TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 872
Previous part

Chapter: 21 
Verse: 1    Τέκνον, ἥμαρτες; μὴ προσϑῇς μηκέτι
   
καὶ περὶ τῶν προτέρων σου δεήϑητι.
Verse: 2    
ὡς ἀπὸ προσώπου ὄϕεως ϕεῦγε ἀπὸ ἁμαρτίας·
   
ἐὰν γὰρ προσέλϑῃς, δήξεταί σε·
   
ὀδόντες λέοντος οἱ ὀδόντες αὐτῆς
   
ἀναιροῦντες ψυχὰς ἀνϑρώπων.
Verse: 3    
ὡς ῥομϕαία δίστομος πᾶσα ἀνομία,
   
τῇ πληγῇ αὐτῆς οὐκ ἔστιν ἴασις.
Verse: 4    
καταπληγμὸς καὶ ὕβρις ἐρημώσουσιν πλοῦτον·
   
οὕτως οἶκος ὑπερηϕάνου ἐρημωϑήσεται.
Verse: 5    
δέησις πτωχοῦ ἐκ στόματος ἕως ὠτίων αὐτοῦ,
   
καὶ τὸ κρίμα αὐτοῦ κατὰ σπουδὴν ἔρχεται.
Verse: 6    
μισῶν ἐλεγμὸν ἐν ἴχνει ἁμαρτωλοῦ,
   
καὶ ϕοβούμενος κύριον ἐπιστρέψει ἐν καρδίᾳ.
Verse: 7    
γνωστὸς μακρόϑεν δυνατὸς ἐν γλώσσῃ,
   
δὲ νοήμων οἶδεν ἐν τῷ ὀλισϑάνειν αὐτόν.
Verse: 8    
οἰκοδομῶν τὴν οἰκίαν αὐτοῦ ἐν χρήμασιν ἀλλοτρίοις
   
ὡς συνάγων αὐτοῦ τοὺς λίϑους εἰς χειμῶνα.
Verse: 9    
στιππύον συνηγμένον συναγωγὴ ἀνόμων,
   
καὶ συντέλεια αὐτῶν ϕλὸξ πυρός.
Verse: 10    
ὁδὸς ἁμαρτωλῶν ὡμαλισμένη ἐκ λίϑων,
   
καὶ ἐπ' ἐσχάτων αὐτῆς βόϑρος ᾅδου.
Verse: 11    
῾Ο ϕυλάσσων νόμον κατακρατεῖ τοῦ ἐννοήματος αὐτοῦ,
   
καὶ συντέλεια τοῦ ϕόβου κυρίου σοϕία.
Verse: 12    
οὐ παιδευϑήσεται ὃς οὐκ ἔστιν πανοῦργος,
   
ἔστιν δὲ πανουργία πληϑύνουσα πικρίαν.
Verse: 13    
γνῶσις σοϕοῦ ὡς κατακλυσμὸς πληϑυνϑήσεται
   
καὶ βουλὴ αὐτοῦ ὡς πηγὴ ζωῆς.
Verse: 14    
ἔγκατα μωροῦ ὡς ἀγγεῖον συντετριμμένον
   
καὶ πᾶσαν γνῶσιν οὐ κρατήσει.
Verse: 15    
λόγον σοϕὸν ἐὰν ἀκούσῃ ἐπιστήμων,
   
αἰνέσει αὐτὸν καὶ ἐπ' αὐτὸν προσϑήσει·
   
ἤκουσεν σπαταλῶν, καὶ ἀπήρεσεν αὐτῷ,
   
καὶ ἀπέστρεψεν αὐτὸν ὀπίσω τοῦ νώτου αὐτοῦ.
Verse: 16    
ἐξήγησις μωροῦ ὡς ἐν ὁδῷ ϕορτίον,
   
ἐπὶ δὲ χείλους συνετοῦ εὑρεϑήσεται χάρις.
Verse: 17    
στόμα ϕρονίμου ζητηϑήσεται ἐν ἐκκλησίᾳ,
   
καὶ τοὺς λόγους αὐτοῦ διανοηϑήσονται ἐν καρδίᾳ.
Verse: 18    
῾Ως οἶκος ἠϕανισμένος οὕτως μωρῷ σοϕία,
   
καὶ γνῶσις ἀσυνέτου ἀδιεξέταστοι λόγοι.
Verse: 19    
πέδαι ἐν ποσὶν ἀνοήτου παιδεία
   
καὶ ὡς χειροπέδαι ἐπὶ χειρὸς δεξιᾶς.
Verse: 20    
μωρὸς ἐν γέλωτι ἀνυψοῖ ϕωνὴν αὐτοῦ,
   
ἀνὴρ δὲ πανοῦργος μόλις ἡσυχῇ μειδιάσει.
Verse: 21    
ὡς κόσμος χρυσοῦς ϕρονίμῳ παιδεία
   
καὶ ὡς χλιδὼν ἐπὶ βραχίονι δεξιῷ.
Verse: 22    
ποὺς μωροῦ ταχὺς εἰς οἰκίαν,
   
ἄνϑρωπος δὲ πολύπειρος αἰσχυνϑήσεται ἀπὸ προσώπου.
Verse: 23    
ἄϕρων ἀπὸ ϑύρας παρακύπτει εἰς οἰκίαν,
   
ἀνὴρ δὲ πεπαιδευμένος ἔξω στήσεται.
Verse: 24    
ἀπαιδευσία ἀνϑρώπου ἀκροᾶσϑαι παρὰ ϑύραν,
   
δὲ ϕρόνιμος βαρυνϑήσεται ἀτιμίᾳ.
Verse: 25    
χείλη ἀλλοτρίων ἐν τούτοις διηγήσονται,
   
λόγοι δὲ ϕρονίμων ἐν ζυγῷ σταϑήσονται.
Verse: 26    
ἐν στόματι μωρῶν καρδία αὐτῶν,
   
καρδία δὲ σοϕῶν στόμα αὐτῶν.
Verse: 27    
ἐν τῷ καταρᾶσϑαι ἀσεβῆ τὸν σατανᾶν
   
αὐτὸς καταρᾶται τὴν ἑαυτοῦ ψυχήν.
Verse: 28    
μολύνει τὴν ἑαυτοῦ ψυχὴν ψιϑυρίζων
   
καὶ ἐν παροικήσει μισηϑήσεται.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.