TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 873
Previous part

Chapter: 22 
Verse: 1    Λίϑῳ ἠρδαλωμένῳ συνεβλήϑη ὀκνηρός,
   
καὶ πᾶς ἐκσυριεῖ ἐπὶ τῇ ἀτιμίᾳ αὐτοῦ.
Verse: 2    
βολβίτῳ κοπρίων συνεβλήϑη ὀκνηρός,
   
πᾶς ἀναιρούμενος αὐτὸν ἐκτινάξει χεῖρα.
Verse: 3    
αἰσχύνη πατρὸς ἐν γεννήσει ἀπαιδεύτου,
   
ϑυγάτηρ δὲ ἐπ' ἐλαττώσει γίνεται.
Verse: 4    
ϑυγάτηρ ϕρονίμη κληρονομήσει ἄνδρα αὐτῆς,
   
καὶ καταισχύνουσα εἰς λύπην γεννήσαντος·
Verse: 5    
πατέρα καὶ ἄνδρα καταισχύνει ϑρασεῖα
   
καὶ ὑπὸ ἀμϕοτέρων ἀτιμασϑήσεται.
Verse: 6    
μουσικὰ ἐν πένϑει ἄκαιρος διήγησις,
   
μάστιγες δὲ καὶ παιδεία ἐν παντὶ καιρῷ σοϕίας.
Verse: 9    
συγκολλῶν ὄστρακον διδάσκων μωρόν,
   
ἐξεγείρων καϑεύδοντα ἐκ βαϑέος ὕπνου.
Verse: 10    
διηγούμενος νυστάζοντι διηγούμενος μωρῷ,
   
καὶ ἐπὶ συντελείᾳ ἐρεῖ Τί ἐστιν;
Verse: 11    
ἐπὶ νεκρῷ κλαῦσον, ἐξέλιπεν γὰρ ϕῶς,
   
καὶ ἐπὶ μωρῷ κλαῦσον, ἐξέλιπεν γὰρ σύνεσιν·
   
ἥδιον κλαῦσον ἐπὶ νεκρῷ, ὅτι ἀνεπαύσατο,
   
τοῦ δὲ μωροῦ ὑπὲρ ϑάνατον ζωὴ πονηρά.
Verse: 12    
πένϑος νεκροῦ ἑπτὰ ἡμέραι,
   
μωροῦ δὲ καὶ ἀσεβοῦς πᾶσαι αἱ ἡμέραι τῆς ζωῆς αὐτοῦ.
Verse: 13    
μετὰ ἄϕρονος μὴ πληϑύνῃς λόγον
   
καὶ πρὸς ἀσύνετον μὴ πορεύου·
   
ϕύλαξαι ἀπ' αὐτοῦ, ἵνα μὴ κόπον ἔχῃς
   
καὶ οὐ μὴ μολυνϑῇς ἐν τῷ ἐντιναγμῷ αὐτοῦ·
   
ἔκκλινον ἀπ' αὐτοῦ καὶ εὑρήσεις ἀνάπαυσιν
   
καὶ οὐ μὴ ἀκηδιάσῃς ἐν τῇ ἀπονοίᾳ αὐτοῦ.
Verse: 14    
ὑπὲρ μόλιβον τί βαρυνϑήσεται;
   
καὶ τί αὐτῷ ὄνομα ἀλλ' μωρός;
Verse: 15    
ἄμμον καὶ ἅλα καὶ βῶλον σιδήρου
   
εὔκοπον ὑπενεγκεῖν ἄνϑρωπον ἀσύνετον.
Verse: 16    
῾Ιμάντωσις ξυλίνη ἐνδεδεμένη εἰς οἰκοδομὴν
   
ἐν συσσεισμῷ οὐ διαλυϑήσεται·
   
οὕτως καρδία ἐστηριγμένη ἐπὶ διανοήματος βουλῆς
   
ἐν καιρῷ οὐ δειλιάσει.
Verse: 17    
καρδία ἡδρασμένη ἐπὶ διανοίας συνέσεως
   
ὡς κόσμος ψαμμωτὸς τοίχου ξυστοῦ.
Verse: 18    
χάρακες ἐπὶ μετεώρου κείμενοι
   
κατέναντι ἀνέμου οὐ μὴ ὑπομείνωσιν·
   
οὕτως καρδία δειλὴ ἐπὶ διανοήματος μωροῦ
   
κατέναντι παντὸς ϕόβου οὐ μὴ ὑπομείνῃ.
Verse: 19    
῾Ο νύσσων ὀϕϑαλμὸν κατάξει δάκρυα,
   
καὶ νύσσων καρδίαν ἐκϕαίνει αἴσϑησιν.
Verse: 20    
βάλλων λίϑον ἐπὶ πετεινὰ ἀποσοβεῖ αὐτά,
   
καὶ ὀνειδίζων ϕίλον διαλύσει ϕιλίαν.
Verse: 21    
ἐπὶ ϕίλον ἐὰν σπάσῃς ῥομϕαίαν,
   
μὴ ἀϕελπίσῃς, ἔστιν γὰρ ἐπάνοδος·
Verse: 22    
ἐπὶ ϕίλον ἐὰν ἀνοίξῃς στόμα,
   
μὴ εὐλαβηϑῇς, ἔστιν γὰρ διαλλαγή·
   
πλὴν ὀνειδισμοῦ καὶ ὑπερηϕανίας καὶ μυστηρίου ἀποκαλύψεως // καὶ πληγῆς δολίας,
   
ἐν τούτοις ἀποϕεύξεται πᾶς ϕίλος.
Verse: 23    
πίστιν κτῆσαι ἐν πτωχείᾳ μετὰ τοῦ πλησίον,
   
ἵνα ἐν τοῖς ἀγαϑοῖς αὐτοῦ ὁμοῦ πλησϑῇς·
   
ἐν καιρῷ ϑλίψεως διάμενε αὐτῷ,
   
ἵνα ἐν τῇ κληρονομίᾳ αὐτοῦ συγκληρονομήσῃς.
Verse: 24    
πρὸ πυρὸς ἀτμὶς καμίνου καὶ καπνός·
   
οὕτως πρὸ αἱμάτων λοιδορίαι.
Verse: 25    
ϕίλον σκεπάσαι οὐκ αἰσχυνϑήσομαι
   
καὶ ἀπὸ προσώπου αὐτοῦ οὐ μὴ κρυβῶ,
Verse: 26    
καὶ εἰ κακά μοι συμβήσεται δι' αὐτόν,
   
πᾶς ἀκούων ϕυλάξεται ἀπ' αὐτοῦ.
Verse: 27    
Τίς δώσει ἐπὶ στόμα μου ϕυλακὴν
   
καὶ ἐπὶ τῶν χειλέων μου σϕραγῖδα πανοῦργον,
   
ἵνα μὴ πέσω ἀπ' αὐτῆς
   
καὶ γλῶσσά μου ἀπολέσῃ με;

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.