
'
αὐτοῦ
,
ἵνα
ἡσυχάσῃ
καὶ
εὐδοκήσῃ
τὸν
βίον
ὥσπερ
ὁ
μισθωτός
.
Verse: 7
ἔστιν
γὰρ
δένδρῳ
ἐλπίς
·
ἐὰν
γὰρ
ἐκκοπῇ
,
ἔτι
ἐπανθήσει
,
καὶ
ὁ
ῥάδαμνος
αὐτοῦ
οὐ
μὴ
ἐκλίπῃ
·
Verse: 8
ἐὰν
γὰρ
γηράσῃ
ἐν
γῇ
ἡ
ῥίζα
αὐτοῦ
,
ἐν
δὲ
πέτρᾳ
τελευτήσῃ
τὸ
στέλεχος
αὐτοῦ
,
Verse: 9
ἀπὸ
ὀσμῆς
ὕδατος
ἀνθήσει
,
ποιήσει
δὲ
θερισμὸν
ὥσπερ
νεόϕυτον
.
Verse: 10
ἀνὴρ
δὲ
τελευτήσας
ᾤχετο
,
πεσὼν
δὲ
βροτὸς
οὐκέτι
ἔστιν
.
Verse: 11
χρόνῳ
γὰρ
σπανίζεται
θάλασσα
,
ποταμὸς
δὲ
ἐρημωθεὶς
ἐξηράνθη
·
Verse: 12
ἄνθρωπος
δὲ
κοιμηθεὶς
οὐ
μὴ
ἀναστῇ
,
ἕως
ἂν
ὁ
οὐρανὸς
οὐ
μὴ
συρραϕῇ
·
καὶ
οὐκ
ἐξυπνισθήσονται
ἐξ
ὕπνου
αὐτῶν
.S
Verse: 13
εἰ
γὰρ
ὄϕελον
ἐν
ᾅδῃ
με
ἐϕύλαξας
,
ἔκρυψας
δέ
με
,
ἕως
ἂν
παύσηταί
σου
ἡ
ὀργὴ
καὶ
τάξῃ
μοι
χρόνον
,
ἐν
ᾧ
μνείαν
μου
ποιήσῃ
.
Verse: 14
ἐὰν
γὰρ
ἀποθάνῃ
ἄνθρωπος
,
ζήσεται
συντελέσας
ἡμέρας
τοῦ
βίου
αὐτοῦ
·
ὑπομενῶ
,
ἕως
ἂν
πάλιν
γένωμαι
.
Verse: 15
εἶτα
καλέσεις
,
ἐγὼ
δέ
σοι
ὑπακούσομαι
,
τὰ
δὲ
ἔργα
τῶν
χειρῶν
σου
μὴ
ἀποποιοῦ
.
Verse: 16
ἠρίθμησας
δέ
μου
τὰ
ἐπιτηδεύματα
,
καὶ
οὐ
μὴ
παρέλθῃ
σε
οὐδὲν
τῶν
ἁμαρτιῶν
μου
·
Verse: 17
ἐσϕράγισας
δέ
μου
τὰς
ἀνομίας
ἐν
βαλλαντίῳ
,
ἐπεσημήνω
δέ
,
εἴ
τι
ἄκων
παρέβην
.
Verse: 18
καὶ
πλὴν
ὄρος
πῖπτον
διαπεσεῖται
,
καὶ
πέτρα
παλαιωθήσεται
ἐκ
τοῦ
τόπου
αὐτῆς
·
Verse: 19
λίθους
ἐλέαναν
ὕδατα
,
καὶ
κατέκλυσεν
ὕδατα
ὕπτια
τοῦ
χώματος
τῆς
γῆς
·
καὶ
ὑπομονὴν
ἀνθρώπου
ἀπώλεσας
.S
Verse: 20
ὦσας
αὐτὸν
εἰς
τέλος
,
καὶ
ᾤχετο
·
ἐπέστησας
αὐτῷ
τὸ
πρόσωπον
καὶ
ἐξαπέστειλας
·
Verse: 21
πολλῶν
δὲ
γενομένων
τῶν
υἱῶν
αὐτοῦ
οὐκ
οἶδεν
,
ἐὰν
δὲ
ὀλίγοι
γένωνται
,
οὐκ
ἐπίσταται
·
Verse: 22
ἀλλ
'
ἢ
αἱ
σάρκες
αὐτοῦ
ἤλγησαν
,
ἡ
δὲ
ψυχὴ
αὐτοῦ
ἐπένθησεν
.
This text is part of the
TITUS
edition of
Vetus Testamentum graece iuxta LXX interpretes
.
Copyright
TITUS Project
, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.