TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 879
Chapter: 28
Verse: 1
ὁ
ἐκδικῶν
παρὰ
κυρίου
εὑρήσει
ἐκδίκησιν
,
καὶ
τὰς
ἁμαρτίας
αὐτοῦ
διατηρῶν
διατηρήσει
.
Verse: 2
ἄϕες
ἀδίκημα
τῷ
πλησίον
σου
,
καὶ
τότε
δεηθέντος
σου
αἱ
ἁμαρτίαι
σου
λυθήσονται
.
Verse: 3
ἄνθρωπος
ἀνθρώπῳ
συντηρεῖ
ὀργήν
,
καὶ
παρὰ
κυρίου
ζητεῖ
ἴασιν
;
Verse: 4
ἐπ
'
ἄνθρωπον
ὅμοιον
αὐτῷ
οὐκ
ἔχει
ἔλεος
,
καὶ
περὶ
τῶν
ἁμαρτιῶν
αὐτοῦ
δεῖται
;
Verse: 5
αὐτὸς
σὰρξ
ὢν
διατηρεῖ
μῆνιν
,
τίς
ἐξιλάσεται
τὰς
ἁμαρτίας
αὐτοῦ
;
Verse: 6
μνήσθητι
τὰ
ἔσχατα
καὶ
παῦσαι
ἐχθραίνων
,
καταϕθορὰν
καὶ
θάνατον
,
καὶ
ἔμμενε
ἐντολαῖς
.
Verse: 7
μνήσθητι
ἐντολῶν
καὶ
μὴ
μηνίσῃς
τῷ
πλησίον
,
καὶ
διαθήκην
ὑψίστου
καὶ
πάριδε
ἄγνοιαν
.
Verse: 8
᾽Απόσχου
ἀπὸ
μάχης
,
καὶ
ἐλαττώσεις
ἁμαρτίας
·
ἄνθρωπος
γὰρ
θυμώδης
ἐκκαύσει
μάχην
,
Verse: 9
καὶ
ἀνὴρ
ἁμαρτωλὸς
ταράξει
ϕίλους
καὶ
ἀνὰ
μέσον
εἰρηνευόντων
ἐμβαλεῖ
διαβολήν
.
Verse: 10
κατὰ
τὴν
ὕλην
τοῦ
πυρὸς
οὕτως
ἐκκαυθήσεται
,
καὶ
κατὰ
τὴν
στερέωσιν
τῆς
μάχης
ἐκκαυθήσεται
·
κατὰ
τὴν
ἰσχὺν
τοῦ
ἀνθρώπου
ὁ
θυμὸς
αὐτοῦ
ἔσται
,
καὶ
κατὰ
τὸν
πλοῦτον
ἀνυψώσει
ὀργὴν
αὐτοῦ
.
Verse: 11
ἔρις
κατασπευδομένη
ἐκκαίει
πῦρ
,
καὶ
μάχη
κατασπεύδουσα
ἐκχέει
αἷμα
.
Verse: 12
ἐὰν
ϕυσήσῃς
εἰς
σπινθῆρα
,
ἐκκαήσεται
,
καὶ
ἐὰν
πτύσῃς
ἐπ
'
αὐτόν
,
σβεσθήσεται
·
καὶ
ἀμϕότερα
ἐκ
τοῦ
στόματός
σου
ἐκπορεύεται
.
Verse: 13
Ψίθυρον
καὶ
δίγλωσσον
καταράσασθε
·
πολλοὺς
γὰρ
εἰρηνεύοντας
ἀπώλεσεν
.
Verse: 14
γλῶσσα
τρίτη
πολλοὺς
ἐσάλευσεν
καὶ
διέστησεν
αὐτοὺς
ἀπὸ
ἔθνους
εἰς
ἔθνος
καὶ
πόλεις
ὀχυρὰς
καθεῖλεν
καὶ
οἰκίας
μεγιστάνων
κατέστρεψεν
.
Verse: 15
γλῶσσα
τρίτη
γυναῖκας
ἀνδρείας
ἐξέβαλεν
καὶ
ἐστέρεσεν
αὐτὰς
τῶν
πόνων
αὐτῶν
.
Verse: 16
ὁ
προσέχων
αὐτῇ
οὐ
μὴ
εὕρῃ
ἀνάπαυσιν
οὐδὲ
κατασκηνώσει
μεθ
'
ἡσυχίας
.
Verse: 17
πληγὴ
μάστιγος
ποιεῖ
μώλωπα
,
πληγὴ
δὲ
γλώσσης
συγκλάσει
ὀστᾶ
.
Verse: 18
πολλοὶ
ἔπεσαν
ἐν
στόματι
μαχαίρας
,
καὶ
οὐχ
ὡς
οἱ
πεπτωκότες
διὰ
γλῶσσαν
.
Verse: 19
μακάριος
ὁ
σκεπασθεὶς
ἀπ
'
αὐτῆς
,
ὃς
οὐ
διῆλθεν
ἐν
τῷ
θυμῷ
αὐτῆς
,
ὃς
οὐχ
εἵλκυσεν
τὸν
ζυγὸν
αὐτῆς
καὶ
ἐν
τοῖς
δεσμοῖς
αὐτῆς
οὐκ
ἐδέθη
·
Verse: 20
ὁ
γὰρ
ζυγὸς
αὐτῆς
ζυγὸς
σιδηροῦς
,
καὶ
οἱ
δεσμοὶ
αὐτῆς
δεσμοὶ
χάλκειοι
·
Verse: 21
θάνατος
πονηρὸς
ὁ
θάνατος
αὐτῆς
,
καὶ
λυσιτελὴς
μᾶλλον
ὁ
ᾅδης
αὐτῆς
.
Verse: 22
οὐ
μὴ
κρατήσῃ
εὐσεβῶν
,
καὶ
ἐν
τῇ
ϕλογὶ
αὐτῆς
οὐ
καήσονται
.
Verse: 23
οἱ
καταλείποντες
κύριον
ἐμπεσοῦνται
εἰς
αὐτήν
,
καὶ
ἐν
αὐτοῖς
ἐκκαήσεται
καὶ
οὐ
μὴ
σβεσθῇ
·
ἐπαποσταλήσεται
αὐτοῖς
ὡς
λέων
καὶ
ὡς
πάρδαλις
λυμανεῖται
αὐτούς
.
Verse: 24
ἰδὲ
περίϕραξον
τὸ
κτῆμά
σου
ἀκάνθαις
,
τὸ
ἀργύριόν
σου
καὶ
τὸ
χρυσίον
κατάδησον
·
Verse: 25
καὶ
τοῖς
λόγοις
σου
ποίησον
ζυγὸν
καὶ
σταθμὸν
καὶ
τῷ
στόματί
σου
ποίησον
θύραν
καὶ
μοχλόν
.
Verse: 26
πρόσεχε
μήπως
ὀλίσθῃς
ἐν
αὐτῇ
,
μὴ
πέσῃς
κατέναντι
ἐνεδρεύοντος
.
This text is part of the
TITUS
edition of
Vetus Testamentum graece iuxta LXX interpretes
.
Copyright
TITUS Project
, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.